← 大马士革的圣约翰

巴兰和约萨法特

§24.218-24.220

约阿萨法劝勉的结语与父王的死刑警告

约阿萨法劝告父王认清尘世的虚妄并悔改归向永恒的上帝,以此结束了他的劝诫。国王对儿子的智慧深感震惊,又对其诋毁诸神怒不可遏,但因天伦之情而未当场施罚便愤然离去,同时威胁若不顺从必将其残酷处死。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§24.218

ὄναρ τε καὶ ὡς σκιὰ καὶ ἐνύπνιον παρέρχεται καὶ ἀφανίζεται, καὶ αὔραις μᾶλλον ἔστι πιστεύειν οὐχ ἱσταμέναις καὶ νηὸς ποντοπορούσης ἴχνεσιν ἢ ἀνθρώπων εὐημερίᾳ, πόσης εὐηθείας ἤ, μᾶλλον εἰπεῖν, ἀνοίας τε καὶ παραφροσύνης τὰ φθαρτὰ καὶ ἐπίκηρα, ἀσθενῆ τε καὶ οὐδαμινά, τῶν ἀφθάρτων προκρῖναι1 καὶ αἰωνίων, ἀκηράτων τε καὶ ἀτελευτήτων, καὶ τῇ προσκαίρῳ τούτων ἀπολαύσει τῆς ἀδιαδόχου στερηθῆναι τῶν ἀγαθῶν ἐκείνων ἀπολαύσεως; οὐ συνήσεις ταῦτα, ὦ πάτερ; οὐ παραδραμεῖς τὰ παρατρέχοντα, καὶ προσθήσῃ τοῖς ἐπιμένουσιν; οὐ προτιμήσεις τὴν κατοικίαν τῆς παροικίας, τὸ φῶς τοῦ σκότους, τὸ πνεῦμα τῆς σαρκός, τὴν αἰώνιον ζωὴν τῆς σκιᾶς τοῦ θανάτου, τὰ μὴ λυόμενα τῶν ῥεόντων; οὐκ ἐκφεύξῃ τῆς χαλεπῆς δουλείας τοῦ δεινοῦ κοσμοκράτορος, τοῦ πονηροῦ, φημί, διαβόλου, καὶ τῷ ἀγαθῷ καὶ εὐσπλάγχνῳ καὶ πανοικτίρμονι οἰκειωθήσῃ Δεσπότῃ; οὐ, τῆς τῶν πολλῶν ἀποστὰς καὶ ψευδωνύμων θεῶν λατρείας, τῷ ἑνὶ λατρεύσεις ἀληθινῷ καὶ ζῶντι Θεῷ; εἰ γὰρ καὶ ἥμαρτες αὐτῷ, πολλὰ βλασφημήσας καὶ τοὺς αὐτοῦ θεράποντας δειναῖς ἀνελὼν τιμωρίαις, ἀλλὰ δέξεταί σε, εὖ οἶδα, ὁ ἀγαθὸς ἐπιστρέψαντα καὶ πάντων σου ἀμνημονεύσει τῶν πλημμελημάτων· οὐ βούλεται γὰρ τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν, ὁ ἐκ τῶν ἀνεκδιηγήτων κατελθὼν ὑψωμάτων ἐπὶ ζήτησιν τῶν πλανηθέντων ἡμῶν, σταυρόν τε καὶ μάστιγας καὶ θάνατον ὑπομείνας δι’ ἡμᾶς, καὶ τῷ τιμίῳ αὐτοῦ αἵματι ἐξαγοράσας ἡμᾶς τοὺς πεπραμένους ὑπὸ τὴν ἁμαρτίαν. αὐτῷ ἡ δόξα καὶ αἴνεσις εἰς τοὺς αἰῶνας. ἀμήν. Τοῦ δὲ βασιλέως ἐκπλήξει τε ἅμα καὶ ὀργῇ ληφθέντος, τὸ μὲν ἐπὶ τῇ τοῦ παιδὸς συνέσει καὶ τοῖς ἀναντιρρήτοις αὐτοῦ ῥήμασι, τὸ δὲ ἐφ’ ᾧ ἐκείνου οὐ διέλιπεν ἐνδιαβάλλων θεοὺς2 καὶ ὅλον αὐτοῦ μυκτηρίζων καὶ χλευάζων τὸν βίον, τὸ μὲν τοῦ λόγου φαιδρὸν διὰ τὴν ἔνδον οὐκ ἐδέξατο τοῦ σκότους παχύτητα, τιμωρήσασθαι δὲ αὐτὸν ἢ κακῶς τι διαθέσθαι τῇ φυσικῇ μὴ δυνάμενος στοργῇ, τὸ δὲ μεταπείσειν αὐτὸν ἀπειλαῖς πάντη ἀπογνούς, φοβηθεὶς μή, πλείονας κινήσας πρὸς αὐτὸν λόγους, ἐκείνου παρρησιαζομένου καὶ τὰ τῶν θεῶν διακωμῳδοῦντος καὶ χλευάζοντος, εἰς πλείονα θυμὸν ἐξαφθείς, τῶν ἐναντίων εἰς αὐτόν τι διαπράξοιτο, μετ’ ὀργῆς ἀναστάς, ὑπεχώρησεν,3 Εἴθε μηδόλως ἐγεννήθης, εἰπών, μήτ’ εἰς φῶς προῆλθες, τοιοῦτος μέλλων ἔσεσθαι, βλάσφημος εἰς τοὺς θεοὺς καὶ τῆς πατρικῆς ἀποστάτης φιλίας τε καὶ νουθεσίας. ἀλλ’ οὐκ εἰς τέλος τῶν ἀηττήτων καταμωκήσῃ θεῶν, οὐδ’ ἐπὶ πολὺ χαρήσονται οἱ ὑπεναντίοι, οὐδ’ αἱ τούτων ἰσχύσουσι γοητεῖαι.

