← 大马士革的圣约翰

巴兰和约萨法特

§25.220-25.222

约阿萨夫的恳切祈祷与父王的怀柔劝诱

遭到父亲威胁后,儿子退入内室恒切祈祷并蒙受神圣安慰;而国王依从谋士阿拉齐斯的建议,次日以温和的态度接近儿子,试图劝诱其重回异教信仰并为己申辩。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§25.220

Ταῦτα τοῦ πατρὸς ἀπειλησαμένου καὶ μετ̓ ὀργῆς ὑποχωρήσαντος, εἰς τὸν ἑαυτοῦ κοιτῶνα ὁ υἱὸς εἰσελθών, καὶ πρὸς τὸν οἰκεῖον ἀγωνοθέτην τοὺς ὀφθαλμοὺς ἀνατείνας, Κύριε, ὁ Θεός μου, ἐκ βάθους ἀνέκραξε τῆς καρδίας, γλυκεῖα ἐλπὶς καὶ ἀψευδὴς ἐπαγγελία, ἡ κραταιὰ καταφυγὴ τῶν σοὶ προσανακειμένων, ἴδε μου τὴν συντριβὴν τῆς καρδίας ἱλέῳ καὶ εὐμενεῖ ὄμματι, καὶ μὴ ἐγκαταλίπῃς με, μηδὲ ἀποστῇς ἀπ’ ἐμοῦ· ἀλλά, κατὰ τὴν ἀψευδῆ σου ὑπόσχεσιν, γενοῦ μετ’ ἐμοῦ τοῦ ἀναξίου καὶ εὐτελοῦς· σὲ γὰρ γινώσκω καὶ ὁμολογῶ ποιητὴν καὶ προνοητὴν πάσης κτίσεως. αὐτὸς οὖν με ἐνίσχυσον ἐν ταύτῃ τῇ καλῇ ὁμολογίᾳ μέχρι τελευταίας διαμεῖναι ἀναπνοῆς· ἐπίβλεψον ἐπ’ ἐμὲ καὶ ἐλέησόν με, καὶ παράστηθι ἐκ πάσης διατηρῶν με σατανικῆς ἐνεργείας ἀλώβητον·

父亲如此威胁并忿忿离去之后,儿子进入自己的卧室,向自己的赛程裁决之主举目,从心底呼喊道:‘主啊,我的上帝,甘甜的盼望与不虚的应许,倚靠祢之人的坚固避难所,求祢以仁慈恩惠的眼目垂顾我内心的痛悔,不要丢弃我,也不要离开我;倒要照祢信实的应许,与我这不配而卑微的人同在;因为我知道并承认祢是全造物的创造者与看顾者。求祢亲自坚固我,使我持守这美好的认信,直到最后一口气息;求祢看顾我,怜悯我,站在我身旁,保守我免受撒但一切作为的伤害。

§25.221

ἐπίβλεψον, βασιλεῦ· διαπέφλεκται γὰρ ἰσχυρῶς ἡ ψυχή μου τῷ σῷ πόθῳ, καὶ ἐκκέκαυται ὡς ἐν δίψῃ καύματος ἐν ἀνύδρῳ, σὲ ἐπιποθοῦσα τὴν πηγὴν τῆς ἀθανασίας. μὴ παραδῴης τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι· τῆς ψυχῆς τοῦ πτωχοῦ σου μὴ ἐπιλάθῃ εἰς τέλος· ἀλλὰ παράσχου μοι τῷ ἁμαρτωλῷ παρ’ ὅλην μου τὴν ζωὴν ὑπὲρ τοῦ σοῦ ὀνόματος καὶ τῆς σῆς ὁμολογίας πάντα παθεῖν, καὶ ὅλον ἐμαυτόν σοι καταθῦσαι· σοῦ γὰρ ἐνδυναμοῦντος καὶ οἱ ἀσθενεῖς ὑπερισχύσουσιν, ὅτι μόνος εἶ σύμμαχος ἀήττητος καὶ Θεὸς ἐλεήμων, ὃν εὐλογεῖ πᾶσα κτίσις τὸν δεδοξασμένον εἰς τοὺς αἰῶνας. ἀμήν. Οὕτως εὐξάμενος θείας ᾔσθετο παρακλήσεως τῇ αὐτοῦ ἐπιφοιτησάσης καρδίᾳ, καὶ θάρσους ἐμπλησθεὶς εὐχόμενος ὅλην διετέλεσε τὴν νύκτα. ὁ δὲ βασιλεὺς Ἀραχῇ τῷ φίλῳ κοινολογησάμενος τὰ περὶ τοῦ παιδός, καὶ τὴν ἀπότομον αὐτοῦ παρρησίαν ἀμετάθετόν τε δηλώσας γνώμην, βουλὴν τίθεται φίλιον ὁ Ἀραχὴς ὅτι μάλιστα καὶ θεραπευτικὴν πρὸς αὐτὸν ποιήσασθαι τὴν ὁμιλίαν,1 ταῖς κολακείαις ἐλπίζων ἴσως ἐφελκύσασθαι. ἔρχεται τοιγαροῦν τῇ ἐπαύριον πρὸς τὸν υἱόν· καὶ καθίσας ἐγγύτερον τοῦτον προσεκαλέσατο. εἶτα περιπλακεὶς κατεφίλει, πράως ὑπερχόμενος καὶ ἠπίως, Ὦ τέκνον ποθεινότατον, εἰρηκώς, καὶ φιλούμενον, τίμησον τὴν τοῦ σοῦ πατρὸς πολιάν, καί, τῆς ἐμῆς ἀκούσας δεήσεως, προσελθὼν θυσίαν τοῖς θεοῖς προσάγαγε.

