← 大马士革的圣约翰

巴兰和约萨法特

§26.232-26.235

大辩论的召集与假巴拉姆登场

国王虽被儿子的坚定信仰所震动,却仍执意推行密谋,召集异教智者与假扮巴拉姆的纳霍尔展开公开大辩论。基督徒中唯有巴拉吉亚挺身而出襄助,国王随即向己方的哲士们发出争胜的号令。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§26.232

Τούτων ἀκούσας ὁ βασιλεὺς τῶν ῥημάτων, καὶ τὸ στερέμνιον καὶ ἀνένδοτον ἰδὼν τοῦ παιδὸς μήτε κολακείαις εἴκοντος μήτε λόγων πειθοῖ, μὴ τιμωριῶν ἀπειλαῖς, ἐθαύμαζε μὲν ἐπὶ τῇ πιθανότητι τοῦ λόγου καὶ ταῖς ἀναντιρρήτοις ἀποκρίσεσιν, ἠλέγχετο δὲ ὑπὸ τοῦ συνειδότος, ἀληθῆ λέγειν αὐτὸν καὶ δίκαια ὑποδεικνύοντος· ἀλλ’ ἀνθείλκετο ὑπὸ τῆς πονηρᾶς συνηθείας καὶ τῶν ἐν ἕξει βεβαιωθέντων ἐν αὐτῷ παθῶν, ὑφ̓ ὧν ὡς ἐν κημῷ κατείχετο καὶ χαλινῷ, τῷ φωτὶ μὴ συγχωρούμενος προσβλέψαι τῆς ἀληθείας. ὅθεν πάντα λίθον, τὸ τοῦ λόγου, κινῶν, εἴχετο τοῦ πάλαι σκοποῦ, τὴν προμελετηθεῖσαν αὐτῷ μετὰ τοῦ Ἀραχῆ σκῆψιν εἰς ἔργον ἀγαγεῖν βουλόμενος. καί φησι τῷ παιδί· Ἔδει μέν σε, ὦ τέκνον, τοῖς ἐμοῖς ἁπλῶς εἴκειν ἐν πᾶσι προστάγμασιν· ἀλλ’ ἐπεί, σκληρὸς ὢν καὶ ἀπειθής, ἰσχυρῶς οὕτως ἀντέστης μοι, τὴν ἰδίαν ἐνιστάμενος γνώμην κυριωτέραν πάντων ποιήσασθαι, δεῦρο δὴ τῇ ματαίᾳ ἐνστάσει χαίρειν ἄμφω εἰπόντες,1 πειθοῖ πολιτευσώμεθα. καὶ ἐπεὶ ὁ σὲ ἀπατήσας Βαρλαὰμ σιδηροδέσμιος παῤ ἐμοὶ τυγχάνει, ἐκκλησιάσας ἐκκλησίαν μεγάλην, καὶ πάντας ἡμετέρους τε καὶ Γαλιλαίους ἐπὶ τὸ αὐτὸ συγκαλέσας, κήρυκάς τε διαρρήδην βοᾶν θεσπίσας τοῦ μηδένα τῶν Χριστιανῶν δεδοικέναι,2 ἀλλ’ ἀφόβως πάντας συνεισελθεῖν, κοινῇ διασκεψώμεθα γνώμῃ. καὶ ἤ, πείσαντες, ὑμεῖς μετὰ τοῦ ὑμετέρου Βαρλαὰμ τεύξεσθε ὧν ἐσπουδάκατε· ἤ, πεισθέντες, σὺν ἑκουσίᾳ τῇ γνώμῃ τοῖς προστάγμασί μου ὑπείκειν προθυμηθείητε. Ὁ δὲ φρόνιμος τῷ ὄντι καὶ ἐχέφρων νεανίας, διὰ τοῦ θεόθεν αὐτῷ ἐμφανισθέντος ὁράματος τὴν τοῦ βασιλέως προδεδιδαγμένος σκαιωρίαν, ἔφη· Τὸ θέλημα τοῦ Κυρίου γενέσθω, καὶ ἔστω καθὼς ἐκέλευσας· αὐτὸς γὰρ ὁ ἀγαθὸς Θεὸς καὶ Δεσπότης δῴη τῆς εὐθείας μὴ πλανηθῆναι ἡμᾶς· ἐπ’ αὐτῷ γὰρ πέποιθεν ἡ ψυχή μου, καὶ αὐτὸς ἐλεήσει με. τότε δὴ τότε κελεύει ὁ βασιλεὺς πάντας ἀθροίζεσθαι εἰδωλολάτρας τε καὶ Χριστιανούς, γραμμάτων μὲν πανταχοῦ διαπεφοιτηκότων, κηρύκων τε ἀνὰ πάσας τὰς κωμοπόλεις βοώντων τοῦ μηδένα τῶν Χριστιανῶν δεδοικέναι ὥστε ἀδόκητόν τι ὑποστῆναι, ἀλλ’ ἀδεῶς πάντας καθ’ ἑταιρείαν καὶ συγγένειαν ἐπὶ τὸ αὐτὸ συνελθεῖν