- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:24.207-24.210
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
国王严厉责备儿子约阿萨夫归附异神,警告他诸神的愤怒并敦促他重归献祭;约阿萨夫则毫不退缩地坦然认信,宣扬基督降世道成肉身与救赎的真理。
τὸ φῶς τε περιῆρας τῶν ὀφθαλμῶν μου καὶ τὴν τῶν ἐμῶν νεύρων ἐξέκοψας ἰσχύν· φόβος γὰρ ὃν ἐφοβούμην περὶ σοῦ ἦλθέ μοι,1 καὶ ὃν ἐδεδοίκειν συνήντησέ μοι. καὶ γέγονας τῶν ἐχθρῶν μου ἐπίχαρμα καὶ τῶν ὑπεναντίων μου κατάγελως. ἀπαιδεύτῳ φρενὶ καὶ νηπιώδει γνώμῃ τοῖς τῶν ἀπατεώνων ῥήμασιν ἐξακολουθήσας, καὶ τὴν βουλὴν τῶν κακοφρόνων τῆς ἐμῆς προκρίνας βουλῆς, καὶ τῶν ἡμετέρων θεῶν τὸ σέβας καταλιπών, ἀλλοτρίῳ ἐλάτρευσας Θεῷ. ἵνα τί, τέκνον, ταῦτα πεποίηκας; καὶ ὃν ἤλπιζον ἐν πάσῃ ἐκτρέφειν ἀσφαλείᾳ καὶ τοῦ γήρως ἔχειν βακτηρίαν καὶ ἰσχύν, διάδοχόν τε ἄριστον καταλιμπάνειν τῆς βασιλείας, τὰ τῶν ἐχθρῶν οὐκ ᾐδέσθης καὶ πολεμίων ἐνδείξασθαι εἰς ἐμέ;2 οὐκ ἔδει σε ἐμοὶ μᾶλλον πείθεσθαι καὶ τοῖς ἐμοῖς ἕπεσθαι δόγμασιν, ἢ τοῦ δολίου καὶ σαπροῦ γέροντος εἴκειν ταῖς φληνάφοις μωρολογίαις, τοῦ πικράν σοι ἀντὶ τῆς γλυκείας ὑποθεμένου ζωήν, καὶ ἀντὶ τῆς ποθεινοτάτης τρυφῆς τὴν σκληρὰν καὶ τραχεῖαν ὁδεύειν ὁδόν, ἣν ὁ τῆς Μαρίας Υἱὸς ἰέναι προτρέπεται, οὐ δέδοικας δὲ τῶν μεγίστων θεῶν τὴν ὀργήν, μὴ κεραυνῷ σε βαλοῦσιν, ἢ σκηπτῷ θανατώσουσιν, ἢ χάσματι γῆς καταποντίσουσιν,3 ἀνθ’ ὧν τοὺς τοσαῦτα ἡμᾶς εὐηργετηκότας καὶ διαδήματι βασιλείας κατακοσμήσαντας, καὶ ἔθνη πολυάνθρωπα ὑποτάξαντας, καὶ σὲ παρ’ ἐλπίδα δι’ εὐχῆς ἐμῆς καὶ δεήσεως γεννηθῆναι καὶ τοῦ γλυκυτάτου μετέχειν φωτὸς τούτου παρασκευάσαντας, παρωσάμενος καὶ ἐξουθενήσας, τῷ ἐσταυρωμένῳ προσεκολλήθης, ταῖς ματαίαις ἐλπίσι τῶν αὐτοῦ θεραπόντων φενακισθείς, καινούς τινας μυθολογούντων αἰῶνας καὶ νεκρῶν σωμάτων ἀνάστασιν ληρούντων, καὶ ἄλλα μυρία πρὸς ἀπάτην τῶν ἀνοήτων παρεισαγόντων; ἀλλά γε νῦν, φίλτατε υἱέ, εἴ τι μοι πείθῃ τῷ πατρί, μακρὰν τοῖς μακροῖς τούτοις λήροις χαίρειν εἰπών,4 θῦσον προσελθὼν τοῖς εὐμενέσι θεοῖς, ἑκατόμβαις τε αὐτοὺς καὶ σπονδαῖς ἐκμειλιξώμεθα, ἵνα συγγνώμην σοι τοῦ πταίσματος παράσχοιντο· δυνατοὶ γάρ εἰσι καὶ ἰσχύοντες εὐεργετεῖν τε καὶ τιμωρεῖσθαι, καί σοι παράδειγμα τῶν λεγομένων, ἡμεῖς οἱ δι’ αὐτῶν εἰς ταύτην τὴν ἀρχὴν προελθόντες, καὶ χάριτας αὐτοῖς τῆς εὐεργεσίας, τάς τε πρὸς τοὺς