- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:24.211-24.213
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
约阿萨夫向父王阐明了独一三位一体真神的崇高完全与偶象的彻底虚妄,表明宁死不渝跟从基督的决心,并敦促父王一同归正。
καὶ ἀγαθὰ τὰ κρείττονα καὶ λόγου καὶ ἀκοῆς. αὐτὸς γάρ ἐστιν ὁ κραταιὸς καὶ μόνος δυνάστης, ὁ Βασιλεὺς τῶν βασιλευόντων καὶ Κύριος τῶν κυριευόντων, οὗ τὸ κράτος ἄμαχον καὶ ἡ δυναστεία ἀνείκαστος, ὁ μόνος ἅγιος καὶ ἐν ἁγίοις ἀναπαυόμενος, ὁ σὺν Πατρὶ καὶ Ἁγίῳ Πνεύματι δοξαζόμενος, εἰς ἃ βεβάπτισμαι.1 καὶ ὁμολογῶ, δοξάζω τε καὶ προσκυνῶ ἕνα Θεὸν ἐν τρισὶν ὑποστάσεσιν ὁμοούσιόν τε καὶ ἀσύγχυτον, ἄκτιστόν τε καὶ ἀθάνατον, αἰώνιον, ἄπειρον, ἀπεριόριστον, ἀσώματον, ἀπαθῆ, ἄτρεπτον, ἀναλλοίωτον, ἀόριστον, πηγὴν ἀγαθότητος καὶ δικαιοσύνης καὶ φωτὸς ἀϊδίου, πάντων κτισμάτων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν, συνέχοντά τε πάντα καὶ συντηροῦντα, πάντων προνοούμενον, κρατοῦντά τε πάντων καὶ βασιλεύοντα. οὔτε γὰρ ἐγένετό τι τῶν ὄντων χωρὶς αὐτοῦ, οὔτε τῆς αὐτοῦ προνοίας ἄνευ συνίστασθαί τι δύναται· αὐτὸς γάρ ἐστι πάντων ἡ ζωή, πάντων ἡ σύστασις, πάντων ὁ φωτισμός, ὅλος γλυκασμὸς καὶ ἐπιθυμία ἀκόρεστος, καὶ πάντων τῶν ἐφετῶν τὸ ἀκρότατον. τὸ καταλιπεῖν οὖν τὸν οὕτως ἀγαθόν, οὕτω σοφόν, οὕτω δυνατὸν Θεόν, καὶ δαίμοσιν ἀκαθάρτοις, δημιουργοῖς πάντων τῶν παθῶν, λατρεῦσαι, ξοάνοις τε κωφοῖς καὶ ἀλάλοις σέβας ἀπονεῖμαι, τοῖς μήτε οὖσί τι μήτε ἐσομένοις, πόσης οὐκ ἂν εἴη πέρα ἀνοίας2 καὶ παραφροσύνης; πότε γὰρ ἠκούσθη τις λαλιὰ ἢ λόγος παρ’ αὐτῶν; πότε κἂν σμικρὰν ἀπόκρισιν τοῖς εὐχομένοις αὐτοῖς δεδώκασι; πότε περιεπάτησαν ἢ αἴσθησίν τινα ἐδέξαντο; οὔτε γὰρ οἱ ἱστάμενοί ποτε καθέδρας ἐμνήσθησαν, οὔτε οἱ καθήμενοι ἀναστάντες ὤφθησαν. τούτων τὸ εἰδεχθὲς καὶ δυσῶδες καὶ ἀναίσθητον, ἔτι δὲ καὶ τῶν ἐνεργούντων ἐν αὐτοῖς καὶ δι’ αὐτῶν ὑμᾶς ἀπατώντων δαιμόνων τὸ σαθρὸν καὶ ἀσθενὲς παρὰ ἀνδρὸς ἁγίου μαθών, καὶ τῆς αὐτῶν κακίας καταπτύσας, καὶ τέλειον μῖσος μισήσας αὐτούς, τῷ ζῶντι καὶ ἀληθινῷ συνεταξάμην Θεῷ· καὶ αὐτῷ δουλεύσω μέχρι τελευταίας ἀναπνοῆς, ἵνα καὶ εἰς τὰς αὐτοῦ χεῖρας ἔλθοι μου τὸ πνεῦμα. τῶν τοιούτων οὖν συναντησάντων μοι ἀνεκδιηγήτων ἀγαθῶν, ἔχαιρον μὲν τῆς δουλείας ἀπαλλαγεὶς τῶν πονηρῶν δαιμόνων καὶ τῆς δεινῆς ἀνακληθεὶς αἰχμαλωσίας, καὶ τῷ φωτὶ περιλαμφθεὶς τοῦ προσώπου Κυρίου· ἠνιώμην δὲ καὶ τὴν ψυχὴν ἐμεριζόμην, ὅτι μὴ καὶ αὐτὸς ὁ δεσπότης μου καὶ πατὴρ τῶν τοιούτων μετεῖχες εὐεργεσιῶν. ἀλλὰ δεδοικώς σου τῆς γνώμης τὸ δυσπειθές, κατεῖχον ἐν ἐμαυτῷ τὴν λύπην, μὴ παροργίσαι σε βουλόμενος, τὸν Θεὸν δὲ ἀπαύστως ἱκέτευον ἑλκῦσαί σε πρὸς ἑαυτὸν καὶ τῆς μακρᾶς ἀνακαλέσασθαι ἐξορίας ἧς αὐτὸς προεξένησας σεαυτῷ,3 δραπέτης οἴμοι τῆς εὐσεβείας γενόμενος καὶ κακίας ὑπηρέτης πάσης καὶ ἀσεβείας. ἐπεὶ δὲ αὐτός, ὦ πάτερ, εἰς ἐμφανὲς τὰ κατ’ ἐμὲ ἤγαγες, τὸ πᾶν τῆς ἐμῆς ἄκουε γνώμης· οὐ ψεύσομαι τὰς πρὸς Χριστόν μου συνθήκας, οὐ, μὰ τὸν ἐξαγοράσαντά με τῆς δουλείας τῷ τιμίῳ αὐτοῦ αἵματι, κἂν μυριάκις με δεῖ ἀποθανεῖν ὑπὲρ αὐτοῦ, θανοῦμαι. τὰ περὶ ἐμοῦ τοίνυν οὕτως εἰδώς, μηκέτι κόπους σεαυτῷ πάρεχε, μεταπείθειν με ἐπιχειρῶν τῆς καλῆς ὁμολογίας. ὡς γάρ σοι τοῦ οὐρανοῦ ἐπιλαβέσθαι δόξαντι τῇ χειρί, ἢ τὰ θαλάττια ξηρᾶναι πελάγη, ἄπρακτον ἂν τὸ ἐγχείρημα ἦν4 καὶ ἀνήνυτον, οὕτω δὴ καὶ τοῦτο γίνωσκε εἶναι. ἢ τοίνυν αὐτός, τῆς ἐμῆς ἀκούσας βουλῆς, τῷ Χριστῷ οἰκειώθητι, καὶ τῶν ὑπὲρ ἔννοιαν λήψῃ ἀγαθῶν, κοινωνοί τε ἀλλήλοις ἐσόμεθα, ὥσπερ τῆς φύσεως, οὕτω δὴ καὶ τῆς πίστεως· ἢ τῆς σῆς ἀποστήσομαι,
