- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:27.245-27.247
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者审视了希腊神话中的诸神,通过揭露宙斯的乱伦、变形与通奸,以及赫菲斯托斯、赫耳墨斯、阿斯克勒庇俄斯、阿瑞斯、狄俄倪索斯、赫拉克勒斯和阿波罗等神的残缺、道德罪恶与苦难,驳斥了他们身为神明的可能。
δήσας οὖν τὸν ἴδιον πατέρα ὁ Ζεὺς ἔβαλεν εἰς τὸν Τάρταρον. ὁρᾷς τὴν πλάνην καὶ ἀσέλγειαν ἣν παρεισάγουσι κατὰ τοῦ θεοῦ αὐτῶν; ἐνδέχεται οὖν θεὸν εἶναι δέσμιον καὶ ἀπόκοπον; ὦ τῆς ἀνοίας· τίς τῶν νοῦν ἐχόντων ταῦτα φήσειεν;1 Δεύτερος παρεισάγεται ὁ Ζεύς, ὅν φασι βασιλεῦσαι τῶν θεῶν αὐτῶν, καὶ μεταμορφοῦσθαι εἰς ζῷα, ὅπως μοιχεύσῃ θνητὰς γυναῖκας. παρεισάγουσι γὰρ τοῦτον μεταμορφούμενον εἰς ταῦρον πρὸς Εὐρώπην, καὶ εἰς χρυσὸν πρὸς Δανάην, καὶ εἰς κύκνον πρὸς Λήδαν, καὶ εἰς σάτυρον πρὸς Ἀντιόπην, καὶ εἰς κεραυνὸν πρὸς Σεμέλην· εἶτα γενέσθαι ἐκ τούτων τέκνα πολλά, Διόνυσον, καὶ Ζῆθον καὶ Ἀμφίονα, καὶ Ἡρακλῆν, καὶ Ἀπόλλωνα καὶ Ἄρτεμιν, καὶ Περσέα, Κάστορά τε καὶ Ἑλένην καὶ Πολυδεύκην, καὶ Μίνωα, καὶ Ῥαδάμανθον, καὶ Σαρπηδόνα, καὶ τὰς ἐννέα θυγατέρας ἃς προσηγόρευσαν Μούσας. Εἶθ’ οὕτως παρεισάγουσι τὰ κατὰ τὸν Γανυμήδην. συνέβη οὖν, βασιλεῦ, τοῖς ἀνθρώποις μιμεῖσθαι ταῦτα πάντα, καὶ γίνεσθαι μοιχοὺς καὶ ἀρρενομανεῖς, καὶ ἄλλων δεινῶν ἔργων ἐργάτας, κατὰ μίμησιν τοῦ θεοῦ αὐτῶν. πῶς οὖν ἐνδέχεται θεὸν εἶναι μοιχὸν ἢ ἀνδροβάτην ἢ πατροκτόνον; Σὺν τούτῳ δὲ καὶ Ἥφαιστόν τινα παρεισάγουσι θεὸν εἶναι, καὶ τοῦτον χωλόν, καὶ κρατοῦντα σφῦραν καὶ πυρόλαβον, καὶ χαλκεύοντα χάριν τροφῆς. ἄρα ἐπιδεής ἐστιν· ὅπερ οὐκ ἐνδέχεται θεὸν εἶναι χωλὸν καὶ προσδεόμενον ἀνθρώπων.2 Εἶτα τὸν Ἑρμῆν παρεισάγουσι θεὸν εἶναι ἐπιθυμητὴν καὶ κλέπτην καὶ πλεονέκτην