- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:27.242-27.244
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
说话者通过阐明地、水、火、风、日、月及人类皆服从必然性且可朽坏,驳斥了元素崇拜,进而转而揭露希腊人虚构不道德的神明以掩盖自身罪恶的愚昧。
φθείρεται καὶ αὐτὴ καὶ οἱ καρποὶ αὐτῆς. καταπατεῖται δὲ ὑπό τε ἀνθρώπων καὶ τῶν λοιπῶν ζῴων, αἵμασι φονευομένων μιαίνεται, διορύσσεται, νεκρῶν θήκη γίνεται σωμάτων. τούτων οὕτως ὄντων, οὐκ ἐνδέχεται τὴν γῆν εἶναι θεὰν ἀλλ’ ἔργον Θεοῦ εἰς χρῆσιν ἀνθρώπων. Οἱ δὲ νομίζοντες τὸ ὕδωρ εἶναι θεὸν ἐπλανήθησαν. καὶ αὐτὸ γὰρ εἰς χρῆσιν τῶν ἀνθρώπων γέγονε, καὶ κατακυριεύεται ὑπ’ αὐτῶν, μιαίνεται καὶ φθείρεται, καὶ ἀλλοιοῦται ἑψόμενον καὶ ἀλλασσόμενον χρώμασι, καὶ ὑπὸ τοῦ κρύους πηγνύμενον, καὶ εἰς πάντων τῶν ἀκαθάρτων πλύσιν ἀγόμενον. διὸ ἀδύνατον τὸ ὕδωρ εἶναι θεὸν ἀλλ’ ἔργον Θεοῦ. Οἱ δὲ νομίζοντες τὸ πῦρ εἶναι θεὸν πλανῶνται. καὶ αὐτὸ γὰρ εἰς χρῆσιν ἐγένετο ἀνθρώπων. καὶ κατακυριεύεται ὑπ’ αὐτῶν, περιφερόμενον ἐκ τόπου εἰς τόπον εἰς ἕψησιν καὶ ὄπτησιν παντοδαπῶν κρεῶν, ἔτι δὲ καὶ νεκρῶν σωμάτων. φθείρεται δὲ καὶ κατὰ πολλοὺς τρόπους, ὑπὸ τῶν ἀνθρώπων σβεννύμενον. διὸ οὐκ ἐνδέχεται τὸ πῦρ εἶναι θεὸν ἀλλ’ ἔργον Θεοῦ. Οἱ δὲ νομίζοντες τὴν τῶν ἀνέμων πνοὴν εἶναι θεὰν πλανῶνται· φανερὸν γάρ ἐστιν ὅτι δουλεύει ἑτέρῳ, καὶ χάριν τῶν ἀνθρώπων κατεσκεύασται ὑπὸ τοῦ Θεοῦ πρὸς μεταγωγὴν πλοίων καὶ συγκομιδὰς τῶν σιτίων, καὶ εἰς λοιπὰς αὐτῶν χρείας αὔξει τε καὶ λήγει, κατ’ ἐπιταγὴν Θεοῦ. διὸ οὐ νενόμισται τὴν τῶν ἀνέμων πνοὴν εἶναι θεὰν ἀλλ’ ἔργον Θεοῦ. Οἱ δὲ νομίζοντες τὸν ἥλιον εἶναι θεὸν πλανῶνται. ὁρῶμεν γὰρ αὐτὸν κινούμενον κατὰ ἀνάγκην καὶ τρεπόμενον, καὶ μεταβαίνοντα ἀπὸ σημείου εἰς σημεῖον, δύνοντα καὶ ἀνατέλλοντα, τοῦ θερμαίνειν1 τὰ φυτὰ καὶ βλαστὰ εἰς χρῆσιν τῶν ἀνθρώπων, ἔτι δὲ καὶ μερισμοὺς ἔχοντα μετὰ τῶν λοιπῶν ἀστέρων, καὶ ἐλάττονα ὄντα τοῦ οὐρανοῦ πολὺ, καὶ ἐκλείποντα τοῦ φωτός, καὶ μηδεμίαν αὐτοκράτειαν ἔχοντα. διὸ οὐ νενόμισται τὸν ἥλιον εἶναι θεὸν ἀλλ’ ἔργον