← 大马士革的圣约翰

巴兰和约萨法特

§25.223-25.225

父王的辩白与约阿萨夫对信仰的坚守

国王阐明自己如何历经钻研与劳苦方才确立当下的信仰,并以孝道与王位继承诱劝儿子顺从。青年识破了父王言辞背后魔鬼的圈套,随即忆起基督关于忠于上帝重于骨肉至亲的诫命。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§25.223

πάντων μὲν ὑπεριδεῖν1 καὶ τὴν ἐμαυτοῦ περιποιήσασθαι σωτηρίαν; εἰ δὲ ἄγνοιάν μοι καὶ ἀπειρίαν τοῦ καλοῦ καταγινώσκεις, σύνες ὅσας πολλάκις νύκτας ἀΰπνους διετέλεσα, ζητήματός τινος προτεθέντος, ἔσθ’ ὅτε καὶ οὐ πολὺ ἀναγκαίου, μὴ παρέχων ὅλως ἐμαυτῷ ἀνάπαυσιν, πρὶν ἢ τοῦ ζητουμένου σαφῆ καὶ εὐπρεπεστάτην εὕροιμι τὴν λύσιν. Εἰ οὖν τῶν προσκαίρων τούτων πραγμάτων οὐδὲ τὸ σμικρότατον ἔχω εὐκαταφρόνητον, ἄχρις οὗ πάντα συμφερόντως καὶ ἐπὶ λυσιτελείᾳ τῶν ἁπάντων ἐπιτελεσθείη, καὶ οὐδενὶ ἑτέρῳ ἀκριβέστερον ἡ τῶν ἀπορρήτων διάγνωσις ἐν πάσῃ, ὡς οἶμαι, τῇ ὑφηλίῳ διερευνᾶσθαι ὡς ἐμοὶ παρὰ πάντων μεμαρτύρηται, πῶς τὰ θεῖα, καὶ ἃ σέβεσθαι καὶ θεολογεῖν θέμις, εὐκαταφρόνητα ἂν ἐλογισάμην, καὶ μὴ πάσῃ σπουδῇ, πάσῃ δυνάμει, ὅλῃ τῇ ψυχῇ καὶ ὅλῳ τῷ νοΐ, εἰς τὴν τούτων ἀπησχόλησα ἐμαυτὸν ζήτησιν, τοῦ εὑρεῖν τἀληθῆ καὶ πρεπωδέστατα; καί γε ἐζήτησα ἐμπόνως, πολλὰς μὲν νύκτας ἴσα ταῖς ἡμέραις ἐν τούτοις ἀναλώσας, πολλοὺς δὲ σοφοὺς καὶ ἐπιστήμονας εἰς τήνδε τὴν βουλὴν συγκαλέσας, πολλοῖς δὲ καὶ τῶν λεγομένων Χριστιανῶν ὁμιλήσας. καὶ τῇ ἀόκνῳ συζητήσει καὶ διαπύρῳ ἐρεύνῃ εὑρέθη μοι ἡ τῆς ἀληθείας ὁδός, παρὰ σοφῶν τῇ τε λογιότητι καὶ συνέσει τετιμημένων μαρτυρηθεῖσα ὡς οὐκ ἔστιν ἄλλη πίστις εἰ μὴ ἣν σήμερον πορευόμεθα, τοῖς μεγίστοις θεοῖς λατρεύοντες καὶ τῆς γλυκείας βιοτῆς καὶ ἐνηδόνου ἀντεχόμενοι, τῆς πᾶσιν ἀνθρώποις παῤ αὐτῶν δεδωρημένης, ἥτις τερπνότητος ὅτι πλείστης καὶ θυμηδίας πεπλήρωται, ἣν οἱ τῶν Γαλιλαίων ἔξαρχοι καὶ μυσταγωγοὶ ἀφρόνως ἀπώσαντο, ὡς καὶ τὸ γλυκὺ τοῦτο φῶς καὶ τὰ τερπνὰ πάντα, ἅπερ εἰς ἀπόλαυσιν ἐχαρίσαντο ἡμῖν οἱ θεοί, ἐλπίδι τινὸς ἑτέρας ἀδήλου ζωῆς ἑτοίμως προΐεσθαι,2 μὴ εἰδότες τί λέγουσιν ἢ περὶ τίνων διαβεβαιοῦνται. Σὺ δέ, φίλτατε υἱέ, τῷ σῷ πείσθητι πατρὶ δι᾽ ἀκριβοῦς καὶ ἀληθεστάτης ἐρεύνης τὸ ὄντως καλὸν εὑρηκότι. ἰδοὺ γὰρ ἀποδέδεικται ὡς οὔτε ἑκών, οὔτε μὴν ἀγνοίας τρόπῳ, διήμαρτον τοῦ ἀγαθοῦ, ἀλλ’ εὗρον καὶ προσελαβόμην· ἐπιποθῶ δὲ καὶ σὲ μὴ ἀνοήτως πλανᾶσθαι, ἀλλ’ ἐμοὶ ἀκολουθῆσαι. αἰδέσθητι οὖν τὸν πατέρα σου. ἢ οὐκ οἶδας ὁποῖόν ἐστι καλὸν τῷ πατρὶ πείθεσθαι καὶ αὐτῷ ἐν πᾶσι χαρίζεσθαι; ὡς ἔμπαλιν ὀλέθριον καὶ ἐπάρατον τὸ πατέρα παραπικραίνειν καὶ τὰς αὐτοῦ παρ’ οὐδὲν τιθέναι ἐντολάς; ὅσοι γὰρ τοῦτο ἐποίησαν, κακοὶ κακῶς ἀπώλοντο· οἷς σύ, τέκνον, μὴ συναριθμηθείης· ἀλλά, τὰ τῷ τεκόντι κεχαρισμένα ποιῶν, πάντων ἐπιτύχοις τῶν ἀγαθῶν, καὶ κληρονόμος γένοιο τῆς εὐλογίας τῆς ἐμῆς καὶ βασιλείας. Ὁ δὲ μεγαλόφρων καὶ εὐγενὴς ὡς ἀληθῶς νεανίας τῆς τοῦ πατρὸς περιττολογίας καὶ ἀνοήτου ἀντιβολῆς ἀκούσας, καὶ γνοὺς τὰς τοῦ σκολιοῦ δράκοντος μηχανάς, ὡς ἐκ τῶν δεξιῶν αὐτοῦ τοῖς ποσὶν ἡτοίμασε παγίδα, κατακάμψαι τὴν θεοειδῆ ψυχὴν τεχναζόμενος καὶ πρὸς τὸ προκείμενον ἐμποδίσαι βραβεῖον, τὸ δεσποτικὸν πρὸ ὀφθαλμῶν ἔθετο πρόσταγμα, Οὐκ ἦλθον βαλεῖν εἰρήνην, εἰπόντος,3 ἀλλὰ μάχην καὶ μάχαιραν· ἦλθον γὰρ διχάσαι υἱὸν κατὰ τοῦ πατρὸς αὐτοῦ καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς, καὶ τὰ ἑξῆς. καί, ὅτι Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμέ, οὐκ ἔστι μου ἄξιος, καί, Ὅστις με ἀρνήσεται ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. ταῦτα λογισάμενος, καὶ τῷ θείῳ φόβῳ τὴν ψυχὴν πεδήσας,

