← 大马士革的圣约翰

巴兰和约萨法特

§24.214-24.217

国王的威胁与约阿萨夫劝父悔改

国王对约阿萨夫的宣信大发雷霆并以酷刑相威胁,约阿萨夫则毫不屈服,向父亲力陈世俗享乐的虚幻与地狱永刑,劝其悔改回头。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§24.214

εὖ ἴσθι, υἱότητος,1 καὶ τῷ Θεῷ μου λατρεύσω καθαρῷ συνειδότι. Ταῦτα οὖν πάντα ὡς ἤκουσεν ὁ βασιλεύς, ὀξύτατα κινηθεὶς καὶ θυμῷ ἀσχέτῳ καταληφθείς, ὀργίλως αὐτῷ ἐλάλει, καὶ πικρῶς τοὺς ὀδόντας ἔβρυχε, μαινομένῳ ἐοικώς· Καὶ τίς, φησίν, ὁ τοιούτων μοι αἴτιος τῶν κακῶν, ἢ αὐτὸς ἐγὼ οὕτως σοι διατεθεὶς καὶ τοιαῦτα ἐπὶ σοὶ ἐργασάμενος ἃ οὐδεὶς πώποτε τῶν πατέρων πεποίηκε; διό σου τῆς γνώμης τὸ σκολιὸν καὶ φιλόνεικον, δύναμιν τῇ ἐξουσίᾳ προσλαβόμενον, κατὰ τῆς ἐμῆς κεφαλῆς μανῆναί σε πεποίηκε. δικαίως οὖν ἐν τῇ σῇ γεννήσει οἱ ἀστρολόγοι δεινὸν εἶπον ἀποβήσεσθαί σε καὶ παμπόνηρον ἄνδρα, ἀλαζόνα τε καὶ γονεῦσιν ἀπειθῆ. ἀλλὰ νῦν, εἰ τὴν ἐμὴν ἀκυρώσεις βουλὴν καὶ τῆς ἐμῆς ἀποστήσῃ υἱότητος, ὡς ἐχθρός σοι διατεθείς, ἐκεῖνα ποιήσω σοι, ἅπερ οὐδὲ πολεμίοις τις ἐνεδείξατο. Αὖθις δὲ ἐκεῖνος, Τί, φησίν, ὦ βασιλεῦ, εἰς ὀργὴν ἀνήφθης; ὅτι τοιούτων ἐγὼ ἠξίωμαι ἀγαθῶν, λελύπησαι; καὶ τίς ποτε πατὴρ ἐπὶ τῇ τοῦ υἱοῦ εὐτυχίᾳ ἀχθόμενος ὡράθη; ἢ πῶς πατὴρ ὁ τοιοῦτος, καὶ οὐκ ἐχθρός, λογισθείη; οὐκοῦν οὐδὲ ἐγὼ τοῦ λοιποῦ πατέρα μού σε καλέσω· ἀλλ̓ ἀποστήσομαί σου, ὥσπερ τις φεύγει ἀπὸ ὄφεως, εἰ γνώσομαι φθονεῖν σε τὴν ἐμὴν σωτηρίαν, εἰς ἀπώλειαν δὲ βιαίᾳ συνωθεῖν με χειρί. εἰ γὰρ βιάζειν με καὶ τυραννεῖν θελήσειας, καθὰ δὴ καὶ εἶπας, οὐδὲν ἄλλο κερδανεῖς, εὖ ἴσθι, ἢ τὸ ἀντὶ πατρὸς τύραννος καὶ φονεὺς κληθῆναι2 μόνον· ἐπεὶ ῥᾷόν σοι ἀετοῦ ἴχνεσιν ἐφικέσθαι καὶ κατ’ αὐτὸν τὸν ἀέρα διίπτασθαι, ἢ τὴν ἐμὴν μεταπείσειν εἰς Χριστὸν πίστιν, καὶ ἣν αὐτῷ ὡμολόγησα καλὴν ὁμολογίαν. ἀλλὰ σύνες, ὦ πάτερ, καί, τὴν λήμην καὶ ἀχλὺν ἀποτινάξας τῶν τοῦ νοὸς ὀμμάτων, ἀνάβλεψον ἰδεῖν τὸ πᾶσι περιλάμπον τοῦ Θεοῦ μου φῶς, καὶ αὐτός ποτε