- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:27.248-27.250
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者通过列举阿耳忒弥斯打猎的荒谬、阿佛洛狄忒的通奸与哀恸,以及阿多尼斯惨死时的无能为力来痛斥希腊神话,继而驳斥埃及人沉迷于伊西斯与奥西里斯的悲惨神话以及敬拜飞禽走兽与草木的极端愚昧。
ὅπως θηρεύσει ἔλαφον ἢ κάπρον. πῶς οὖν ἔσται θεὸς ἡ τοιαύτη γυνὴ καὶ κυνηγὸς καὶ ῥεμβομένη μετὰ τῶν κυνῶν; Ἀφροδίτην δὲ λέγουσι καὶ αὐτὴν θεὰν εἶναι μοιχαλίδα. ποτὲ γὰρ ἔσχε μοιχὸν τὸν Ἄρην, ποτὲ δὲ Ἀγχίσην, ποτὲ δὲ Ἄδωνιν, οὗτινος καὶ τὸν θάνατον κλαίει, ζητοῦσα τὸν ἐραστὴν αὐτῆς· ἣν λέγουσιν καὶ εἰς ᾍδου καταβαίνειν, ὅπως ἐξαγοράσῃ τὸν Ἄδωνιν ἀπὸ τῆς Περσεφόνης. εἶδες, ὧ βασιλεῦ, μείζονα ταύτης ἀφροσύνην; θεὰν παρεισάγειν τὴν μοιχεύουσαν καὶ θρηνοῦσαν καὶ κλαίουσαν;1 Ἄδωνιν δὲ παρεισάγουσι θεὸν εἶναι κυνηγόν, καὶ τοῦτον βιαίως ἀποθανεῖν πληγέντα ὑπὸ τοῦ ὑός, καὶ μὴ δυνηθέντα βοηθῆσαι τῇ ταλαιπωρίᾳ ἑαυτοῦ. Πῶς οὖν τῶν ἀνθρώπων φροντίδα ποιήσεται ὁ μοιχὸς καὶ κυνηγὸς καὶ βιοθάνατος; Ταῦτα πάντα καὶ πολλὰ τοιαῦτα καὶ πολλῷ πλεῖον αἰσχρότερα καὶ πονηρὰ παρεισήγαγον οἱ Ἕλληνες, βασιλεῦ, περὶ τῶν θεῶν αὐτῶν, ἃ οὔτε λέγειν θέμις, οὔτ’ ἐπὶ μνήμης ὅλως φέρειν· ὅθεν λαμβάνοντες οἱ ἄνθρωποι ἀφορμὴν ἀπὸ τῶν θεῶν αὐτῶν ἔπραττον πᾶσαν ἀνομίαν καὶ ἀσέλγειαν καὶ ἀσέβειαν, καταμιαίνοντες γῆν τε καὶ ἀέρα ταῖς δειναῖς αὐτῶν πράξεσιν.
为了猎捕鹿或野猪。那么,这样一个既是猎人又与猎犬一同游荡的女子,怎能是神呢?他们还说阿佛洛狄忒自己也是个行奸淫的女神。因为她有时与阿瑞斯通奸,有时与安喀塞斯,有时又与阿多尼斯通奸,她因寻觅自己的情人而为后者的死痛哭流涕;他们还说她甚至下到冥府,以便从珀耳塞福涅那里赎回阿多尼斯。王啊,你可见过比这更大的愚妄吗?竟然把一个行奸淫、哀号且啼哭的女子引入为女神!他们又引入阿多尼斯为猎人神,说此人被野猪击伤而惨死,连自己的苦难都无法相救。那么,一个奸夫、猎人且遭横死者,又怎会眷顾人类呢?希腊人关于他们的诸神引入了这一切以及许多诸如此类、甚至更为可耻和邪恶的事,王啊,这些事既不可言说,也全然不可记起;人类便从他们自己的神明那里获得借口,行尽各样不法、放荡与不敬,以其可怕的行径玷污了大地与虚空。
