- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:27.239-27.241
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
纳霍尔依据宇宙的必然秩序论证了独一真正创造主的存在,将人类划分为三类(多神崇拜者、犹太人、基督徒),并指出天地等元素的有限与受造本性,着手驳斥迦勒底人将元素奉为神明的谬见。
Ἐγώ, βασιλεῦ, προνοίᾳ Θεοῦ ἦλθον εἰς τὸν κόσμον· καὶ θεωρήσας τὸν οὐρανὸν καὶ γῆν καὶ θάλασσαν, ἥλιόν τε καὶ σελήνην καὶ τὰ λοιπά, ἐθαύμασα τὴν διακόσμησιν τούτων. ἰδὼν δὲ τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ πάντα, ὅτι κατὰ ἀνάγκην κινεῖται,1 συνῆκα τὸν κινοῦντα καὶ διακρατοῦντα εἶναι Θεόν· πᾶν γὰρ τὸ κινοῦν ἰσχυρότερον τοῦ κινουμένου, καὶ τὸ διακρατοῦν ἰσχυρότερον τοῦ διακρατουμένου ἐστίν. αὐτὸν οὖν λέγω εἶναι Θεὸν τὸν συστησάμενον τὰ πάντα καὶ διακρατοῦντα, ἄναρχον καὶ ἀΐδιον, ἀθάνατον καὶ ἀπροσδεῆ, ἀνώτερον πάντων τῶν παθῶν καὶ ἐλαττωμάτων, ὀργῆς τε καὶ λήθης καὶ ἀγνοίας καὶ τῶν λοιπῶν. δι’ αὐτοῦ δὲ τὰ πάντα συνέστηκεν. οὐ χρῄζει θυσίας καὶ σπονδῆς, οὐδὲ πάντων τῶν φαινομένων· πάντες δὲ αὐτοῦ χρῄζουσι. Τούτων οὕτως εἰρημένων περὶ Θεοῦ, καθὼς ἐμὲ ἐχώρησε περὶ αὐτοῦ λέγειν,2 ἔλθωμεν καὶ ἐπὶ τὸ ἀνθρώπινον γένος, ὅπως ἴδωμεν τίνες αὐτῶν μετέχουσι τῆς ἀληθείας καὶ τίνες τῆς πλάνης.
王啊,我因神的眷顾来到这世上;当我观看了天、地、海,日、月及其余之物,便对它们的秩序惊叹不已。我看见世界及其中的一切事物皆循必然性运转,便明白那推动并维持者乃是神;因为凡推动者皆强于被推动者,凡维持者皆强于被维持者。因此,我宣称那构造并维持万有者乃是神,他是无始且永恒的,是不灭且无所求的,超乎一切受苦与缺陷之上,超乎愤怒、遗忘、无知以及其余一切。万有藉着他维系并存。他不需要祭物与奠酒,也不需要任何可见之物;但凡物都需要他。关于神的事,在我被准许谈论的限度内既已如此言明,现在就让我们转向人类,好叫我们看清他们当中究竟何者得享真理,何者陷于迷误。