καὶ μάγον, καὶ κυλλὸν καὶ λόγων ἑρμηνευτήν. ὅπερ οὐκ ἐνδέχεται θεὸν εἶναι τοιοῦτον. Τὸν δὲ Ἀσκληπιὸν παρεισάγουσι θεὸν εἶναι, ἰατρὸν ὄντα καὶ κατασκευάζοντα φάρμακα καὶ σύνθεσιν ἐμπλάστρων, χάριν τροφῆς ʽἐπενδεὴς γὰρ ἦν̓, ὕστερον δὲ κεραυνοῦσθαι αὐτὸν ὑπὸ τοῦ Διὸς διὰ Τυνδάρεων Λακεδαίμονος υἱόν, καὶ ἀποθανεῖν. εἰ δὲ Ἀσκληπιὸς θεὸς ὢν καὶ κεραυνωθεὶς οὐκ ἠδυνήθη ἑαυτῷ βοηθῆσαι, πῶς ἄλλοις βοηθήσει; Ἄρης δὲ παρεισάγεται θεὸς εἶναι πολεμιστὴς καὶ ζηλωτής, καὶ ἐπιθυμητὴς θρεμμάτων καὶ ἑτέρων τινῶν· ὕστερον δὲ αὐτὸν μοιχεύοντα τὴν Ἀφροδίτην δεθῆναι αὐτὸν3 ὑπὸ τοῦ νηπίου Ἔρωτος καὶ ὑπὸ Ἡφαίστου. πῶς οὖν θεός ἐστιν ὁ ἐπιθυμητὴς καὶ πολεμιστὴς καὶ δέσμιος καὶ μοιχός; Τὸν δὲ Διόνυσον παρεισάγουσι θεὸν εἶναι, νυκτερινὰς ἄγοντα ἑορτὰς καὶ διδάσκαλον μέθης, καὶ ἀποσπῶντα τὰς τῶν πλησίον γυναῖκας, καὶ μαινόμενον καὶ φεύγοντα· ὕστερον δὲ αὐτὸν σφαγῆναι ὑπὸ τῶν Τιτάνων. εἰ οὖν Διόνυσος σφαγεὶς οὐκ ἠδυνήθη ἑαυτῷ βοηθῆσαι, ἀλλὰ καὶ μαινόμενος ἦν καὶ μέθυσος καὶ δραπέτης, πῶς ἂν εἴη θεός; Τὸν δὲ Ἡρακλῆν παρεισάγουσι μεθυσθῆναι καὶ μανῆναι, καὶ τὰ ἴδια τέκνα σφάξαι, εἶτα πυρὶ ἀναλωθῆναι καὶ οὕτως ἀποθανεῖν. πῶς δ’ ἂν εἴη θεός, μέθυσος καὶ τεκνοκτόνος, καὶ κατακαιόμενος; ἢ πῶς ἄλλοις βοηθήσει, ἑαυτῷ βοηθῆσαι μὴ δυνηθείς; Τὸν δὲ Ἀπόλλωνα παρεισάγουσι θεὸν εἶναι ζηλωτήν, ἔτι δὲ καὶ τόξον καὶ φαρέτραν κρατοῦντα, ποτὲ δὲ καὶ κιθάραν καὶ ἐπαυθίδα, καὶ μαντευόμενον τοῖς ἀνθρώποις χάριν μισθοῦ. ἄρα ἐπενδεής ἐστιν· ὅπερ οὐκ ἐνδέχεται θεὸν εἶναι ἐνδεῆ καὶ ζηλωτὴν καὶ κιθαρῳδόν. Ἄρτεμιν δὲ παρεισάγουσιν ἀδελφὴν αὐτοῦ εἶναι, κυνηγὸν οὖσαν, καὶ τόξον ἔχειν μετὰ φαρέτρας, καὶ ταύτην ῥέμβεσθαι κατὰ τῶν ὀρέων μόνην μετὰ τῶν κυνῶν,