Αἰγύπτιοι δέ, ἀβελτερώτεροι καὶ ἀφρονέστεροι τούτων ὄντες, χεῖρον πάντων τῶν ἐθνῶν ἐπλανήθησαν. οὐ γὰρ ἠρκέσθησαν τοῖς τῶν Χαλδαίων καὶ Ἑλλήνων σεβάσμασιν, ἀλλ’ ἔτι καὶ ἄλογα ζῷα παρεισήγαγον θεοὺς εἶναι χερσαῖά τε καὶ ἔνυδρα, καὶ τὰ φυτὰ καὶ βλαστά, καὶ ἐμιάνθησαν ἐν πάσῃ μανίᾳ καὶ ἀσελγείᾳ χεῖρον πάντων τῶν ἐθνῶν ἐπὶ τῆς γῆς. ἀρχῆθεν γὰρ ἐσέβοντο τὴν Ἴσιν, ἔχουσαν ἀδελφὸν καὶ ἄνδρα τὸν Ὄσιριν, τὸν σφαγέντα ὑπὸ τοῦ ἀδελφοῦ αὐτοῦ Τύφωνος. καὶ διὰ τοῦτο φεύγει ἡ Ἴσις μετὰ Ὥρου τοῦ υἱοῦ αὐτῆς εἰς Βύβλον τῆς Συρίας, ζητοῦσα τὸν Ὄσιριν, πικρῶς θρηνοῦσα, ἕως ηὔξησεν ὁ Ὧρος καὶ ἀπέκτεινε τὸν Τύφωνα. οὔτε οὖν ἡ Ἴσις ἴσχυσε βοηθῆσαι τῷ ἰδίῳ ἀδελφῷ καὶ ἀνδρί· οὔτε ὁ Ὄσιρις σφαζόμενος ὑπὸ τοῦ Τύφωνος ἠδυνήθη ἀντιλαβέσθαι ἑαυτοῦ· οὔτε Τύφων ὁ ἀδελφοκτόνος, ἀπολλύμενος ὑπὸ τοῦ Ὥρου καὶ τῆς Ἴσιδος, εὐπόρησε ῥύσασθαι ἑαυτὸν τοῦ θανάτου. καὶ ἐπὶ τοιούτοις ἀτυχήμασι γνωρισθέντες2 αὐτοὶ θεοὶ ὑπὸ τῶν ἀσυνέτων Αἰγυπτίων ἐνομίσθησαν.
而埃及人比这些人更加愚蠢无知,陷入了比所有民族都更为严重的迷妄之中。因为他们不满足于迦勒底人与希腊人的崇拜对象,反而进一步把没有理性的动物——无论是陆生的还是水生的,乃至植物与嫩芽——引入为神,并在一应狂乱与放荡中玷污了自己,甚于地上的一切民族。因为他们从起初就崇拜伊西斯,她有奥西里斯为兄长兼丈夫,而奥西里斯被其兄弟堤丰所屠戮。为此,伊西斯带着儿子荷鲁斯逃往叙利亚的比布罗斯,痛切哀哭着寻觅奥西里斯,直到荷鲁斯长大成人杀死了堤丰。因此,伊西斯无力拯救自己的兄长兼丈夫;奥西里斯在被堤丰屠戮时,也无法自救;弑兄的堤丰在被荷鲁斯与伊西斯消灭时,亦无法使自己逃脱死亡。他们因这些不幸遭遇而为人所知,却被愚钝的埃及人奉为了神明。
Οἵτινες, μηδ’ ἐν τούτοις ἀρκεσθέντες ἢ τοῖς λοιποῖς σεβάσμασι τῶν ἐθνῶν, καὶ τὰ ἄλογα ζῷα παρεισήγαγον θεοὺς εἶναι. τινὲς γὰρ αὐτῶν ἐσεβάσθησαν πρόβατον, τινὲς δὲ τράγον, ἕτεροι δὲ μόσχον καὶ τὸν χοῖρον, ἄλλοι δὲ τὸν κόρακα καὶ τὸν ἱέρακα καὶ τὸν γῦπα καὶ τὸν ἀετόν, καὶ ἄλλοι τὸν κροκόδειλον, τινὲς δὲ τὸν αἴλουρον καὶ τὸν κύνα, καὶ τὸν λύκον καὶ τὸν πίθηκον, καὶ τὸν δράκοντα καὶ τὴν ἀσπίδα, καὶ ἄλλοι τὸ κρόμυον καὶ τὸ σκόροδον καὶ ἀκάνθας, καὶ τὰ λοιπὰ κτίσματα. καὶ οὐκ αἰσθάνονται οἱ ταλαίπωροι περὶ πάντων τούτων ὅτι οὐδὲν ἰσχύουσιν.3 ὁρῶντες γὰρ τοὺς θεοὺς αὐτῶν βιβρωσκομένους ὑπὸ ἑτέρων ἀνθρώπων καὶ καιομένους καὶ σφαττομένους καὶ σηπομένους, οὐ συνῆκαν περὶ αὐτῶν ὅτι οὐκ εἰσὶ θεοί. Πλάνην οὖν μεγάλην ἐπλανήθησαν οἵ τε Αἰγύπτιοι