περιλάμφθητι τῷ γλυκυτάτῳ τούτου φωτί. ἵνα τί γὰρ ὅλως τοῖς πάθεσι καὶ θελήμασιν ἐξεδόθης τῆς σαρκός, καὶ ἀνάνευσις οὐκ ἔστι; γνῶθι ὅτι πᾶσα σὰρξ χόρτος καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος καὶ τὸ ἄνθος αὐτοῦ ἐκπέπτωκε, τὸ δὲ ῥῆμα τοῦ Κυρίου μου, τὸ εὐαγγελισθὲν ἐπὶ πάντας, μενεῖ εἰς τὸν αἰῶνα. τί οὖν οὕτως ἐμμανῶς ἀντέχῃ καὶ περιέχῃ τῆς δίκην τῶν ἐαρινῶν ἀνθέων μαραινομένης καὶ ἀφανιζομένης δόξης, καὶ τῆς βδελυρᾶς καὶ δυσώδους τρυφῆς, καὶ τῶν τῆς γαστρὸς καὶ ὑπὸ γαστέρα μιαρωτάτων παθῶν, ἅτινα πρὸς καιρὸν ἡδύνουσι τὰς αἰσθήσεις τῶν ἀνοήτων, ὕστερον μέντοι πικροτέρας χολῆς ποιοῦνται τὰς ἀναδόσεις,3 ὅταν αἱ μὲν σκιαὶ αὗται καὶ τὰ ἐνύπνια τοῦ ματαίου τούτου παρέλθωσι βίου, ἐν ὀδύνῃ δὲ διηνεκεῖ πυρὸς ἀσβέστου καὶ σκοτεινοῦ κατακλεισθῶσιν οἱ τούτων ἐρασταί, καὶ τῆς ἀνομίας ἐργάται, ἔνθα ὁ σκώληξ αὐτοὺς ὁ ἀκοίμητος ἀτελεύτητα κατεσθίει, καὶ τὸ πῦρ ἄληκτα καὶ ἀκατάσβεστα εἰς αἰῶνας κατακαίει ἀπεράντους; μεθ’ ὧν οἴμοι καὶ αὐτὸς κατακλεισθεὶς καὶ χαλεπῶς ὀδυνώμενος, πολλὰ μὲν μεταγνώσῃ τῶν δεινῶν βουλευμάτων, πολλὰ δὲ ἐπιζητήσεις τὰς νῦν ἡμέρας καὶ τῶν ἐμῶν ἐπιμνησθήσῃ ῥημάτων· ἀλλ’ ὄφελος τῆς μεταμελείας οὐκ ἔσται. ἐν γὰρ τῷ ᾅδῃ ἐξομολόγησις καὶ μετάνοια οὐχ ὑπάρχει· ἀλλ’ ὁ παρὼν ὡρίσθη καιρὸς τῆς ἐργασίας, ὁ δὲ μέλλων τῆς ἀνταποδόσεως. εἰ μὲν γὰρ τὰ παρόντα τερπνὰ οὐκ ἀφανισμῷ ὑπέκειτο καὶ ῥοῇ, ἀλλὰ συνδιαιωνίζειν ἔμελλε τοῖς αὐτῶν δεσπόταις, οὐδὲ οὕτως ἔδει τῶν τοῦ Χριστοῦ δωρεῶν καὶ ὑπὲρ ἔννοιαν ἀγαθῶν ταῦτα προκρῖναι· καθ’ ὅσον γὰρ ὁ ἥλιος τῆς βαθείας ἐστὶ νυκτὸς λαμπρότερος καὶ διαυγέστερος, τοσοῦτον καὶ πολλῷ πλέον τὰ ἐπηγγελμένα ἀγαθὰ τοῖς ἀγαπῶσι τὸν Θεὸν πάσης ἐπιγείου βασιλείας καὶ δόξης ἐνδοξότερά τε ὑπάρχει καὶ μεγαλοπρεπέστερα, καὶ ἔδει πάντως τὰ μείζονα τῶν εὐτελεστέρων προκρῖναι. ἐπεὶ δὲ καὶ ῥευστὰ τὰ τῇδε πάντα καὶ φθορᾷ ὑποκείμενα ὡς

