- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:25.229-25.232
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
约阿萨夫阐明众人必死以及基督再临时普世复活的情景,对比了义人将享的无比天国荣耀与偶像崇拜者将受的地狱永刑,指出为得救恩舍弃今世的一切皆是值得的。
πάντες μὲν γάρ, καθάπερ αὐτὸς ὁρᾷς, ἀποθνήσκομεν, καὶ οὐκ ἔστιν ἄνθρωπος ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον· μέλλομεν δὲ πάντες ἀνίστασθαι, ἡνίκα ἐλεύσεται Κύριος Ἰησοῦς Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ, ἐν δόξῃ ἀνεκλαλήτῳ καὶ δυνάμει φοβερᾷ, ὁ μόνος Βασιλεὺς τῶν βασιλευόντων καὶ Κύριος τῶν κυριευόντων, ᾧ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων· καὶ τοσαύτην ἐμποιήσει τότε τὴν ἔκστασιν, ὡς καὶ αὐτὰς ἐκπλαγῆναι τὰς οὐρανίους δυνάμεις· καὶ παραστήσονται αὐτῷ τρόμῳ χίλιαι χιλιάδες καὶ μύριαι μυριάδες ἀγγέλων καὶ ἀρχαγγέλων, καὶ πάντα ἔσται φόβου καὶ τρόμου μεστά. σαλπιεῖ γὰρ εἷς τῶν ἀρχαγγέλων ἐν σάλπιγγι Θεοῦ, καὶ εὐθὺς ὁ οὐρανὸς μὲν εἰλιγήσεται ὡς βιβλίον, ἡ γῆ δὲ ἀναρρηγνυμένη ἀναπέμψει τὰ τεθνεῶτα σώματα τῶν πώποτε γενομένων ἀνθρώπων, ἐξ οὗ γέγονεν ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ μέχρι τῆς ἡμέρας ἐκείνης. καὶ τότε πάντες οἱ ἀπ’ αἰῶνος θανόντες ἐν ῥιπῇ ὀφθαλμοῦ ζῶντες παραστήσονται τῷ βήματι τοῦ ἀθανάτου Δεσπότου, καὶ ἕκαστος λόγον δώσει ὑπὲρ ὧν ἔπραξε. τότε οἱ δίκαιοι λάμψουσιν ὡς ἥλιος, οἱ πιστεύσαντες εἰς Πατέρα καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα, καὶ ἐν ἔργοις ἀγαθοῖς τελέσαντες τὸν παρόντα βίον. πῶς δέ σοι διηγήσομαι τὴν μέλλουσαν αὐτοὺς τότε διαδέχεσθαι δόξαν; κἂν γὰρ τῷ ἡλιακῷ παραβάλλω φωτὶ τὴν λαμπρότητα αὐτῶν καὶ τὸ κάλλος, κἂν ἀστραπῇ τῇ φανοτάτῃ, οὐδὲν τῆς λαμπρότητος ἐκείνης ἄξιον ἐρῶ. ὀφθαλμὸς γὰρ οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἐν τῷ φωτὶ τῷ ἀπροσίτῳ, ἐν