φανερὸν γάρ ἐστιν ἡμῖν, ὦ βασιλεῦ, ὅτι τρία γένη εἰσὶν ἀνθρώπων ἐν τῷδε τῷ κόσμῳ· ὧν εἰσὶν οἱ τῶν παρ’ ὑμῶν λεγομένων θεῶν προσκυνηταί, καὶ Ἰουδαῖοι, καὶ Χριστιανοί· αὐτοὶ δὲ πάλιν, οἱ τοὺς πολλοὺς σεβόμενοι θεούς, εἰς τρία διαιροῦνται γένη, Χαλδαίους τε καὶ Ἕλληνας καὶ Αἰγυπτίους· οὗτοι γὰρ γεγόνασιν ἀρχηγοὶ καὶ διδάσκαλοι τοῖς λοιποῖς ἔθνεσι τῆς τῶν πολυωνύμων θεῶν λατρείας καὶ προσκυνήσεως. ἴδωμεν οὖν τίνες τούτων μετέχουσι τῆς ἀληθείας καὶ τίνες τῆς πλάνης. Οἱ μὲν γὰρ Χαλδαῖοι, οἱ μὴ εἰδότες Θεόν, ἐπλανήθησαν ὀπίσω τῶν στοιχείων καὶ ἤρξαντο σέβεσθαι τὴν κτίσιν παρὰ τὸν κτίσαντα αὐτούς· ὧν καὶ μορφώματά τινα ποιήσαντες ὠνόμασαν ἐκτυπώματα τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ τῆς θαλάσσης, ἡλίου τε καὶ σελήνης, καὶ τῶν λοιπῶν στοιχείων ἢ φωστήρων, καί, συγκλείσαντες ναοῖς, προσκυνοῦσι θεοὺς καλοῦντες, οὓς καὶ τηροῦσιν ἀσφαλῶς ἵνα μὴ κλαπῶσιν ὑπὸ λῃστῶν. καὶ οὐ συνῆκαν ὅτι πᾶν τὸ τηροῦν μεῖζον τοῦ τηρουμένου ἐστί, καὶ ὁ ποιῶν μείζων ἐστὶ τοῦ ποιουμένου· εἰ γὰρ ἀδυνατοῦσιν οἱ θεοὶ αὐτῶν περὶ τῆς ἰδίας σωτηρίας, πῶς ἄλλοις σωτηρίαν χαρίσονται; πλάνην οὖν μεγάλην ἐπλανήθησαν οἱ Χαλδαῖοι, σεβόμενοι ἀγάλματα νεκρὰ καὶ ἀνωφελῆ. καὶ θαυμάζειν μοι ἐπέρχεται, ὦ βασιλεῦ, πῶς οἱ λεγόμενοι φιλόσοφοι αὐτῶν οὐδόλως συνῆκαν ὅτι καὶ αὐτὰ τὰ στοιχεῖα φθαρτά ἐστιν. εἰ δὲ τὰ στοιχεῖα φθαρτά ἐστι καὶ ὑποτασσόμενα κατὰ ἀνάγκην, πῶς εἰσι θεοί;
王啊,我们显而易见,在这世上共有三等人:其中有侍奉在你们中间被称为神明者的,有犹太人,还有基督徒;而那些崇拜多神的人,本身又分为三类,即迦勒底人、希腊人和埃及人;因为这些人成了其余各民族崇奉与敬拜多名之神的领头人和师傅。因此,让我们看看他们当中究竟何者得享真理,何者陷于迷误。因为迦勒底人不认识神,竟随从诸元素而误入歧途,开始崇拜受造物而不拜那创造他们的主;他们甚至为这些元素造出若干形相,称之为天、地、海、日、月以及其余元素或天体的塑像,将它们封闭在庙宇中,称为神明来下拜,并严加看守,免得被盗贼偷去。他们却没有领悟,凡看守者皆大过被看守者,造之者皆大过被造之物;因为他们的神明若连自身的安危都无能为力,又怎能把拯救赐给别人呢?因此,迦勒底人因敬奉无生命且无益的雕像而陷入了极大的迷误。王啊,我不禁感到惊异,他们所谓的哲学家竟然丝毫没有领悟到,诸元素本身也是会朽坏的。如果元素会朽坏且循必然性受制,它们又怎能是神呢?