您当确知,脱离与您的父子关系,以纯洁的良心侍奉我的上帝。国王听了这番话,勃然大怒,被不可遏止的愤恨所攫住,狂怒地向他说话,像疯子一样切齿咬牙,说道:‘给我带来如此灾祸的罪魁祸首是谁呢?岂不正是我自己吗?是我对你如此关照,为你做了历来任何父亲都不曾做过的事!因此,你心术不正而又好勇斗狠,借着权柄获得了力量,竟使你对着我的头癫狂发作。因此,在你的诞生之时,占星学家们说你将成为一个可怕而极恶之人、傲慢而悖逆父母之徒,确实所言不虚。但如今,你若废弃我的心意,脱离作为我儿子的名分,我将以仇敌待你,施加于你的手段,必是任何人连对敌人都未曾施展过的!’那一位又回答说:‘国王啊,您为何怒火中烧呢?难道因我配得如此美福,您就心生忧愁吗?何曾见过有哪位父亲因儿子的福气而苦恼呢?这样的人又怎能被算作父亲,而不是仇敌呢?因此,今后我也不再称您为我的父亲;若是知道您嫉妒我的救恩,并用强暴之手将我推向毁灭,我就必离开您,如同人躲避毒蛇一般。因为您若真如所言,想要强迫我、残暴虐待我,您当确知,除了不再被称为父亲、仅仅被呼为暴君与凶手之外,您将一无所获;因为对于您而言,追赶雄鹰的踪迹并在苍穹之间翱翔,也比说服我改变对基督的信仰、背离我向祂所作的美好宣信要容易得多。然而父亲啊,请您醒悟过来吧,抹去心智之眼上的污秽与迷雾,抬头仰望我的上帝照耀万人的光芒,使您自己最终也蒙祂最甘美的光辉照耀。您究竟为何要完全屈服于肉体的情欲和意向之中,竟无一丝回心转意呢?当知道:凡有血气的尽都如草,人的一切荣耀都如草上的花;草必枯干,花必凋谢,惟有我的主宣传给万人的话语必永远立定。那么,您为何要如此疯狂地执着并抓紧那如同春花般凋零消逝的荣耀、那可憎恶臭的奢靡,以及腹中与腹下那些最污秽的情欲呢?这些东西虽然在短时间内使愚妄人的感官感到甜美,随后所产生的反胃反冲却比苦胆还要苦涩;届时,这虚幻一生的阴影与梦境都将逝去,而这些东西的狂热者与作恶多端之徒,必将被禁锢于不灭且阴暗之火的永恒痛苦之中——在那里,不死的蠕虫无休止地噬咬他们,烈火不息不灭地焚烧他们直到无尽的永世。呜呼!与他们一同被禁锢并受尽剧烈痛苦的,也必将有您自己;那时您必将极力懊悔这些恶毒的计谋,必将极力追忆如今的日子,并记起我的话语;然而悔恨必毫无益处。因为在阴间既无告白,也无悔改;现世被定为劳作之时,而来世则是报应之时。退一步说,纵使现世的享乐不致消逝和流转,而是注定要与它们的主人同存到永远,人也不应当将这些看得高于基督的恩赐与超乎意念的美善;因为太阳比漫漫长夜明亮清澈多少,应许给爱上帝之人的福分,就比地上一切王权与荣耀更加荣耀和宏伟多少,甚至远不止于此,而且无论如何,人都必须选择那伟大的,胜过卑贱的。更何况此地的一切本就易逝且受制于朽坏……’

语法注3 条
  1. 24.214υἱότητος

    与前一语段末尾的动词“ἀποστήσομαι”连用的分离属格。“τῆς σῆς... υἱότητος”短语跨越插入语“εὖ ἴσθι”构成了隔置修饰(hyperbaton),指脱离“作为您儿子的名分”(与国王的父子关系)。

  2. 24.215τὸ ἀντὶ πατρὸς τύραννος καὶ φονεὺς κληθῆναι

    在“οὐδὲν ἄλλο... ἢ”之后作宾语的定冠词不定式句。被动不定式“κληθῆναι”的表语名词“τύραννος καὶ φονεύς”与主导动词“κερδανεῖς”的主语(第二人称单数)保持一致,因而采用主格(主格表语结构)。

  3. 24.217τὰς ἀναδόσεις

    本义指“消化反胃、嗳气”的医学与饮食隐喻。此处与愚人感官所获得的短暂甘甜相对照,以胃中苦胆反涌比喻放纵情欲后所留下的极苦后患与恶果。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:24.214-24.217