即蔑视万物而获得我自己的救恩?但如果你将对善的无知与缺乏经历归罪于我,那么你想想,每当提出某个问题时——有时甚至不是十分紧要的问题——在为所探究的问题找到清晰而最为妥帖的解答之前,我全然不给自己歇息,常常度过了多少个不眠之夜。因此,如果连这些暂时的事务中最小的一件,我都未曾轻忽,直到一切都有益且为众人的益处而告成;并且在普天之下,正如我认为的那样,众人都为我作证,没有任何人比我更严密地探究隐秘之事的明辨,我又怎会将神圣之事,以及按理当受敬奉和被赞述为神圣之事,视为微不足道,而不以全副热忱、全力、全灵、全意专注于对这些事的探寻,以求寻得真实与最合宜之事呢?事实上我确实辛勤探求了,在这些事上耗费了许多与白昼等同的黑夜,将许多智者和学者召集到这场商议中,并且也同许多所谓的基督徒交谈过。借着不懈的探讨与炽热的探寻,真理之路为我所寻得,并为那些因雄辩与明哲而受尊崇的智者所证实:除了我们今日所遵循的信仰之外,别无其他信仰;即侍奉至大的诸神,持守诸神赐予全人类的甘甜而愉悦的生活,这生活充满了极大的欢愉与畅快;而加利利人的头目与秘道引介者却愚蠢地将它摒弃,乃至为了某种渺茫难料的来生之盼望,便轻易舍弃这甘甜的光明以及诸神赐给我们享用的一切悦人之物,他们根本不知道自己在说些什么,也不明白自己所坚称的是何事。而你,最亲爱的儿子啊,当顺从你的父亲,他借着严密而至确的探求找到了那真正的美善。因为看哪,这已证明我既非故意,亦非出于无知而错失了善,反而是寻找到了善并将它纳于己身;我也切望你不致愚昧地走入歧途,而是跟随我。因此,当敬重你的父亲。难道你不知道,顺从父亲并在一切事上讨他欢喜是何等的美好?相反,惹父亲发怒而将他的诫命视若无物,是何等毁灭且该受诅咒的吗?因为凡这样行的人,都作为恶人遭致了悲惨的灭亡;我的孩子啊,愿你不要列于他们之中;反而当行那叫生你的父亲喜悦的事,得以享有一切美善,并成为承受我的祝福与王位的后嗣。’然而,那真正心志高尚且出身尊贵的青年,听了父亲的赘言与愚妄的祈求,识破了那狡猾古蛇的诡计——它如何从右侧为他的双脚设下陷阱,图谋压垮他那神圣的灵魂,阻碍他夺得摆在前面的赏赐——便将主的诫命摆在眼前,主曾说:‘我来并不是要带来和平,而是带来纷争与刀剑;因为我来是要叫儿子与父亲生疏,女儿与母亲生疏’等等;又说:‘爱父亲或母亲过于爱我的,配不上我’;以及:‘凡在人面前不认我的,我在我天上的父面前也必不认他。’〔青年〕思想了这些事,以对神的敬畏束紧自己的灵魂,