像梦境一样、又如阴影与幻影般消逝无踪,而且信赖不定的微风与远航之船的航迹,尚且甚于信赖人的顺遂昌盛,那么,将朽坏而危殆的、软弱而无价值的事物,置于不朽与永恒的、纯全与无尽的事物之上,并因对这些事物的短暂享乐,而丧失了对那些美善之物的无尽享受,这该是何等的愚蠢,或者更确切地说,何等的昏聩与癫狂啊!父亲啊,难道您不明白这些吗?难道您不愿掠过易逝之事,归向存留之物吗?难道您不愿选择永恒的居所胜过寄居,选择光明胜过黑暗,选择灵胜过肉体,选择永生胜过死亡的阴影,选择永不瓦解之物胜过流转之物吗?难道您不愿脱离这世界可怕统治者——即那恶毒魔鬼——的残酷奴役,而归顺于良善、仁慈且极具怜悯的主宰吗?难道您不愿脱离对众多且冒名的神祇的膜拜,去侍奉独一真实而永活的上帝吗?因为纵使您犯了得罪祂的罪,说了诸多亵渎的话,用可怖的酷刑杀戮了祂的仆从,但我确知,这位良善的主必收纳回头的您,并不追念您的一切过犯;因为那为了寻找我们这迷失之人而从不可言说的至高之处降临、为了我们甘受十字架、鞭笞与死亡,并用祂宝贵的宝血买赎了我们这些卖给罪恶之人的主,并不愿罪人灭亡,倒愿他回转并得生命。愿荣耀与颂赞归于祂,直到永远。阿们。 国王此时同时被震惊与怒火所攫住,一方面是因为儿子的聪慧及其无可反驳的话语,另一方面是因为儿子竟不断诋毁他的神祇,嘲弄并蔑视他的整个人生。然而由于内在黑暗的厚重,国王未能领受话语的光明;但出于天伦之情,他又无法惩罚他或苛待他;另一方面,他已彻底放弃了用威胁来改变儿子的想法;他又害怕若再同儿子多言,儿子越是侃侃而谈、戏谑嘲弄神祇的事,自己便会燃起更大的怒火,从而做出伤害儿子的事来。于是,他在愤恨中起身退去,说道:‘但愿你根本未曾出生,也未曾来到人世的光明之中!你竟注定成为这样的人,亵渎诸神,背弃父爱与训诫!但你绝不能将无敌的诸神戏弄到底,那些反对者也绝不会长久欢喜,他们的妖术也绝不会得逞。

§24.220

εἰ μὴ γὰρ εὐήκοος γενήσῃ μοι καὶ τοῖς θεοῖς εὐγνώμων, πολλαῖς πρότερον ἐκδώσας σε καὶ ποικίλαις τιμωρίαις, κακηγκάκως θανατώσω, οὐχ ὡς υἱῷ σοι διατεθείς, ἀλλ’ ὡς ἐχθρῷ τινι καὶ ἀποστάτῃ.

因为你若不听从于我,不对诸神心存敬畏,我必先将你交与诸多且各样的酷刑,然后将你极其悲惨地处死,不再以对待儿子的态度待你,而是如同对待仇敌和叛徒一般!’

语法注3 条
  1. 24.218πόσης εὐηθείας ἤ, μᾶλλον εἰπεῖν, ἀνοίας τε καὶ παραφροσύνης τὰ φθαρτὰ καὶ ἐπίκηρα, ἀσθενῆ τε καὶ οὐδαμινά, τῶν ἀφθάρτων προκρῖναι

    属格短语 πόσης εὐηθείας... παραφροσύνης 是表性质/属性的表语属格,省略了系动词 ἐστί。其后由不定式引导的短语 τὰ φθαρτὰ... προκρῖναι 以及 τῇ προσκαίρῳ... στερηθῆναι 共同充当全句的语法主语。

  2. 24.219ἐφ’ ᾧ ἐκείνου οὐ διέλιπεν ἐνδιαβάλλων θεοὺς

    短语 ἐφ' ᾧ 作连词用,表示原因(“因为/由于……”)。动词 οὐ διέλιπεν 带补充补足语分词 ἐνδιαβάλλων,意为“不断地、未曾停止诽谤”。代词属格 ἐκείνου 通过超步倒装修饰远离它的 θεούς,指代“他(国王)的神祇”。

  3. 24.219Τοῦ δὲ βασιλεως ἐκπλήξει τε ἅμα καὶ ὀργῇ ληφθέντος ... μετ’ ὀργῆς ἀναστάς, ὑπεχώρησεν

    这是一个由独立属格 Τοῦ δὲ βασιλέως... ληφθέντος 开始的漫长周期句(period)。主句主语(国王)在句中承前省略,通过数个相互对立并列的首个主动词分句(含 οὐκ ἐδέξατο 的否定结构)及分词短语(μὴ δυνάμενος、ἀπογνούς 以及 φοβηθείς 等),最终引向另一主动词 ὑπεχώρησεν(“退去”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:24.218-24.220