εἰ δὲ τὰ στοιχεῖα οὐκ εἰσὶ θεοί, πῶς τὰ ἀγάλματα, ἃ γέγονεν εἰς τιμὴν αὐτῶν, θεοὶ ὑπάρχουσιν; Ἔλθωμεν οὖν, ὦ βασιλεῦ, ἐπὶ αὐτὰ τὰ στοιχεῖα, ὅπως ἀποδείξωμεν περὶ αὐτῶν ὅτι οὐκ εἰσὶ θεοί, ἀλλὰ φθαρτὰ καὶ ἀλλοιούμενα, ἐκ τοῦ μὴ ὄντος παραχθέντα προστάγματι τοῦ ὄντως Θεοῦ, ὅς ἐστιν ἄφθαρτός τε καὶ ἀναλλοίωτος καὶ ἀόρατος· αὐτὸς δὲ πάντα ὁρᾷ, καί, καθὼς βούλεται, ἀλλοιοῖ καὶ μεταβάλλει. τί οὖν λέγω περὶ τῶν στοιχείων; Οἱ νομίζοντες τὸν οὐρανὸν εἶναι θεὸν πλανῶνται. ὁρῶμεν γὰρ αὐτὸν τρεπόμενον καὶ κατὰ ἀνάγκην κινούμενον, καὶ ἐκ πολλῶν συνεστῶτα· διὸ καὶ κόσμος καλεῖται. κόσμος δὲ κατασκευή ἐστί τινος τεχνίτου· τὸ κατασκευασθὲν δὲ ἀρχὴν καὶ τέλος ἔχει. κινεῖται δὲ ὁ οὐρανὸς κατὰ ἀνάγκην σὺν τοῖς αὐτοῦ φωστῆρσι· τὰ γὰρ ἄστρα τάξει καὶ διαστήματι φερόμενα ἀπὸ σημείου εἰς σημεῖον, οἱ μὲν δύουσιν, οἱ δὲ ἀνατέλλουσι,3 καὶ κατὰ καιροὺς πορείαν ποιοῦνται τοῦ ἀποτελεῖν θέρη καὶ χειμῶνας, καθὰ ἐπιτέτακται αὐτοῖς παρὰ τοῦ Θεοῦ, καὶ οὐ παραβαίνουσι τοὺς ἰδίους ὅρους, κατὰ ἀπαραίτητον φύσεως ἀνάγκην, σὺν τῷ οὐρανίῳ κόσμῳ. ὅθεν φανερόν ἐστι μὴ εἶναι τὸν οὐρανὸν θεὸν ἀλλ’ ἔργον Θεοῦ. Οἱ δὲ νομίζοντες τὴν γῆν εἶναι θεὰν ἐπλανήθησαν. ὁρῶμεν γὰρ αὐτὴν ὑπὸ τῶν ἀνθρώπων ὑβριζομένην καὶ κατακυριευομένην καὶ φυρομένην καὶ ἄχρηστον γινομένην. ἐὰν γὰρ ὀπτηθῇ, γίνεται νεκρά· ἐκ γὰρ τοῦ ὀστράκου φύεται οὐδέν. ἔτι δὲ καὶ ἐὰν ἐπὶ πλέον βραχῇ,
如果诸元素不是神,那些为荣耀它们而造的雕像又怎会是神呢?王啊,那么就让我们转向诸元素本身,好向他们证明诸元素并不是神,而是可朽且可变的,是由那真实的、不朽且不变又不可见之神依其号令从无中产生出来的;他察看万有,且照其所愿使之改变和变迁。那么关于诸元素我要说什么呢?那些认为天是神的,陷入了迷误。因为我们看见它在运转且循必然性运动,并由众多部分组成;因此它也被称为秩序宇宙。而宇宙是某个工匠的构件;凡被构制之物皆有始有终。天与它的光体一同循必然性运动;因为星宿依循秩序与间隙从一个标志行至另一个标志,有的沉落,有的升起,并按季节运行,以造成夏冬,正如神向它们所吩咐的一样,它们并不逾越自己的界限,依循本性不可抗拒的必然性,与属天的宇宙同在。由此显明,天不是神,而是神的工程。那些认为大地是女神的,也陷入了迷误。因为我们看见它受人践踏、被辖制、遭玷污并变得荒废。因为它若被烧灼,就变成死物;因为从瓦片中长不出任何东西。再者,若被过分浸湿,
- 27.239ἰδὼν δὲ τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ πάντα, ὅτι κατὰ ἀνάγκην κινεῖται
前置宾语(预取构词,prolepsis)。作分词 ἰδών 直接宾语的名词短语 τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ πάντα,在句法上预取了从属从句 ὅτι κατὰ ἀνάγκην κινεῖται 的主语。
- 27.239καθὼς ἐμὲ ἐχώρησε περὶ αὐτοῦ λέγειν
非人称用法的 χωρέω 后接带不定式的宾格(ἐμὲ ... λέγειν)结构,意为“在我被准许言说的限度内/在我能力所及的范围内”。
- 27.241τὰ γὰρ ἄστρα τάξει καὶ διαστήματι φερόμενα ἀπὸ σημείου εἰς σημεῖον, οἱ μὲν δύουσιν, οἱ δὲ ἀνατέλλουσι
伴随依意合应(constructio ad sensum)的部分同位结构。在前置的中性复数主语 τὰ ἄστρα 之后,分述短语 οἱ μὲν ... οἱ δέ 变为阳性复数,将星辰联想为阳性名词 ἀστήρ 或视作具有生命的对象。