Θεοῦ. Οἱ δὲ νομίζοντες τὴν σελήνην εἶναι θεὰν πλανῶνται. ὁρῶμεν γὰρ αὐτὴν κινουμένην κατὰ ἀνάγκην καὶ τρεπομένην, καὶ μεταβαίνουσαν ἀπὸ σημείου εἰς σημεῖον, δύνουσάν τε καὶ ἀνατέλλουσαν εἰς χρείαν τῶν ἀνθρώπων, καὶ ἐλάττονα οὖσαν τοῦ ἡλίου, αὐξομένην τε καὶ μειουμένην, καὶ ἐκλείψεις ἔχουσαν. διὸ οὐ νενόμισται τὴν σελήνην εἶναι θεὰν ἀλλ’ ἔργον Θεοῦ. Οἱ δὲ νομίζοντες τὸν ἄνθρωπον εἶναι θεὸν πλανῶνται. ὁρῶμεν γὰρ αὐτὸν κινούμενον κατὰ ἀνάγκην, καὶ τρεφόμενον καὶ γηράσκοντα, καὶ μὴ θέλοντος αὐτοῦ. καί ποτε μὲν χαίρει, ποτὲ δὲ λυπεῖται, δεόμενος βρωμάτων καὶ ποτοῦ καὶ ἐσθῆτος. εἶναι δὲ αὐτὸν ὀργίλον2 καὶ ζηλωτὴν καὶ ἐπιθυμητήν, καὶ μεταμελόμενον, καὶ πολλὰ ἐλαττώματα ἔχοντα. φθείρεται δὲ κατὰ πολλοὺς τρόπους, ὑπὸ στοιχείων καὶ ζῴων, καὶ τοῦ ἐπικειμένου αὐτῷ θανάτου. οὐκ ἐνδέχεται οὖν εἶναι τὸν ἄνθρωπον θεὸν ἀλλ’ ἔργον Θεοῦ. πλάνην οὖν μεγάλην ἐπλανήθησαν οἱ Χαλδαῖοι, ὀπίσω τῶν ἐπιθυμημάτων αὐτῶν. σέβονται γὰρ τὰ φθαρτὰ στοιχεῖα καὶ τὰ νεκρὰ ἀγάλματα, καὶ οὐκ αἰσθάνονται ταῦτα θεοποιούμενοι.3
大地自身及其产物皆归于毁灭。它被人类及其他动物践踏,被被杀之人的血所玷污,被挖掘穿凿,成为死人尸体的墓穴。情况既是如此,大地绝不可能是女神,而是供人类使用的神的作为。 那些认为水是神的,也陷入了迷误。因为水也是为了人类的使用而造的,受人类支配,被玷污和毁坏,在被煮沸和被色素改变时发生变异,因寒冷而凝固,并被用来洗涤一切不洁之物。因此,水绝不可能是神,而是神的作为。 那些认为火是神的人,陷入了迷误。因为火也是为了人类的使用而产生的。它受人类支配,为了烹煮和炙烤各种肉类甚至死人尸体而被从一处运往另一处。它又以多种方式因被人扑灭而归于消亡。因此,火不可能是神,而是神的作为。 那些认为风的吹拂是女神的人,陷入了迷误;因为显而易见,风服从于另一位,且为了人类的缘故,被神造出用以运载舟船和收纳粮食,并为了人类的其他需要,依神的吩咐而增强或停息。因此,风的吹拂不可被认为是女神,而是神的作为。 那些认为太阳是神的人,陷入了迷误。因为我们看见它循必然性运动并转向,从一个星宿运行到另一个星宿,升起沉落,以温暖草木禾苗供人类使用,此外它与其余星宿分担职分,远比天体渺小,光芒亦会亏蚀,并不具备任何独裁之权。因此,太阳不可被认为是神,而是神的作为。 那些认为月亮是女神的人,陷入了迷误。因为我们看见它循必然性运动并转向,从一个星宿运行到另一个星宿,为了人类的需要沉落与升起,且小于太阳,有盈有亏,并发生月食。因此,月亮不可被认为是女神,而是神的作为。 那些认为人是神的人,陷入了迷误。因为我们看见人循必然性活动,受抚育且衰老,哪怕其自身并不情愿。他有时欢喜,有时忧伤,需要食物、饮料和衣物。我们看见他是易怒的、嫉妒的、充满欲望的,常常悔恨,并有诸多缺陷。他以多种方式受制于元素、兽类以及降临于其身的死亡而灭亡。因此,人绝不可能是神,而是神的作为。因此,迦勒底人随从自己的私欲陷入了极大的迷误。因为他们敬拜可朽坏的元素和无生命的雕像,却并未觉察到自己将这些东西奉为神明。