于是宙斯捆绑了自己的亲生父亲,将其打入塔尔塔罗斯。你岂看不出他们关于自己的神明所引入的迷妄与放荡吗?神难道可能是被捆绑的和被阉割的吗?何等愚昧!凡有理智的人,谁会说出这样的话呢?其次被引入的是宙斯,他们说他统领他们的诸神,且为了与凡间女子通奸而变形为动物。因为他们引入他为了欧罗巴而变形为公牛,为了达那厄而变成黄金,为了勒达而变成天鹅,为了安提俄佩而变成萨堤洛斯,为了塞墨勒而变成雷霆;随后从这些女子生出了许多儿女:狄俄倪索斯、仄托斯与安菲翁、赫拉克勒斯、阿波罗与阿耳忒弥斯、珀尔修斯、卡斯托耳与海伦及波吕丢刻斯、米诺斯、拉达曼托斯、萨耳珀冬,以及他们称之为缪斯的九个女儿。随后他们又以同样的方式引入了关于伽倪墨得斯的事。因此,王啊,人类便去效法这一切,仿照他们的神而成为奸夫、好男色者以及其他可怖恶行的作恶者。那么,神又怎能是通奸者、好男色者或弑父者呢?与他一同,他们还引入某个赫菲斯托斯为神,且说此人是瘸腿的,手握铁锤与火钳,为了谋求生计而做铁匠。可见他是匮乏的;然而,神绝不可能是瘸腿且需要倚赖人类的。接着他们引入赫耳墨斯为神,说他是充满贪欲的、盗贼、贪婪者、行巫术者,身有残疾且是言语的阐释者。神绝不可能是这等模样。他们又引入阿斯克勒庇俄斯为神,说他是医生,为了生计而制作药物并配制膏药(因为他是匮乏的),后来由于拉刻代蒙之子廷达瑞俄斯的缘故被宙斯用雷霆击中而死。如果阿斯克勒庇俄斯身为神明,被雷击中时却连自己都无法相助,又怎能去帮助别人呢?阿瑞斯则被引入为神,是个战士且心怀嫉妒,贪图牲畜及其他某些事物;后来他在与阿佛洛狄忒通奸时,被幼童厄洛斯与赫菲斯托斯捆绑起来。那么,一个贪婪、好战、被囚禁且行奸淫的,怎能是神呢?他们又引入狄俄倪索斯为神,说他主持夜间的狂欢节,是醉酒的教师,夺走邻人的妻子,癫狂且逃亡;后来他被提坦神所屠戮。因此,如果狄俄倪索斯被屠戮后连自己都无法相救,反而是癫狂者、醉汉和逃亡者,他又怎能是神呢?他们又引入赫拉克勒斯,说他酩酊大醉并陷入癫狂,屠杀了亲生骨肉,随后被火吞噬,就这样死去。一个醉汉、杀子者且被焚毁的人,又怎能是神呢?或者说,一个连自己都无法搭救的人,又怎能去搭救别人呢?他们又引入阿波罗为心怀嫉妒的神,而且手持弓箭与箭囊,有时还携着齐特拉琴与芦笛,为了报酬而给人类占卜。可见他是匮乏的;然而,神绝不可能是匮乏的、嫉妒的且是弹琴乐师。他们又引入阿耳忒弥斯为他的妹妹,说她是猎人,带着弓箭与箭囊,独自带着猎犬漫游在群山之间,
- 27.245τίς τῶν νοῦν ἐχόντων ταῦτα φήσειεν;
未带 ἄν 的单纯希求语气(φήσειεν)在修辞性疑问句中表示潜在可能(“谁会说出这些话呢?”)。在后古典时期的希腊语散文中,潜在希求语气有时会省略小词 ἄν。
- 27.246ὅπερ οὐκ ἐνδέχεται θεὸν εἶναι χωλὸν καὶ προσδεόμενον ἀνθρώπων
中性关系代词 ὅπερ 指代前句推论的整件事(ἄρα ἐπιδεής ἐστιν),并与后接的带不定词的宾格结构(θεὸν εἶναι...)同格结合,充当无人称动词 οὐκ ἐνδέχεται 的主语内容。
- 27.247ὕστερον δὲ αὐτὸν μοιχεύοντα τὴν Ἀφροδίτην δεθῆναι αὐτὸν
在“宾格加不定词”结构(δεθῆναι)中,位于分词短语开头(αὐτὸν μοιχεύοντα...)的代词宾格主语 αὐτόν,在被动不定词 δεθῆναι 之前被赘述重复。这是由于中间插入成分隔开后为了明确主语而出现的复指现象。