语法注3 条
  1. 25.223πάντων μὲν ὑπεριδεῖν

    说明性不定式(epexegetical infinitive),用以阐发前一段落结尾修辞疑问句(πόσης ἂν οὐκ ἔκρινα τὸ πρᾶγμα σπουδῆς ἄξιον)中宾语 τὸ πρᾶγμα 的内容,或作为 σπουδῆς ἄξιον 的补充成分,在句法上直接从属于前文与事实相反条件句的归结节。

  2. 25.224ὡς καὶ τὸ γλυκὺ τοῦτο φῶς καὶ τὰ τερπνὰ πάντα, ἅπερ εἰς ἀπόλαυσιν ἐχαρίσαντο ἡμῖν οἱ θεοί, ἐλπίδι τινὸς ἑτέρας ἀδήλου ζωῆς ἑτοίμως προΐεσθαι

    由连词 ὡς 与不定式 προΐεσθαι 构成的结果从句,用以表示先行主动词 ἀφρόνως ἀπώσαντο(“愚蠢地摒弃”)所产生的极端结果或程度(“以致连这甘甜的光明……都轻易舍弃”)。

  3. 25.225εἰπόντος

    属格分词,因所有格形容词 δεσποτικόν(“主的”)在语义上隐含了名词概念 ὁ δεσπότης(“主”),故按照意义一致(agreement ad sensum)原则修饰该动作主体;亦可理解为省略了从上下文自明之主语(即“主”)的独立属格结构(genitive absolute)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:25.223-25.225