← 大马士革的圣约翰

巴兰和约萨法特

§25.226-25.228

信仰高于孝道与驳斥偶像崇拜

青年借着经文与祈祷坚固心志,驳斥父亲的劝诱,阐明对神的信仰高于孝道顺从,并揭露了偶像崇拜与世俗享乐的虚妄与凶险。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§25.226

τῷ πόθῳ τε καὶ ἔρωτι ἐνισχύσας, τὸ Σολομόντειον ἐκεῖνο ῥῆμα πάνυ κατὰ καιρὸν ἐξελάβετο, Καιρός, φάσκον, τοῦ φιλῆσαι καὶ καιρὸς τοῦ μισῆσαι, καιρὸς πολέμου καὶ καιρὸς εἰρήνης. καὶ πρῶτα μέν, κατὰ νοῦν εὐξάμενος, Ἐλέησόν με, Κύριε, εἶπεν, ὁ Θεός, ἐλέησόν με, ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου, καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ ἕως οὗ παρέλθῃ ἡ ἀνομία. κεκράξομαι πρὸς τὸν Θεὸν τὸν ὕψιστον, τὸν Θεὸν τὸν εὐεργετήσαντά με, καὶ τὰ ἑξῆς τοῦ ψαλμοῦ. Εἶτά φησι πρὸς τὸν βασιλέα· Τὸ μὲν θεραπεύειν πατέρα καὶ τοῖς αὐτοῦ ὑπείκειν προστάγμασιν, εὐνοίᾳ τε καὶ φιλίᾳ καθυπηρετεῖν, ὁ κοινὸς ἡμᾶς διδάσκει Δεσπότης, φυσικὴν ἡμῖν τὴν τοιαύτην ἐγκατασπείρας στοργήν. ὅταν δὲ ἡ τῶν γονέων σχέσις καὶ φιλία πρὸς αὐτὸν φέρῃ τὸν κίνδυνον τὴν ψυχὴν καὶ τοῦ Δημιουργοῦ πόρρω ποιῇ, ἐκκόπτειν ταύτην παντάπασι προστετάγμεθα, καὶ μηδόλως εἴκειν τοῖς χωρίζουσιν ἡμᾶς τοῦ Θεοῦ, ἀλλὰ μισεῖν τούτους καὶ ἀποστρέφεσθαι, κἂν πατὴρ ὁ τὰ ἀπευκταῖα ἐπιτάττων εἴη, κἂν μήτηρ, κἂν βασιλεύς, κἂν τῆς ζωῆς αὐτῆς κύριος. διὰ ταῦτα τῆς πατρικῆς μὲν σχέσεως ἕνεκα τὸν Θεὸν ζημιωθῆναι τῶν ἀδυνάτων μοί ἐστι.1 διὸ μήτε σεαυτῷ κόπους πάρεχε, μήτε ἐμοί· ἀλλ’ ἢ πείσθητι καὶ τῷ ζῶντι ἄμφω καὶ ἀληθινῷ λατρεύσωμεν Θεῷ· ἃ γὰρ νῦν σέβῃ εἴδωλα εἰσί, χειρῶν ἀνθρωπίνων ἔργα, πνοῆς ἔρημα καὶ κωφά, μηδὲν ὅλως ἢ μόνην ἀπώλειαν καὶ τιμωρίαν αἰώνιον τοῖς αὐτὰ σεβομένοις προξενοῦντα. Εἰ δὲ μὴ τοῦτο βούλοιο, ποίει εἰς ἐμὲ ὅπερ σοι δοκεῖ· δοῦλος γάρ εἰμι τοῦ Χριστοῦ, καὶ οὔτε θωπείαις, οὔτε κολάσεσι τῆς αὐτοῦ ἀποστήσομαι ἀγάπης, καθὰ δὴ καὶ τῇ προτεραίᾳ εἶπόν σοι, μέσον ἐμβαλὼν τὸ τοῦ Δεσπότου μου ὄνομα καὶ ἀσφαλέστατα τὸν λόγον ἐμπεδωσάμενος. ὅτι δὲ μήτε ἑκὼν ἔφησας κακουργεῖν, μήτε μὴν ἀγνοίᾳ διαμαρτάνειν τοῦ ἀγαθοῦ, ἀλλὰ πολλῇ καὶ ἐμπόνῳ συζητήσει τοῦτο ἔγνως ὄντως εἶναι καλόν, τὸ εἰδώλοις λατρεύειν καὶ ταῖς ἡδοναῖς τῶν παθῶν προσηλοῦσθαι, κακουργεῖν μέν σε ἐθελοντὶ οὐκ ἔχω λέγειν.2 ὅτι δὲ πολλή σοι περικέχυται ἀγνωσίας ἀχλὺς καὶ ὡς ἐν σκότει ψηλαφητῷ πορευόμενος οὐδόλως ὁρᾷς φωτὸς κἂν μικράν τινα μαρμαρυγήν, ὅθεν τὴν εὐθεῖαν ἀπολέσας κρημνοῖς καὶ φάραγξι δεινοῖς περιπεπλάνησαι, τοῦτο κἀγὼ βεβαίως ἐπίσταμαι καὶ σέ, πάτερ, γινώσκειν βούλομαι.

