- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:26.236-26.239
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
国王与王子向假扮巴拉姆的纳霍尔开出了胜利与失败的严苛代价;纳霍尔察觉到自身性命难保,遂决意倒向王子一边,开始与异教修辞家们展开公开论辩。
καὶ πλανᾶσθαι τὸν Βαρλαὰμ καὶ τοὺς σὺν αὐτῷ ἐλέγξαντας, δόξης μεγίστης καὶ τιμῆς παρ’ ἡμῶν τε καὶ πάσης τυχεῖν τῆς συγκλήτου καὶ στεφάνοις νίκης καταστεφθῆναι· ἢ ἡττηθέντας σὺν πάσῃ αἰσχύνῃ κακιγκάκως θανατωθῆναι, πάντα δὲ τὰ ὑμέτερα τῷ δήμῳ δοθῆναι, ὡς ἂν παντάπασιν ἐξαρθῇ τὸ μνημόσυνον ὑμῶν ἀπὸ τῆς γῆς. τὰ μὲν γὰρ σώματα ὑμῶν θηρίοις δώσω παρανάλωμα, τὰ δὲ τέκνα ὑμῶν διηνεκεῖ καταδουλώσω δουλείᾳ. Τούτων οὕτως εἰρημένων τῷ βασιλεῖ, ὁ υἱὸς αὐτοῦ ἔφη· Κρῖμα δίκαιον σήμερον ἔκρινας, ὦ βασιλεῦ· κρατύναι Κύριος ταύτην σου τὴν γνώμην. κἀγὼ δὲ τὰ αὐτά φημι τῷ ἐμῷ διδασκάλῳ. καὶ ἐπιστραφεὶς λέγει τῷ Ναχώρ, ὃς ἐνομίζετο Βαρλαὰμ εἶναι· Οἶδας, ὦ Βαρλαάμ, ἐν τίνι με δόξῃ εὕρηκας καὶ τρυφῇ· καὶ λόγοις πλείστοις ἔπεισάς με τῶν μὲν πατρῴων ἀποστῆναι νόμων τε καὶ ἐθῶν, ἀγνώστῳ δὲ λατρεῦσαι Θεῷ, ἀρρήτων τινῶν καὶ αἰωνίων ἀγαθῶν ἐπαγγελίαις ἑλκύσας μου τὸν νοῦν τοῖς σοῖς ἐξακολουθῆσαι δόγμασι καὶ τὸν ἐμὸν παραπικρᾶναι πατέρα τε καὶ δεσπότην; νῦν οὖν ὡς ἐπὶ τρυτάνης νόμιζε σεαυτὸν ἑστάναι. εἰ μὲν γάρ, νικήσας τὴν προκειμένην πάλην, ἀληθῆ σου τὰ δόγματα δείξεις ἅ μοι ἐδίδαξας, πλανωμένους δὲ ἐλέγξεις τοὺς σήμερον ἡμῖν ἀντιπίπτοντας, σὺ μὲν δοξασθήσῃ ὡς οὐδεὶς τῶν πώποτε γεγονότων καὶ κήρυξ ἀληθείας κληθήσῃ, ἐγὼ δὲ τῇ σῇ ἐμμενῶ διδαχῇ καὶ τῷ Χριστῷ λατρεύσω, καθὰ δὴ καὶ ἐκήρυξας, μέχρι τῆς τελευταίας μου ἀναπνοῆς· εἰ δέ, ἡττηθεὶς εἴτε δόλῳ εἴτε ἀληθείᾳ, αἰσχύνης μοι σήμερον πρόξενος γένῃ, θᾶττον ἐκδικήσω μου τὴν ὕβριν, χερσὶν οἰκείαις τήν τε καρδίαν σου καὶ τὴν γλῶτταν ἐξορύξας, κυσί τε βορὰν ταῦτα σὺν τῷ λοιπῷ σου σώματι παραδούς, ἵνα παιδευθῶσι πάντες διὰ σοῦ μὴ πλανᾶν υἱοὺς βασιλέων. Τούτων ἀκούσας ὁ Ναχὼρ τῶν ῥημάτων, σκυθρωπὸς ἦν λίαν καὶ κατηφής, ὁρῶν ἑαυτὸν ἐμπίπτοντα τῷ βόθρῳ ᾧ εἰργάσατο καὶ τῇ παγίδι ᾗ ἔκρυψε συλλαμβανόμενον, καὶ τὴν ῥομφαίαν αὐτοῦ εἰς καρδίαν αὐτοῦ κατανοῶν εἰσδυομένην. Συλλογισάμενος οὖν καθ’ ἑαυτόν, τῷ τοῦ βασιλέως υἱῷ μᾶλλον ἔγνω προστεθῆναι καὶ τὰ ἐκείνου κρατῦναι, τοῦ διαφυγεῖν τὸν ἐπηρτημένον αὐτῷ κίνδυνον, ὡς ἐκείνου εὐλόγως δυναμένου τιμωρήσασθαι αὐτόν, εἴπερ παραπικραίνων εὑρεθείη.1 τὸ δὲ πᾶν τῆς θείας ἦν προνοίας σοφῶς διὰ τῶν ἐναντίων τὰ ἡμέτερα βεβαιούσης. ὡς γὰρ εἰς λόγους ἦλθον ἀλλήλοις οἱ μύσται τῶν εἰδώλων καὶ ὁ Ναχώρ, καθάπερ τις ἄλλος Βαλαὰμ ὃς ἐπὶ τοῦ Βαλάκ ποτε, ἐπαράσασθαι τὸν Ἰσραὴλ προθέμενος, πολυειδέσιν αὐτὸν εὐλόγησεν εὐλογίαις, οὕτως καὶ ὁ Ναχὼρ ἰσχυρῶς τοῖς ἀσόφοις καὶ ἀσυνέτοις σοφοῖς ἀντικαθίστατο.