君王啊,求祢看顾!因为我的灵魂因对祢的渴慕而炽热燃烧,如同在无水之地的烈日焦渴中灼烧一般,渴想祢这永生的泉源。求祢不要将认信于祢的灵魂交给野兽;不要永远忘记祢贫穷之人的性命。求祢赐给我这罪人,在我一生的岁月中,为了祢的名和对祢的认信甘受一切,并将我的全身完全奉献给祢;因为在祢赐予力量时,软弱的人也能得胜,因祢是独一不可战胜的同盟与怜悯的上帝,万物都称颂祢这得荣耀直到永远的主。阿们。’ 如此祈祷之后,他感到神圣的安慰降临在自己心中,便充满勇气,通宵达旦地不住祈祷。与此同时,国王与密友阿拉齐斯商议关于儿子的事,言明了儿子直率不阿的态度与不可动摇的决意,阿拉齐斯进言,应当尽可能以友好和抚慰的态度与儿子交谈,指望或许能借着奉承迎合将他拉拢过来。次日,国王便来到儿子身边;他坐得更近些,将儿子唤到跟前。随后,他拥抱并热切亲吻儿子,温和仁慈地靠上前去,说道:‘我最想念、最亲爱的孩子啊,敬重你父亲的白发吧,垂听我的恳求,前来向诸神献祭。

§25.222

οὕτω γὰρ ἐκείνους τε εὐμενεῖς ἕξεις, καὶ μακρότητα ἡμερῶν, δόξης τε πάσης καὶ βασιλείας ἀνεπηρεάστου καὶ παντοίων ἀγαθῶν μετουσίαν παῤ αὐτῶν ἀπολήψῃ, ἐμοί τε τῷ πατρὶ ἔσῃ κεχαρισμένος διὰ βίου παντός, καὶ πᾶσιν ἀνθρώποις τίμιός τε καὶ ἐπαινετός. μέγα γὰρ εἰς ἐπαίνου λόγον τῷ πατρὶ ὑπακούειν, καὶ μάλιστα ἐπ̓ ἀγαθῷ καὶ τῇ εἰς θεοὺς εὐνοίᾳ. τί δέ, τέκνον, ὑπέλαβες; πότερον ὡς ἑκὼν τῆς ἀγαθῆς ἐκκλίνας ὁδοῦ τὴν ἐναντίαν ἰέναι προέκρινα, ἢ ἀγνοίᾳ καὶ ἀπειρίᾳ τοῦ ἀγαθοῦ τοῖς ὀλεθρίοις ἐμαυτὸν ἐξέδωκα; ἀλλ̓, εἰ μὲν ἑκόντα με νομίζεις τοῦ συμφέροντος προτιμᾶν τὰ κακὰ καὶ τῆς ζωῆς προκρίνειν τὸν θάνατον, πάνυ μοι δοκεῖς, τέκνον, τῆς ὀρθῆς ἀποσφαλῆναι κρίσεως. ἦ οὐχ ὁρᾷς ὅσῃ κακουχίᾳ καὶ ταλαιπωρίᾳ πολλάκις ἐμαυτὸν ἐκδίδωμι ἐν ταῖς κατὰ τῶν ἐχθρῶν ἐκστρατείαις, ἢ ἄλλαις τισὶ τοῦ κοινοῦ προστασίαις ἀσχολούμενος, ὡς καὶ πείνης τε καὶ δίψης, πεζοπορίας τε καὶ χαμαικοιτίας, οὕτω δεῆσαν,2 μὴ φείσασθαι; πλούτου δὲ καὶ χρημάτων τοσαύτη μοι πρόσεστιν ὑπεροψία τε καὶ καταφρόνησις, ὡς ἀφθόνως ἔσθ’ ὅτε τὰ ταμιεῖα πάντα τοῦ ἐμοῦ παλατίου κατακενῶσαι εἰς τὸ ἀνοικοδομῆσαι τοὺς τῶν θεῶν μεγίστους ναοὺς καὶ παντοίῳ τούτους καταλαμπρῦναι κόσμῳ ἢ τοῖς στρατοπέδοις ἀφθόνως διανεῖμαι τοὺς θησαυροὺς τῶν χρημάτων. τοιαύτης οὖν μετέχων τῶν ἀπολαυστικῶν ὑπεροψίας καὶ τῆς ἐν τοῖς δεινοῖς καρτερίας, εἰ τὴν τῶν Γαλιλαίων ἐγίνωσκον θρησκείαν κρείττονα τῆς ἐν χερσὶν ὑπάρχειν, πόσης ἂν οὐκ ἔκρινα τὸ πρᾶγμα σπουδῆς ἄξιον,3