τῇ δόξῃ τῇ ἀπορρήτῳ καὶ ἀτελευτήτῳ. Καὶ οἱ μὲν δίκαιοι τοιούτων τεύξονται τῶν ἀγαθῶν τοιαύτης δὲ τῆς μακαριότητος· οἱ δὲ τὸν ὄντως ὄντα Θεὸν ἀρνησάμενοι, καὶ τὸν πλάστην καὶ δημιουργὸν ἀγνοήσαντες, δαίμοσι δὲ μιαροῖς λατρεύσαντες, καὶ εἰδώλοις κωφοῖς τὸ σέβας ἀπονείμαντες, τὰς ἡδονάς τε τοῦ ματαίου βίου τούτου ποθήσαντες, καὶ δίκην χοίρων τῷ βορβόρῳ τῶν παθῶν κυλισθέντες, καὶ πάσης κακίας ὁρμητήριον τὰς ἑαυτῶν ψυχὰς ποιησάμενοι, σταθήσονται γυμνοὶ καὶ τετραχηλισμένοι,1 κατῃσχυμένοι καὶ κατηφεῖς, ἐλεεινοὶ καὶ τῷ σχήματι καὶ τῷ πράγματι, ὄνειδος προκείμενοι πάσῃ τῇ κτίσει. πάντα δὲ αὐτῶν τὰ ἐν λόγῳ, τὰ ἐν ἔργῳ, τὰ ἐν διανοίᾳ, πρὸ προσώπου αὐτῶν ἐλεύσονται. εἶτα, μετὰ τὴν αἰσχύνην ἐκείνην τὴν χαλεπωτάτην καὶ τὸ ὄνειδος ἐκεῖνο τὸ ἀφόρητον, καταδικασθήσονται εἰς τὸ πῦρ τῆς γεέννης τὸ ἄσβεστον καὶ ἀφεγγές, εἰς τὸ σκότος τὸ ἐξώτερον, τὸν βρυγμὸν τῶν ὀδόντων καὶ σκώληκα τὸν ἰοβόλον. αὕτη ἡ μερὶς αὐτῶν, οὗτος ὁ κλῆρος, οἷς εἰς αἰῶνας συνέσονται τοὺς ἀτελευτήτους τιμωρούμενοι,2 ἀνθ’ ὧν, τὰ ἐν ἐπαγγελίαις ἀγαθὰ παρωσάμενοι, διὰ πρόσκαιρον ἁμαρτίας ἡδονὴν κόλασιν αἰώνιον ἐξελέξαντο. ὑπὲρ δὴ τούτων, ὥστε τῆς ἀρρήτου μὲν χαρᾶς ἐκείνης ἐπιτυχεῖν καὶ τῆς ἀπορρήτου δόξης ἀπολαύειν, τοῖς ἀγγέλοις δὲ ἀντιλάμπειν, καὶ τῷ ἀγαθῷ καὶ γλυκυτάτῳ Δεσπότῃ μετὰ παρρησίας παρίστασθαι, τὰς πικροτάτας δὲ τιμωρίας καὶ ἀτελευτήτους καὶ τὴν ὀδυνηρὰν ἐκείνην ἐκφυγεῖν αἰσχύνην, πόσα οὐκ ἄξιον προέσθαι3 καὶ χρήματα καὶ σώματα, μᾶλλον δὲ καὶ αὐτὰς τὰς ψυχάς; τίς οὕτως ἀγεννής, τίς οὕτως ἀσύνετος, ὡς μὴ μυρίους ὑποστῆναι προσκαίρους θανάτους, ἵνα τοῦ αἰωνίου ἀπαλλαγῇ καὶ ἀτελευτήτου θανάτου, τὴν ζωὴν δὲ κληρονομήσῃ τὴν μακαρίαν τε καὶ ἀνώλεθρον, καὶ τῷ φωτὶ περιλαμφθῇ τῆς μακαρίας καὶ ζωαρχικῆς Τριάδος;