并证明巴拉姆及其同行之人陷于迷误,便可从我们及全体元老院得着至大的荣耀与尊荣,并加戴胜利的冠冕;要么战败,带着一切耻辱惨遭诛杀,你们的所有财产都归民众所有,好使你们的记忆从地上彻底灭绝。因我必将你们的尸体丢给野兽吞吃,将你们的子女打入永远的奴役中。” 王这番话说完之后,他的儿子说道:“王啊,你今日作了公义的审断;愿主坚固你这心意。而我也要向我的师傅说同样的话。”于是他转身对那被认作是巴拉姆的纳霍尔说:“巴拉姆啊,你知道你是在何等的荣耀与奢华中寻见我的;你用了无数的话劝说我离开祖先的律例与风俗,去侍奉一位未识之神,用那难以言表且永恒的美福之应许引诱我的心,去听从你的教义,并惹怒我的父和主君。如今,你就当把自己看作是站在天平之上。因为你若在摆在面前的角逐中获胜,显明你教导我的教义是真理,并证明今日与我们对抗的人陷于迷误,你必得荣耀,空前绝后,并被称为真理的使者;我也必持守你的教训,侍奉基督,正如你所宣扬的,直到我的最后一口气。但你若败北,无论是因诡诈还是因真理,若今日使我蒙羞,我必亲自下手剜出你的心和舌头,将它们与你其余的尸身一同丢给狗吃,立时为我受到的屈辱复仇,好叫众人因你受到警戒,不敢迷惑王者的子孙。” 纳霍尔听了这番话,极其愁容满面,垂头丧气,眼见自己正掉入自己所掘的深坑,落入自己所设的罗网,察知自己的刀剑正刺入自己的心脏。因此他暗自盘算,决意不如归向王子的阵营,确立王子的主张,以逃避那悬在头顶的危难,因为王子若发觉被他激怒,完全有理有权将他惩处。但这全然是出于神圣的眷顾,借着敌对之人智慧地坚固我们的主张。因为当偶像的秘术师们与纳霍尔交锋时,正像另一个巴兰,即古时在巴勒手下本意是要诅咒以色列、却以诸般的祝福祝福了他们的那位;纳霍尔同样强有力地抵挡了那些愚顽而心里无知的贤士。
Καθεζομένου γὰρ τοῦ βασιλέως ἐπὶ τοῦ θρόνου, συνεδριάζοντος καὶ τοῦ υἱοῦ, καθάπερ ἔφημεν, παρεστώτων δὲ τῶν ὥσπερ ῥομφαίαν τὰς γλώσσας ἀκονησάντων ἐπὶ καθαιρέσει τῆς ἀληθείας ἀσόφων ῥητόρων, οἵ, τὸ τοῦ Ἠσαΐου, κύουσι πόνον καὶ τίκτουσιν ἀνομίαν, συνελθόντων δὲ ἀπείρων λαῶν εἰς θέαν τοῦ ἀγῶνος ὥστε μαθεῖν ὁπότερον μέρος τὴν νίκην ἀποίσεται, λέγει τῷ Ναχὼρ εἷς τῶν ῥητόρων, ὁ τῶν σὺν αὐτῷ πάντων διαφορώτατος· σὺ εἶ ὁ ἀναισχύντως οὕτως καὶ ἰταμῶς εἰς τοὺς θεοὺς ἡμῶν ἐξυβρίζων Βαρλαάμ, καὶ τὸν φίλτατον υἱὸν τοῦ βασιλέως τοιαύτῃ περιβαλὼν τῇ πλάνῃ καὶ τῷ ἐσταυρωμένῳ διδάξας λατρεύειν; καὶ ὁ Ναχώρ· Ἐγώ εἰμι, ἀπεκρίνατο, ἐγώ εἰμι Βαρλαάμ, ὁ τοὺς θεούς σου μὲν ἐξουθενῶν, καθὼς εἴρηκας, τὸν υἱὸν δὲ τοῦ βασιλέως οὐ πλάνῃ περιβαλών, ἀλλὰ πλάνης ἀπαλλάξας καὶ τῷ ἀληθινῷ προσοικειωσάμενος Θεῷ. καὶ ὁ ῥήτωρ· Τῶν μεγάλων, φησί, καὶ θαυμασίων ἀνδρῶν τῶν πᾶσαν σοφίας ἐπιστήμην ἐξευρηκότων θεοὺς ὑψηλοὺς καὶ ἀθανάτους ἐκείνους ὀνομαζόντων, καὶ πάντων τῶν ἐπὶ γῆς βασιλέων καὶ ἐνδόξων