Ἔλθωμεν οὖν ἐπὶ τοὺς Ἕλληνας, ἵνα ἴδωμεν εἴ τι φρονοῦσι περὶ Θεοῦ. οἱ οὖν Ἕλληνες σοφοὶ λέγοντες εἶναι4 ἐμωράνθησαν χεῖρον τῶν Χαλδαίων, παρεισάγοντες πολλοὺς θεοὺς γεγενῆσθαι, τοὺς μὲν ἄρρενας, τοὺς δὲ θηλείας, παντοίων παθῶν καὶ παντοδαπῶν δημιουργοὺς ἀνομημάτων. ὅθεν γελοῖα καὶ μωρὰ καὶ ἀσεβῆ παρεισήγαγον οἱ Ἕλληνες, βασιλεῦ, ῥήματα, τοὺς μὴ ὄντας προσαγορεύοντες θεούς, κατὰ τὰς ἐπιθυμίας αὐτῶν τὰς πονηράς, ἵνα, τούτους συνηγόρους ἔχοντες τῆς κακίας, μοιχεύωσιν, ἁρπάζωσι, φονεύωσι, καὶ τὰ πάνδεινα ποιῶσιν. εἰ γὰρ οἱ θεοὶ αὐτῶν τοιαῦτα ἐποίησαν, πῶς καὶ αὐτοὶ οὐ τοιαῦτα πράξουσιν; ἐκ τούτων οὖν τῶν ἐπιτηδευμάτων τῆς πλάνης συνέβη τοὺς ἀνθρώπους πολέμους ἔχειν συχνούς, καὶ σφαγὰς καὶ αἰχμαλωσίας πικράς. ἀλλὰ καὶ καθ’ ἕκαστον τῶν θεῶν αὐτῶν εἰ θελήσομεν ἐλθεῖν τῷ λόγῳ, πολλὴν ὄψει τὴν ἀτοπίαν. Ὁ πρῶτος παρεισάγεται αὐτοῖς πρὸ πάντων θεὸς ὁ λεγόμενος Κρόνος, καὶ τούτῳ θύουσι τὰ ἴδια τέκνα, ὃς ἔσχε παῖδας πολλοὺς ἐκ τῆς Ῥέας, καὶ μανεὶς ἤσθιε τὰ ἴδια τέκνα. φασὶ δὲ τὸν Δία κόψαι αὐτοῦ τὰ ἀναγκαῖα καὶ βαλεῖν εἰς τὴν θάλασσαν, ὅθεν Ἀφροδίτην μυθεύεται γεννᾶσθαι.
那么,让我们转向希腊人,好看看他们对神是否有任何合理的认识。希腊人自称聪明,反比迦勒底人更为愚拙,他们引入了有许多神明被生出的说法,有的为男,有的为女,是各样情欲与诸般罪恶的创始者。王啊,因此希腊人引进了荒谬、愚妄而不敬的言论,照着他们邪恶的欲望,把不存在者称为神明,好叫他们以这些神作为自己罪恶的辩护者,去行奸淫、抢夺、凶杀以及行一切可怖之事。因为如果他们的神明都行了这样的事,他们自己又怎能不行呢?因此,从这些迷误的行径中,人类频频发生战争、屠杀和残酷的俘掳。然而,如果我们愿意在讲论中一一查验他们的诸神,你必将看到极多的荒谬之处。他们首先摆在万神之先的神乃是所谓的克洛诺斯,他们甚至向他献祭自己的亲生骨肉;他与瑞亚生了许多儿女,却在癫狂中吞吃了自己的亲子。传说宙斯割下了他的生殖器并抛入大海,神话中阿佛洛狄忒由此而生。
- 27.243τοῦ θερμαίνειν
带冠词不定式的属格形式,表示目的(“为了使……温暖”)。在古典希腊语和通用希腊语中,带冠词不定式的属格常用于充当目的状语。
- 27.243εἶναι δὲ αὐτὸν ὀργίλον
带不定式的宾格句式,承接前文知觉动词 ὁρῶμεν(“我们看见/认识到”)的支配,表示知觉或间接陈述的内容。语序虽似独立句,但在语法上仍附属于未重复的支配动词。
- 27.243καὶ οὐκ αἰσθάνονται ταῦτα θεοποιούμενοι
知觉动词 αἰσθάνονται 带补充性分词。因分词的主语与主句主语(迦勒底人)一致,故分词 θεοποιούμενοι 取主格阳性复数,意为“他们并未觉察到自己正将这些东西奉为神明”。
- 27.244σοφοὶ λέγοντες εἶναι
主格不定式结构(谓语形容词同格):由于不定式 εἶναι 的主语与分词 λέγοντες 及全句主语(οἱ Ἕλληνες)一致,其谓语形容词 σοφοί 保持为主格,而未变为宾格(σοφούς),意为“自称聪明”。