καὶ οἱ Χαλδαῖοι καὶ οἱ Ἕλληνες τοιούτους παρεισάγοντες θεούς, καὶ ἀγάλματα αὐτῶν ποιοῦντες, καὶ θεοποιούμενοι τὰ κωφὰ καὶ ἀναίσθητα εἴδωλα. καὶ θαυμάζω πῶς ὁρῶντες τοὺς θεοὺς αὐτῶν ὑπὸ τῶν δημιουργῶν πριζομένους καὶ πελεκωμένους, παλαιουμένους τε ὑπὸ τοῦ χρόνου καὶ ἀναλυομένους, καὶ χωνευομένους, οὐκ ἐφρόνησαν περὶ αὐτῶν ὅτι οὐκ εἰσὶ θεοί. ὅτε γὰρ περὶ τῆς ἰδίας σωτηρίας οὐδὲν ἰσχύουσι, πῶς τῶν ἀνθρώπων πρόνοιαν ποιήσονται; ἀλλ’ οἱ ποιηταὶ αὐτῶν καὶ φιλόσοφοι, τῶν τε Χαλδαίων καὶ Ἑλλήνων καὶ Αἰγυπτίων, θελήσαντες τοῖς ποιήμασιν αὐτῶν καὶ συγγραφαῖς σεμνῦναι τοὺς παρ’ αὐτοῖς θεούς, μειζόνως τὴν αἰσχύνην αὐτῶν ἐξεκάλυψαν καὶ γυμνὴν πᾶσι προὔθηκαν. εἰ γὰρ τὸ σῶμα τοῦ ἀνθρώπου πολυμερὲς ὂν οὐκ ἀποβάλλεταί τι τῶν
这些人甚至不满足于这些神祇或各民族其余的崇拜对象,还将无理性的动物引入为神。因为他们当中有人崇拜绵羊,有人崇拜公山羊,另一些人崇拜牛犊与猪,还有人崇拜渡鸦、鹰、鹫和雕,另有人崇拜鳄鱼,有些人崇拜猫与狗,以及狼与猿猴,乃至大蛇与毒蛇,还有人崇拜洋葱、大蒜、荆棘以及其余被造之物。这些可怜的人对这一切毫无察觉,不知它们毫无能力。因为他们亲眼看着自己的神明被其他人吞食、焚烧、宰杀和腐烂,却依然不能就它们领悟到它们并非神明。因此,埃及人、迦勒底人与希腊人引入这样的神明,为他们制作雕像,并将聋哑无知的偶像神化,陷入了极大的迷妄之中。我很诧异,他们看着自己的神明被工匠锯开、斧凿,随时间老旧、分解并熔化,怎么就想不到它们根本不是神。因为它们对于自身的拯救尚且毫无能力,又怎会眷顾人类呢?然而,无论是迦勒底人、希腊人还是埃及人,他们的诗人与哲学家本想通过自己的诗歌与著作尊崇本族的神明,反而更加揭露了他们的耻辱,并赤裸裸地摆在众人面前。因为如果人的身体纵然由许多部分构成,也不丢弃其中的任何
- 27.248θεὰν παρεισάγειν τὴν μοιχεύουσαν καὶ θρηνοῦσαν καὶ κλαίουσαν;
该不定式短语同格补充前一句修辞反问中指示代词“ταύτης”的具体内容(“εἶδες... μείζονα ταύτης ἀφροσύνην;”)。不定式“παρεισάγειν”支配宾格短语“τὴν μοιχεύουσαν...”作直接宾语,“θεὰν”作谓语宾格,具体指明何为“更大的愚妄”。
- 27.249ἐπὶ τοιούτοις ἀτυχήμασι γνωρισθέντες
介词短语“ἐπὶ τοιούτοις ἀτυχήμασι”以与格表示依据、原因或伴随情况(“基于此等不幸”)。被动分词“γνωρισθέντες”(主格阳性复数)修饰主语“αὐτοὶ”,点出极其讽刺的逻辑悖论:他们恰恰是因自身的惨败与不幸而为人所知,却反被奉为了神明。
- 27.250περὶ πάντων τούτων ὅτι οὐδὲν ἰσχύουσιν
前置预取结构(prolepsis)。从属从句的主题成分被提前,以介词短语“περὶ πάντων τούτων”的形式直接挂在主动词“αἰσθάνονται”之下,其语义等同于“ὅτι πάντα ταῦτα οὐδὲν ἰσχύει”(意识到这一切毫无力量)。后文的“περὶ αὐτῶν ὅτι οὐκ εἰσὶ θεοί”亦为相同的预取句式。