因为这样你必得蒙诸神的眷顾,并从他们得享长寿、一切荣耀、不受侵扰的王位以及各样美善之物的份;并且你终生都将是令我这做父亲的心满意足之人,在万人面前也是尊贵且受赞誉的。因为顺从父亲乃是极大的赞誉之因,尤其是在向善与敬奉诸神之事上。可是,我的孩子,你是怎么想的呢?难道以为我是故意偏离善道而选择走相反的路,还是由于对善的无知与缺乏经历而将自己交给了毁灭之事?然而,如果你真以为我是故意弃益从害、舍生取死,那么在我看来,孩子啊,你便是彻底丧失了正确的判断。难道你没看见,在对敌征伐之时,或在忙于处理城邦公益事务之际,我常常让自己承受何等的艰辛与困苦,乃至在必要之时,连饥渴、徒步行军与露宿草莽都在所不惜吗?对于财富和金钱,我怀有如此的轻视与淡泊,以致有时毫不吝惜地倾尽我宫殿所有的宝库,去重建诸神最宏伟的庙宇并用各样装饰加以修饰,或是将大批资财犒赏军队。因此,我既然如此蔑弃享乐、在艰困中坚忍不拔,若我知晓加利利人的宗教优于眼前现有的宗教,我岂不会将这件事情视为值得倾注一切热忱的大事吗?’

语法注3 条
  1. 25.221βουλὴν τίθεται φίλιον ὁ Ἀραχὴς ὅτι μάλιστα καὶ θεραπευτικὴν πρὸς αὐτὸν ποιήσασθαι τὴν ὁμιλίαν

    βουλὴν τίθεται 意为“提出建议/定计”,主语为后置的 ὁ Ἀραχὴς。不定式 ποιήσασθαι 的逻辑主语当指国王,因为在紧接着的叙述(ἔρχεται... πρὸς τὸν υἱόν)中,走到儿子面前并以第一人称(ἐμοί τε τῷ πατρί,“对我这父亲”)开口说话的正是国王本人。

  2. 25.222οὕτω δεῆσαν

    非人称动词 δεῖ 的中性单数分词构成的绝对对格(accusative absolute),作为条件性副词短语使用,意为“若有此必要”或“在必要之时”。

  3. 25.222εἰ τὴν τῶν Γαλιλαίων ἐγίνωσκον θρησκείαν κρείττονα τῆς ἐν χερσὶν ὑπάρχειν, πόσης ἂν οὐκ ἔκρινα τὸ πρᾶγμα σπουδῆς ἄξιον

    由连词 εἰ 加未完成过去直陈式(ἐγίνωσκον)构成条件从句,归结句采用 ἄν 配合不定过去直陈式(ἔκρινα)的反事实条件句。此处运用修辞性反问,意在强调:“假若我过去知道加利利人的宗教更为优越,我岂不会视其为值得倾注最大热忱的大事吗?”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:25.220-25.222