事实上,正如你自己所见,我们众人都必死,没有一个人活着而不见死亡;然而我们众人都要复活,届时主耶稣基督,神的儿子,必在说不尽的荣耀与可畏的大能中降临,他是唯一的万王之王、万主之主,天上的、地上的和地底下的,万膝都要向他跪拜。那时他必引起极大的惊骇,以致连天上的诸权能者也都要惊惶;千千、万万的天使与天使长必战战兢兢地侍立在他面前,万物都必充满恐惧与战栗。因为必有一位天使长吹响神的号角,顷刻间诸天必如书卷般被卷起,大地必裂开,送出自初人亚当受造直到那日为止世上曾有过的一切之人的尸身。那时,自古以来死去的人都必在眨眼之间活着侍立在不朽之主的审判席前,各人都要为自己所行的事交代账目。那时义人要发光如日,就是那些信靠父、子、圣灵,并以善行终结现世生命的人。我又怎能向你述尽那时等待着接纳他们的荣耀呢?因为纵使我将他们的光辉与美丽比作日光,或是比作最耀眼的闪电,我也说不出任何足以配得上那份光辉的话来。因为神在天国中、在人不能靠近的光里、在不可言喻且永无止境的荣耀中,为爱他的人所预备的,乃是眼睛未曾看见,耳朵未曾听见,人心也未曾想到的。义人既要得着这等美善与这等福乐;而那些否认真实存在的真神、不认造物主与缔造者,反倒事奉污秽的魔鬼、向聋哑的偶像顶礼膜拜、渴求这虚妄生命的享乐、如猪一般在情欲的泥潭中打滚、将自己的灵魂沦为一切罪恶渊薮的人,则必赤身露体、毫无遮掩地站立,蒙羞垂头,无论在外貌还是在实情上都极其可怜,成为摆在一切被造物面前的羞辱。他们在言语上、在行为上、在心思中的一切,都必来到他们眼前。随后,在经历那极难忍受的耻辱和那难以承受的羞辱之后,他们必被定罪投入那不灭无光的地狱之火,进入外边的黑暗、咬牙切齿之处以及吐毒的恶虫之中。这是他们的分,这是他们的命运,他们必在永无休止的惩罚中永远与这些相伴,作为他们推拒应许中的福分、为了罪中暂时的享乐而拣选永刑的报应。因此,正是为了这些事,为了得以领受那不可言说的喜乐、得享那言语难尽的荣耀,与天使竞相辉映,并坦然无惧地侍立在至善至美的主面前,避开那极苦且无休止的刑罚与那令人痛苦的羞辱,舍弃多少资财与身体,甚至舍弃灵魂本身,难道不都是值得的吗?有谁会如此卑劣,有谁会如此不智,竟不肯忍受上万次暂时的死亡,好叫自己脱离永恒且无终局的死亡,承受那至福且不朽的生命,并蒙受那至福且赐生命之源的三位一体之光的照耀呢?
- 25.231τετραχηλισμένοι
动词 τραχηλίζω(“扳倒颈项”、“使露出喉咙”、“彻底袒露暴露”)的完成时被动分词,化用了《希伯来书》4:13(πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα)。在此与 γυμνοί 并列,生动描绘罪人在神的审判台前如同被仰起脖颈、咽喉暴露无遗,一切隐秘彻底显露而无可遁形的状态。
- 25.231οἷς εἰς αἰῶνας συνέσονται τοὺς ἀτελευτήτους τιμωρούμενοι
关系代词 οἷς(与格,由 συνέσονται[σύνειμι“与……在一起”的将来时]支配)先行词指代前文列举的诸种惩罚(火、黑暗、咬牙、毒虫)或由 μερίς / κλῆρος 所具体包含的受刑之物。分词 τιμωρούμενοι(被动,“受惩罚着”)作方式或伴随状语,修饰主语。
- 25.231ὑπὲρ δὴ τούτων, ὥστε τῆς ἀρρήτου μὲν χαρᾶς ἐκείνης ἐπιτυχεῖν... πόσα οὐκ ἄξιον προέσθαι
长大的远隔倒置结构(hyperbaton)。开头的介词短语 ὑπὲρ δὴ τούτων(“正是为了这些事”)引出目的,随后通过 ὥστε 连接的一系列不定式短语(ἐπιτυχεῖν, ἀπολαύειν, ἀντιλάμπειν, παρίστασθαι, ἐκφυγεῖν)来详述这一目的的内容,最终落实到主句的修辞反问句 πόσα οὐκ ἄξιον προέσθαι(“舍弃多少东西难道不都是值得的吗?”)。这里的 ὥστε 带不定式起到了目的或意图的说明作用。