ἐπὶ φιλαλήθει καὶ οὐ βεβιασμένῃ συζητήσει, μετὰ τοῦ ἐξάρχου καὶ καθηγεμόνος αὐτῶν μελλούσῃ γενέσθαι Βαρλαάμ. ὡσαύτως δὲ καὶ τοὺς μύστας καὶ νεωκόρους τῶν εἰδώλων καὶ σοφοὺς τῶν Χαλδαίων καὶ Ἰνδῶν, τοὺς κατὰ πᾶσαν τὴν ὑπ’ αὐτὸν ἀρχὴν ὄντας, συνεκαλέσατο, καί τινας οἰωνοσκόπους καὶ γόητας καὶ μάντεις, ὅπως ἂν Χριστιανῶν περιγένοιντο. Καὶ δὴ συνῆλθον πρὸς τὸν βασιλέα πλῆθος πολὺ τῆς μυσαρᾶς αὐτοῦ θρησκείας· Χριστιανῶν δὲ εἷς εὑρέθη μόνος εἰς βοήθειαν ἐλθὼν τοῦ νομιζομένου Βαρλαάμ, ὀνόματι Βαραχίας. οἱ μὲν γὰρ τῶν πιστῶν θανόντες ἦσαν ὑπὸ τῆς τῶν κατὰ πόλιν ἀρχόντων μανίας κατασφαγέντες· οἱ δὲ ἐν ὄρεσιν ἀπεκρύπτοντο καὶ σπηλαίοις τῷ φόβῳ τῶν ἐπικειμένων δεινῶν. ἄλλοι δὲ ἐδεδοίκεισαν τὴν ἀπειλὴν τοῦ βασιλέως, καὶ οὐκ ἐτόλμων ἑαυτοὺς εἰς φῶς ἀγαγεῖν· ἀλλὰ νυκτερινοὶ ἦσαν θεοσεβεῖς, ἐν τῷ λεληθότι τῷ Χριστῷ λατρεύοντες καὶ μηδαμῶς παρρησιαζόμενοι. ἐκεῖνος δὲ μόνος, γενναῖος ὢν τὴν ψυχήν, εἰς συναγωνισμὸν ἦλθε τῆς ἀληθείας. Προκαθίσας τοίνυν ὁ βασιλεὺς ἐπὶ βήματος ὑψηλοῦ τε καὶ μετεώρου, συνεδριάζειν αὐτῷ τὸν υἱὸν ἐκέλευσεν. ὁ δέ, τῇ πρὸς τὸν πατέρα εὐλαβείᾳ καὶ τιμῇ τοῦτο μὴ θελήσας ποιῆσαι, ἐπὶ τῆς γῆς πλησίον αὐτοῦ ἐκάθισε. παρέστησαν τοίνυν οἱ ἐπιστήμονες τῆς μωρανθείσης παρὰ τοῦ Θεοῦ σοφίας, ὧν ἐπλανήθη ἡ ἀσύνετος καρδία, καθώς φησιν ὁ Ἀπόστολος· Δοκοῦντες γὰρ εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι θνητῶν ἀνθρώπων καὶ τετραπόδων καὶ ἑρπετῶν. οὗτοι συνῆλθον συνᾶραι λόγον πρὸς τὸν τοῦ βασιλέως υἱὸν καὶ τοὺς περὶ αὐτόν, καὶ ἐπληροῦτο ἐπ’ αὐτοῖς τὸ τῆς παροιμίας, ὅτι πρὸς λέοντα δορκὰς μάχης ἥπτετο. ὁ μὲν γὰρ τὸν Ὕψιστον ἔθετο καταφυγὴν αὐτοῦ, καὶ ἐν τῇ σκιᾷ ἤλπισε τῶν αὐτοῦ πτερύγων· οἱ δὲ τοῖς ἄρχουσιν ἐπεποίθεσαν τοῦ αἰῶνος τούτου τοῖς καταργουμένοις, καὶ τῷ κοσμοκράτορι τοῦ σκότους, ᾧ καθυπέταξαν ἑαυτοὺς ἐλεεινῶς καὶ ἀθλίως. Ἄγεται τοίνυν ὁ Ναχὼρ τὸν Βαρλαὰμ ὑποκρινόμενος· καὶ οἱ μὲν περὶ τὸν βασιλέα τοῦ τοιούτου εἴχοντο σκοποῦ· ἐτέρα δὲ πάλιν ἡ σοφὴ πρόνοια ἄνωθεν ᾠκονόμει. παρισταμένων γὰρ τούτων ἁπάντων φησὶν ὁ βασιλεὺς τοῖς ῥήτορσιν αὐτοῦ καὶ φιλοσόφοις, μᾶλλον δὲ τοῖς λεωπλάνοις καὶ ἀσυνέτοις τὴν καρδίαν· Ἰδοὺ δὴ ἀγὼν ὑμῖν πρόκειται καὶ ἀγώνων ὁ μέγιστος. δυοῖν γὰρ θάτερον γενήσεται ὑμῖν· ἢ τὰ ἡμέτερα κρατύναντας,3

