- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:27.251-27.252
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
辩护者通过指出异教诸神内部的争斗与犯罪行径在道德和法律上的自相矛盾,完成了对多神论的驳斥,呼吁敬拜独一无形的造物主,并进而讨论犹太人的历史性背信、对基督的弃绝以及基督徒的渊源。
ἰδίων μελῶν, ἀλλὰ πρὸς πάντα τὰ μέλη ἀδιάρρηκτον ἕνωσιν ἔχον ἑαυτῷ ἐστι σύμφωνον, πῶς ἐν φύσει θεοῦ μάχη καὶ διαφωνία ἔσται τοσαύτη; εἰ γὰρ μία φύσις τῶν θεῶν ὑπῆρχεν, οὐκ ὤφειλεν θεὸς θεὸν διώκειν,1 οὔτε σφάζειν, οὔτε κακοποιεῖν· εἰ δὲ οἱ θεοὶ ὑπὸ θεῶν ἐδιώχθησαν καὶ ἐσφάγησαν, καὶ ἡρπάγησαν καὶ ἐκεραυνώθησαν, οὐκ ἔτι μία φύσις ἐστὶν ἀλλὰ γνῶμαι διῃρημέναι, πᾶσαι κακοποιοί, ὥστε οὐδεὶς ἐξ αὐτῶν ἐστι θεός. φανερὸν οὖν ἐστιν, ὦ βασιλεῦ, πλάνην εἶναι πᾶσαν τὴν περὶ τῶν θεῶν φυσιολογίαν. Πῶς δὲ οὐ συνῆκαν οἱ σοφοὶ καὶ λόγιοι τῶν Ἑλλήνων ὅτι καὶ οἱ νόμους θέμενοι κρίνονται ὑπὸ τῶν ἰδίων νόμων; εἰ γὰρ οἱ νόμοι δίκαιοι εἰσιν, ἄδικοι πάντως οἱ θεοὶ αὐτῶν εἰσι, παράνομα ποιήσαντες, ἀλληλοκτονίας καὶ φαρμακίας, καὶ μοιχείας καὶ κλοπὰς καὶ ἀρσενοκοισίας. εἰ δὲ καλῶς ἔπραξαν ταῦτα, οἱ νόμοι ἄρα ἄδικοί εἰσι, κατὰ τῶν θεῶν συντεθέντες. νυνὶ δὲ οἱ νόμοι καλοί εἰσι καὶ δίκαιοι, τὰ καλὰ ἐπαινοῦντες καὶ τὰ κακὰ ἀπαγορεύοντες· τὰ δὲ ἔργα τῶν θεῶν αὐτῶν παράνομα· παράνομοι ἄρα οἱ θεοὶ αὐτῶν, καὶ ἔνοχοι πάντες θανάτου καὶ ἀσεβεῖς οἱ τοιούτους θεοὺς παρεισάγοντες. εἰ μὲν γὰρ μυθικαὶ αἱ περὶ αὐτῶν ἱστορίαι, οὐδέν εἰσιν, εἰ μὴ μόνον λόγοι· εἰ δὲ φυσικαί, οὐκ ἔτι θεοί εἰσιν οἱ ταῦτα ποιήσαντες καὶ παθόντες· εἰ δὲ ἀλληγορικαί, μῦθοί εἰσι καὶ οὐκ ἄλλο τι.
自身的任何肢体,反而与所有肢体保持着不可分割的联合,与自身和谐一致,那么在神的天性中又怎会有如此巨大的争斗与不和呢?因为如果诸神的天性是单一的,神就不该追捕神,也不该屠戮神,更不该残害神。但如果诸神曾被诸神追捕并屠戮,被掳走并被雷击,这就再也不是单一的天性,而是分裂的意愿,且尽是加害的,以致他们当中没有一个是神。因此显而易见的是,王啊,凡有关诸神的天性论说纯属迷妄。希腊人的智者和学者又怎会不明白,即使是立法者也要受他们自己的法律审判呢?因为法律若是公义的,他们的诸神就全然是不义的,因他们行了违法之事:彼此残杀、巫蛊、奸淫、行窃以及同性苟合。但如果诸神行这些事是正当的,那么法律反倒是不义的,是针对诸神制定的了。然而现今法律是良善而公义的,称赞善行而禁止恶行;而他们诸神的作为却是违法的。因此,他们的诸神乃是违法之徒,全当受死,而引入此类神明的人也是不敬虔的。因为有关他们的故事若是神话性的,就什么也不是,不过是空话;若是自然性的,行这些事和遭受这些事的人便不再是神;若是寓言性的,它们便只是神话而非其他。