以及超越言语与听闻的诸般美福。因为祂正是那大能者与独一的主权者,万王之王,万主之主,祂的权柄无敌,祂的权能无双,祂是独一的圣者,安息在圣徒之中,同父及圣灵一同得荣耀——我所受洗归入的正是祂们。我宣信、荣耀并敬拜存在于三个位格之中的独一上帝:同体而无混淆,非造而永生,永恒、无限、无界限、无形体、无苦受、不可变、无更动、不可限定,是美善、公义与永恒光明的源泉,是一切可见与不可见受造物的造物主,托住万物、保守万物,顾念万事,统摄并作王治理万有。因为受造万物中没有一样离开祂而成立,也没有一样若无祂的摄理能够存立;因为祂自己乃是万物的生命、万物的存续、万物的光照,是全然的甘甜与无穷的渴慕,是一切所渴望之物的极致。因此,抛弃如此良善、如此智慧、如此大能的上帝,去侍奉诸般情欲的制造者——不洁的污鬼,向聋哑无言的偶像奉上敬拜——它们既非存在之物,亦永不会成为什么——该是何等超越了一切愚昧与疯狂呢?因为何曾从它们那里听见过什么言谈或言辞?它们何曾向祈求它们的人给过丝毫的回应?它们何曾行走过或获得过任何感知?因为站立着的雕像从未记得就坐,坐着的雕像也从未见其起身。我从一位圣人那里得知了这些东西的丑恶、恶臭与无知觉,更得知了那些在其中运行并藉它们欺骗你们的恶魔的腐朽与软弱,在唾弃了它们的恶毒并以彻底的仇恨憎恶它们之后,我归顺了永生而真实的上帝;并且我将侍奉祂直到最后一息,好使我的灵魂也能归入祂的手中。因此,当我蒙遇如此不可言喻的恩福时,我因脱离恶魔的奴役、从险恶的俘虏境地中被召回、蒙受主圣容的光辉照耀而欢欣鼓舞;然而我亦深感忧伤、灵魂备受撕扯,因我的主宰兼父亲您并未分享这般的恩泽。然而,由于惧怕您心意的顽梗不屈,我不愿激怒于您,便将悲痛藏于内心,只是不住地祈求上帝将您引向祂自己,将您从您自己招致的长久流放中召回;呜呼,您成了逃离虔敬的逃亡者,成了诸般恶德与不敬的仆从。但是父亲,既然您亲自将关于我的事公之于众,就请听取我全然的心意:我决不背弃我对基督的盟约;绝不,凭着那用宝血将我从奴役中赎买出来的主起誓,纵使我须为祂死上万次,我也甘愿去死。因此,既然明知我意已决,就请不要再徒增劳顿,企图劝我脱离这美好的宣信。因为正如您若想伸手握住苍天,或是汲干汪洋之海,此番尝试必属徒劳而无法成就,您当知此事亦是如此。因此,您若听从我的劝告,归附基督,就必领受不可思议的诸般美福,我们也将如同在骨肉天性上那样,在信仰上也彼此相通;否则,我必将脱离与您的关系,
- 24.211εἰς ἃ βεβάπτισμαι
关系代名词 ἃ 为中性复数,统括指代前文所述的圣父、圣子与圣灵三位格(或其神圣实体)。介词 εἰς 表示藉由洗礼归入其名并与之联结的信仰认信。
- 24.211πόσης οὐκ ἂν εἴη πέρα ἀνοίας
带有潜在希求语气(ἄν 搭配希求语气 εἴη)的修辞疑问句,构成强烈的反诘断言:“岂不越过了一切愚妄?”(即“必然超越了一切疯狂”)。πέρα 在此作支配属格(ἀνοίας καὶ παραφροσύνης)的副词性介词。
- 24.212ἧς αὐτὸς προεξένησας σεαυτῷ
关系代名词 ἧς 表现出关系代词引向(attraction),由原本作动词宾语的宾格(ἣν)被先行词 ἐξορίας 同化为属格。动词 προξενέω(意为“为……招致/带来”)后接反身代词与格 σεαυτῷ 与直接宾语宾格。
- 24.213ὡς γάρ σοι τοῦ οὐρανοῦ ἐπιλαβέσθαι δόξαντι... ἄπρακτον ἂν τὸ ἐγχείρημα ἦν
由 ὡς... οὕτω(正如……如此)构成的比较句。比较句的内层运用过去直陈式搭配 ἄν(ἄπρακτον ἂν ... ἦν)构成反事实条件句的结论部,构成了不可能性的生动比喻:“正如即便您决意以手攀天,此举亦必归于徒然,您当知此事亦复如是”。与格分词 δόξαντι 承担了条件的前提。