王听了这番话,见儿子心意坚决、毫不退让,既不顺从谄媚,也不为言语所劝服,更不为刑罚的恐吓所屈服,心中固然惊异于他言语的说服力与无可辩驳的对答,又受到自己良心的责备,因良心向他指明儿子所言皆是真理与正道;但他仍被恶习以及那在他里面因惯常而根深蒂固的情欲拉了回去,他被这些情欲如带嚼环与马勒般紧紧束缚,不得瞻仰真理之光。因此,正如俗话所说,他“搬动一切石头”(千方百计),仍旧坚持先前的企图,想要将他与阿拉克斯预先谋划的计策付诸实行。于是他对儿子说:“儿啊,你本该在一切事上完全顺从我的命令;但你既然如此顽梗悖逆,这般激烈地抗拒我,定要使你自己的主张凌驾于万事之上,那么来吧,让我们双方都向这徒劳的对立道别,以劝服来进行治理。既然诱骗你的巴拉姆身负铁链落在我手中,那我便召集一次盛大的集会,把我们的人和加利利人(基督徒)全都召集到同一处,并命传令官明明白白地高呼,叫基督徒一个也不要害怕,众人都可以毫无恐惧地一同前来,让我们以公同的心意共同商议。若你们以理服人,你们与你们的巴拉姆便可得着你们所殷切追求的;若你们被说服了,便当甘心情愿地乐于顺从我的各项命令。”然而,那位真正明达聪慧的青年,因神所显现的异象而已预先得知了王的奸计,便说:“愿主的旨意成就,但凭你所吩咐的去行;愿至善的神与主亲自赐我们不偏离正道;因我的灵魂全然信靠他,他也必怜悯我。”就在那时,王命令众人聚集,无论是拜偶像者还是基督徒;诏书传遍各地,传令官在各乡镇高呼,叫基督徒不可因害怕遭遇意外之害而恐惧,而要按着各自的社团与宗族,毫无惧色地聚集到一处,以赴一场即将与他们的领袖和导师巴拉姆进行的、热爱真理且不加强迫的辩论。同样,他也将自己统治下的全境中偶像的秘仪祭司、神庙看守者、迦勒底人与印度的贤者,以及一些占禽师、术士和预言家都召集了来,以便他们能胜过基督徒。 于是,依附于他那污秽宗教的大群民众都聚集到了王面前;然而在基督徒一方,却只见唯一一名前来协助那被认为是巴拉姆的人,名叫巴拉吉亚。因为信徒中有的人已遭各城官长发狂屠杀而死,有的因惧怕迫在眉睫的灾祸而隐匿在山林与洞穴中,另有一些人则惧怕王的恐吓,不敢显于人前,只做黑夜里的敬神者,暗中事奉基督而绝不敢公开表明信仰。唯独此人灵魂高尚,前来为真理并肩作战。王随后高坐于巍峨崇高的审判席上,命儿子与他同坐;但儿子出于对父亲的敬重与尊崇,不愿如此,便坐在王身旁的地上。于是,那些通晓被神化为愚拙之智慧的人便侍立在侧,正如使徒所说,他们无知的心已经迷茫了:“因为他们自称为聪明,反成了愚拙;将不能朽坏之神的荣耀变为必死之人、四足兽和爬物的样式。”这些人聚集起来,要与王之子及其左右展开辩论,而在他们身上正应验了那句谚语:“瞪羚竟向狮子挑战。”因为王子以至高者为避难所,投靠在他翅膀的荫下;而他们却倚靠这世上将要败亡的统治者,倚靠幽暗世界的掌权者,极其可怜而凄惨地使自己顺服于其下。接着,假扮巴拉姆的纳霍尔被带了上来;王左右的人固然抱有如此企图,但来自上天的智慧眷顾却作了另一般的安排。当所有这些人都在场侍立时,王对他手下的修辞家和哲士,倒不如说是对那些迷惑民众且心里愚钝的人说:“看哪,摆在你们面前的是一场较量,且是较量中之至大者。因为你们必面临二者之一的结局:要么确立我们的主张,