ἀποδέδεικται τοίνυν, ὦ βασιλεῦ, ταῦτα πάντα τὰ πολύθεα σεβάσματα πλάνης ἔργα καὶ ἀπωλείας ὑπάρχειν. οὐ χρὴ οὖν θεοὺς ὀνομάζειν ὁρατοὺς καὶ μὴ ὁρῶντας· ἀλλὰ τὸν ἀόρατον καὶ πάντας δημιουργήσαντα δεῖ σέβεσθαι Θεόν. Ἔλθωμεν οὖν, ὦ βασιλεῦ, καὶ ἐπὶ τοὺς Ἰουδαίους, ὅπως ἴδωμεν τί φρονοῦσι καὶ αὐτοὶ περὶ Θεοῦ. οὗτοι γάρ, τοῦ Ἀβραὰμ ὄντες ἀπόγονοι καὶ Ἰσαάκ τε καὶ Ἰακώβ, παρῴκησαν εἰς Αἴγυπτον. ἐκεῖθεν δὲ ἐξήγαγεν αὐτοὺς ὁ Θεὸς ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ διὰ Μωσέως τοῦ νομοθέτου αὐτῶν καὶ τέρασι πολλοῖς καὶ σημείοις ἐγνώρισεν αὐτοῖς τὴν ἑαυτοῦ δύναμιν. ἀλλ̓, ἀγνώμονες καὶ αὐτοὶ φανέντες καὶ ἄχρηστοι, πολλάκις ἐλάτρευσαν τοῖς τῶν ἐθνῶν σεβάσμασι, καὶ τοὺς ἀπεσταλμένους πρὸς αὐτοὺς προφήτας καὶ δικαίους ἀπέκτειναν. εἶτα ὡς εὐδόκησεν ὁ Υἱὸς τοῦ Θεοῦ ἐλθεῖν ἐπὶ τῆς γῆς, ἐμπαροινήσαντες εἰς αὐτόν, προέδωκαν Πιλάτῳ τῷ ἡγεμόνι τῶν Ῥωμαίων καὶ σταυρῷ κατεδίκασαν, μὴ αἰδεσθέντες τὰς εὐεργεσίας αὐτοῦ, καὶ τὰ ἀναρίθμητα θαύματα ἅπερ ἐν αὐτοῖς εἰργάσατο. διὸ ἀπώλοντο τῇ ἰδίᾳ παρανομίᾳ. σέβονται γὰρ καὶ νῦν Θεὸν τὸν μόνον παντοκράτορα, ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν· τὸν γὰρ Χριστὸν ἀρνοῦνται τὸν Υἱὸν τοῦ Θεοῦ, καί εἰσι παρόμοιοι τοῖς ἔθνεσι, κἂν ἐγγίζειν πως τῇ ἀληθείᾳ δοκῶσιν, ἧς ἑαυτοὺς ἐμάκρυναν.2 ταῦτα περὶ τῶν Ἰουδαίων. Οἱ δὲ Χριστιανοὶ γενεαλογοῦνται ἀπὸ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ. οὗτος δὲ ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ὑψίστου ὁμολογεῖται, ἐν Πνεύματι
因此,王啊,已经证明这一切多神崇拜的圣物皆是迷妄与毁灭的产物。所以不应当把看得见却看不见东西的造物称为神;反倒应当敬拜那看不见且创造了万有的神。那么,王啊,让我们也来看看犹太人,以便明了他们自己关于神又有怎样的认识。因为这些人是亚伯拉罕、以撒和雅各的后裔,曾寄居在埃及。神用大能的手和高举的膀臂,藉着他们的立法者摩西将他们从那里领出来,并藉着许多奇事与神迹向他们彰显了自己的权能。然而他们自己也表现得忘恩负义且毫无用处,屡次侍奉外邦人的崇拜对象,并杀害了差遣到他们那里的先知和义人。及至神的儿子乐意降临世上之时,他们狂妄地凌辱祂,将祂交与罗马总督彼拉多并定祂十字架死罪,丝毫不顾惜祂的恩惠以及祂在他们中间所行的无数奇迹。因此他们因自己的违法而归于灭亡。因为他们如今固然敬拜独一全能的神,却不是按着真知识;因为他们否认神的儿子基督,与外邦人无异,即便他们似乎在某种程度上临近那已被他们自己推远的真理。关于犹太人的情况便是如此。而基督徒则从主耶稣基督追溯其世系。祂被公认为至高神的儿子,在圣灵中
- 27.251οὐκ ὤφειλεν θεὸς θεὸν διώκειν
直陈式未完成过去时 ὤφειλεν 搭配现在时不定式 διώκειν,表示与过去事实相反的应然义务('神本不应当追捕神')。作者以此构成归谬法,论证多神教中所谓诸神合一的神性根本不能成立。
- 27.252κἂν ἐγγίζειν πως τῇ ἀληθείᾳ δοκῶσιν, ἧς ἑαυτοὺς ἐμάκρυναν
κἂν 为 καὶ ἐάν 的缩合,引出带有虚拟式 δοκῶσιν 的让步状语从句('即使他们看似……')。关系代词 ἧς 指代先行词 ἀληθείᾳ,在从句中作为及物动词 ἐμάκρυναν 所要求的属格分离补足语('使自己远离了那真理')。