藉着向往与爱意得着坚固,他十分合宜地领会了所罗门的那句名言,经上说:“喜爱有时,恨恶有时;争战有时,和平有时。”首先,他在心中祈祷道:“神啊,主啊,怜悯我,怜悯我,因为我的灵魂投靠你;在罪孽过去以前,我都要投靠在你翅膀的荫下。我要向至高的神呼求,向施恩与我的神呼求”,以及该篇诗篇余下的经文。随后他对国王说:“敬重父亲、顺从其诫命、以善意与深情竭力事奉,乃是我们共同的主所教导我们的,他将这种天然的亲情根植在我们心里。然而,当父母的关系统属与情意使灵魂陷入险境、并叫灵魂远离造物主时,我们便蒙命彻底斩断它,决不可顺从那些使我们与神隔绝的人,反倒要恨恶并远离他们,即便那下达可憎命令的是父亲, 或是母亲,或是君王,抑或是生命本身的主宰。因此,为了父子的情分而丧失神,对我来说是绝不可能的事。所以,请切莫给你自己、也莫给我徒增劳苦;倒不如听从劝告,让我们两人一同侍奉那又活又真的神;因为你如今所敬奉的不过是偶像,是人手的作为,毫无气息,耳不能听,除了毁灭与永恒的刑罚之外,全然不会给敬奉它们的人带来任何事物。如果你不愿这样行,就随你的心意待我吧;因为我是基督的仆人,无论是谄媚还是刑罚,都不能使我与他的爱隔绝,正如我昨天对你所说的那样——我已将我主的名置于其间,极坚固地确立了这话。至于你说自己既非故意作恶,亦非因无知而错失了善,反而是经过多次艰辛的探讨才认识到侍奉偶像和沉溺于激情的享乐确实是美善的,我固然不能说你是蓄意作恶;但是浓厚的蒙昧之雾笼罩着你,你如行走在可触摸的幽暗中,全然看不见哪怕一丝微弱的光芒,因而迷失了正道,在险恶的悬崖与深谷间游荡——这事我确凿深知,也切望你,父亲,能够明白。