语法注3 条
  1. 26.232τῇ ματαίᾳ ἐνστάσει χαίρειν ἄμφω εἰπόντες

    此处使用了惯用习语“χαίρειν λέγω [εἶπον] τινί”(向某事道别、放弃、屏弃某事),搭配与格补足语“τῇ ματαίᾳ ἐνστάσει”(徒劳的对立/抗争),意为“我们双方都抛弃这毫无意义的争辩”。

  2. 26.233τοῦ μηδένα τῶν Χριστιανῶν δεδοικέναι

    带属格冠词的不定式短语(τοῦ + 不定式)在此处充当间接命令或公告的内容,依附于表颁令与传令的动词短语(βοᾶν θεσπίσας 及 κηρύκων... βοώντων)。古典希腊语中属格不定式常表目的,而希腊化及后古典希腊语中则普遍用于引出法令或命令的具体内容(即“命其不得害怕”)。

  3. 26.235ἢ τὰ ἡμέτερα κρατύναντας

    阳性宾格复数分词 κρατύναντας 并未与前面的与格代词 ὑμῖν(“你们将面临二者之一”)保持格的一致,而是作为后续未完的不定式结构(即“确立我们的事业后[将领受大赏]……”)的逻辑主语以宾格先入,属于典型的破格句法(anacoluthon)。本节在这一二选一的分词从属结构中途截断。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:26.232-26.235