αὐτοῖς προσκυνούντων καὶ σεβομένων, πῶς αὐτὸς γλῶσσαν κατ’ αὐτῶν κινεῖς,2 καὶ ὅλως ἀποθρασύνεσθαι τὰ τοιαῦτα τολμᾷς; Τίς δὲ ἡ ἀπόδειξις μὴ τούτους εἶναι θεούς, ἀλλὰ τὸν ἐσταυρωμένον; ὑπολαβὼν δὲ ὁ Ναχὼρ τὸν μὲν ῥήτορα ἐκεῖνον οὐδόλως ἀποκρίσεως ἠξίωσε· κατασείσας δὲ τῇ χειρὶ τὸ πλῆθος σιγᾶν, ἀνοίξας τὸ στόμα αὐτοῦ, καθάπερ ὁ τοῦ Βαλαὰμ ὄνος, ἃ οὐ προέθετο εἰπεῖν ταῦτα λελάληκε·3 καί φησι πρὸς τὸν βασιλέα·
当王高坐于王座之上,王子也如前所述与他同坐,那些为毁灭真理而磨利舌头如拔刀的愚顽修辞家们侍立一旁——正如以赛亚所言,他们“怀毒害,生奸恶”——无数民众聚集来观看这场胜负,欲知究竟哪一方将赢得胜利。此时,修辞家中的一人,也是与他同行的众人中最卓越者,对纳霍尔说:“难道你就是那个如此厚颜无耻、狂妄辱骂我们诸神,使王至爱的儿子陷入如此迷误,并教导他侍奉那被钉十字架者的巴拉姆吗?”纳霍尔回答道:“我正是。正如你所说,我就是藐视你的诸神的巴拉姆;但我并没有使王之子陷入迷误,反倒使他脱离了迷误,归向了真实的真神。”修辞家说:“既然那些探寻了一切智慧知识的伟大而奇妙的人物,都称那些神明为至高而不朽的神,地上所有的君王与显贵也都向他们下拜并敬奉他们,你又怎敢动舌反对他们,竟然斗胆口出这般狂妄之言?又有何凭据证明这些不是神,而那被钉十字架的才是神?”纳霍尔听罢,根本不屑于回答那个修辞家;他却用手向众人示意肃静,张开自己的口,如同巴兰的驴一般,说出了自己原本未打算说的话;他对王说道:
- 26.237ὡς ἐκείνου εὐλόγως δυναμένου τιμωρήσασθαι αὐτόν, εἴπερ παραπικραίνων εὑρεθείη
连词 ὡς 加上属格绝对结构(ἐκείνου ... δυναμένου)表示主观认为的原因(纳霍尔心中的盘算)。条件从句 εἴπερ παραπικραίνων εὑρεθείη 使用祈愿语气,在间接引语中表示假定的情况(“若真被发现激怒了王子”)。
- 26.238Τῶν μεγάλων, φησί, καὶ θαυμασίων ἀνδρῶν ... θεοὺς ὑψηλοὺς καὶ ἀθανάτους ἐκείνους ὀνομαζόντων ... πῶς αὐτὸς γλῶσσαν κατ’ αὐτῶν κινεῖς
长大的属格绝对结构(Τῶν μεγάλων ... ἀνδρῶν ... ὀνομαζόντων ... πάντων ... προσκυνούντων καὶ σεβομένων)置于句首,表让步或背景情况(“既然伟人们称其为神……地上的君王都崇敬他们”),引出主句疑问句 πῶς αὐτὸς γλῶσσαν κατ’ αὐτῶν κινεῖς。
- 26.239ἃ οὐ προέθετο εἰπεῖν ταῦτα λελάληκε
关系从句 ἃ οὐ προέθετο εἰπεῖν(“他原本不打算说的话”)前置,指示代词 ταῦτα 作为动词 λελάληκε 的直接宾语在后起强调复指的作用。
- 26.236κρατύναντας ... τυχεῖν ... ἢ ἡττηθέντας ... θανατωθῆναι
不定式(τυχεῖν, θανατωθῆναι)由前一段落中的 δυοῖν γὰρ θάτερον γενήσεται ὑμῖν 所引出。语法上分词本可与与格代词 ὑμῖν 一致而采用与格,但此处受不定式复合结构的影响,分词 κρατύναντας, ἐλέγξαντας 和 ἡττηθέντας 采用了宾格。
未在正文中定位