§25.228

διὸ σκότος ἀντὶ φωτὸς κατέχων καὶ θανάτου ὥσπερ ζωῆς ἀντεχόμενος, οἴει συμφερόντως βεβουλεῦσθαι καὶ λυσιτελῶς ἐντεθυμῆσθαι· ἀλλ’ οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν. οὔτε γὰρ ἅπερ σέβῃ θεοί εἰσιν, ἀλλὰ στῆλαι δαιμόνων, πᾶσαν αὐτῶν τὴν μυσαρὰν ἐνέργειαν ἔνδον ἔχουσαι· οὔτε ἥνπερ γλυκεῖαν ἀποκαλεῖς καὶ ἐνήδονον βιοτήν, τερπνότητός τε καὶ θυμηδίας δοκεῖς πεπληρῶσθαι, τῆς τοιαύτης ἔχει φύσεως,3 ἀλλὰ βδελυκτή ἐστιν αὕτη, κατά γε τὸν τῆς ἀληθείας λόγον, καὶ ἀποτρόπαιος. πρὸς καιρὸν γὰρ γλυκαίνει καὶ λεαίνει τὸν φάρυγγα, ὕστερον δὲ πικροτέρας χολῆς ποιεῖται τὰς ἀναδόσεις, ὡς ὁ ἐμὸς ἔφη διδάσκαλος, καὶ ἠκονημένη μᾶλλον μαχαίρας διστόμου. Καὶ πῶς ἄν σοι τὰ ταύτης κακὰ διηγησαίμην; ἐξαριθμήσομαι αὐτά, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται. ἄγκιστρον γάρ ἐστι τοῦ διαβόλου, ὡς δέλεαρ τὴν βδελυρὰν περικειμένη ἡδονήν, δι’ οὗ τοὺς ἀπατωμένους, εἰς τὸν τοῦ ᾅδου καθέλκει πυθμένα. τὰ δὲ παρὰ τοῦ ἐμοῦ Δεσπότου ἐπηγγελμένα ἀγαθά, ἅπερ σὺ ἀδήλου ζωῆς ἐλπίδα ὠνόμασας, ἀψευδῆ εἰσι καὶ ἀναλλοίωτα, τέλος οὐκ οἶδε, φθορᾷ οὐχ ὑπόκειται· λόγος οὐκ ἔστιν ὁ παραστῆσαι τὸ μέγεθος τῆς δόξης ἐκείνης καὶ τερπνότητος ἰσχύων, τῆς χαρᾶς τῆς ἀνεκλαλήτου, τῆς διηνεκοῦς εὐφροσύνης.

因此,你持守幽暗而弃光明,抓住死亡宛如抓住生命,自以为商议得当、思虑有益;但事实并非如此,绝非如此。因为你所敬奉的并不是神明,而是魔鬼的塑像,内在包藏着它们全部可憎的作为;你所称那甘甜愉悦、自以为充满极多欢乐与欣喜的生活,也绝非具有这等性质,依照真理的道来看,它乃是可憎且当受诅咒的。因为它在短时间内使喉咙甘甜顺畅,但随后产生的反刍吐泄却比苦胆更苦,正如我的导师所言,且比双刃的利剑更为锋利。我怎能向你数尽它的邪恶呢?我若数点它们,它们必比海沙更多。因为它是魔鬼的鱼钩,以可憎的肉欲为饵包裹其上,借此将受骗之人拽入阴府的深渊。而我主所应许的美善,即你所称渺茫生命的盼望,却是信实无妄、永不改变的,它不知终局,不致朽坏;没有任何言语能够表明那荣耀与愉悦的崇高伟大、那说不尽的喜乐以及那永恒的欢欣。”

语法注3 条
  1. 25.227τὸν Θεὸν ζημιωθῆναι τῶν ἀδυνάτων μοί ἐστι

    被动不定式 ζημιωθῆναι(“丧失”、“失去”)带宾格 τὸν Θεόν 作为所丧失的对象。整个不定式短语作无人称句 τῶν ἀδυνάτων ἐστί(“属于不可能之事”,即“是不可能的”)的主语,与格 μοί 表示动作的逻辑主体。

  2. 25.227ὅτι δὲ μήτε ἑκὼν ἔφησας κακουργεῖν... κακουργεῖν μέν σε ἐθελοντὶ οὐκ ἔχω λέγειν

    由 ὅτι 引导的从句(“至于你说过……”)是置于句首充当话题引入的充当前置名词性从句,后续接主句 κακουργεῖν μέν σε ἐθελοντὶ οὐκ ἔχω λέγειν(“我不能说你是蓄意作恶”)。主句动词 ἔχω 后接不定式 λέγειν,表示能力(“能够”)。

  3. 25.228οὔτε ἥνπερ γλυκεῖαν ἀποκαλεῖς... τῆς τοιαύτης ἔχει φύσεως

    该句结构包含关系从句超前及先行词(βιοτήν)的内化(“你所称甘甜的……生活”),其整体作为主句的逻辑主语;τῆς τοιαύτης φύσεως 是性质属格,与 ἔχει 连用构成述谓表达(“具有如此性质”),后文的 ἀλλὰ βδελυκτή ἐστιν αὕτη 与之形成鲜明对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:25.226-25.228