σεβομένους τιμὰς καὶ τὰς πρὸς τοὺς μὴ πειθομένους αὐτοῖς θύειν κολάσεις παρέχοντες. Πολλὰς οὖν τοιαύτας βαττολογίας τοῦ βασιλέως διεξελθόντος, τὰ μὲν ἡμέτερα διακωμῳδοῦντος καὶ διαβάλλοντος, τὰ τῶν εἰδώλων δὲ ἐγκωμιάζοντος καὶ ἐπαινοῦντος, ἰδὼν ὁ θειότατος νεανίας ὡς οὐκ ἔτι δεῖται τὸ πρᾶγμα γωνίας καὶ ἐπικρύψεως, ἀλλὰ λυχνίας καὶ περιωπῆς, μᾶλλον ὥστε φανερὸν ἅπασι καταστῆναι, παρρησίας καὶ θάρσους ὑποπλησθείς, ἔφη. Ὅ μοι πέπρακται, δέσποτα, οὐκ ἂν ἀρνηθείην. τὸ σκότος ἐξέφυγον, τῷ φωτὶ προσδραμών· καὶ τὴν πλάνην ἀπέλιπον, τῇ ἀληθείᾳ οἰκειωθείς· καὶ τοῖς δαίμοσιν ἀποταξάμενος, Χριστῷ συνεταξάμην, τῷ τοῦ Θεοῦ καὶ Πατρὸς Υἱῷ καὶ Λόγῳ, οὗ τῷ ῥήματι παρήχθη τὸ πᾶν ἐκ μὴ ὄντων, ὃς καί, τὸν ἄνθρωπον ἐκ χοὸς διαπλάσας, ζωτικὴν ἐνεφύσησε πνοήν, ἐν παραδείσῳ τε τῆς τρυφῆς ἔθετο διαιτᾶσθαι, παραβάντα δὲ τὴν ἐντολὴν αὐτοῦ καὶ τῷ θανάτῳ ὑπόδικον γενόμενον, τῇ ἐξουσίᾳ τε τοῦ δεινοῦ κοσμοκράτορος ὑπαχθέντα,5 οὐκ ἀπέστη πάντα ποιῶν πρὸς τὴν ἀρχαίαν βουλόμενος ἐπαναγαγεῖν τιμήν. διὸ αὐτὸς ὁ πάσης τῆς κτίσεως ποιητὴς καὶ τοῦ ἡμετέρου γένους δημιουργὸς ἄνθρωπος ἐγένετο δι᾽ ἡμᾶς καὶ ἐπὶ γῆς ἐλθὼν ἐκ Παρθένου ἁγίας τοῖς ἀνθρώποις συνανεστρέφετο, καὶ ὑπὲρ ἡμῶν τῶν ἀγνωμόνων οἰκετῶν ὁ Δεσπότης θάνατον κατεδέξατο καὶ θάνατον τὸν διὰ σταυροῦ, ὅπως λυθῇ τῆς ἁμαρτίας ἡ τυραννίς, ὅπως ἡ προτέρα καταδίκη ἀναιρεθῇ, ὅπως ἀνοιγῶσι πάλιν ἡμῖν αἱ οὐρανοῦ πύλαι. ἐκεῖ γὰρ τὴν φύσιν ἡμῶν ἀνήγαγε καὶ ἐπὶ θρόνου δόξης κεκάθικε, βασιλείαν τε τὴν ἀτελεύτητον ἐδωρήσατο τοῖς αὐτὸν ἀγαπῶσι
你夺去了我双目的光明,斩断了我筋骨的力量;因为我为你所恐惧的事临到了我,我所战惧的事落在了我身上。你成了我仇敌的称快之物,我对手的笑柄。你以愚昧的心思和幼稚的见识听信了骗子们的话语,把不怀好意之徒的计谋看得重于我的计谋,抛弃了对我们诸神的敬奉,侍奉了异邦的神。孩子,你为何行出这些事?对于我——我曾指望在全然的安全中抚养你,使你作我暮年的拐杖和力量,留下你作王国极佳的继承人——你向我表现出仇敌与对手的行为,难道不感到羞愧吗?你难道不更该顺从我并遵循我的律条,反而屈从于那个诡诈腐朽的老朽之愚妄胡言吗?他为你提供痛苦的生活以取代甘甜的生活,让你行走玛利亚之子所催促人去走的艰难崎岖之路,以取代那最令人渴望的享乐;你难道不怕至大诸神的愤怒吗?唯恐他们用雷霆击打你,或用霹雳击杀你,或使大地裂开将你吞没,因为那些曾赐予我们如此浩大恩惠、以王冠装饰我们、使人口众多的各民族臣服于我们,并使你违背常理通过我的祈求与祷告得以出生、得以分享这至为甘甜光明的大神,你竟将他们推开并加以蔑视,反而附和那个被钉十字架者,受其仆役之虚妄盼望所蒙骗——他们虚构某些新世代,胡诌什么死尸的复活,为了欺骗无知之人引进了成千上万的其他谎言!然而即便现在,最亲爱的儿子,如果你稍微听从作为父亲的我,彻底告别这些冗长的荒诞之谈,前来向仁慈的诸神献祭,让我们用百牛大祭和奠酒来安抚他们,使他们赐予你过犯的赦免。因为他们有能力且有权柄施恩与报应;所言之事的例证便是在他们护佑下登此统治之位的我们自己,我们为他们的恩惠向他们致谢,向敬奉他们的人施予尊荣,向不服从、不肯向他们献祭的人施行惩罚。”国王说了许多这类的浮夸空言,既嘲弄毁谤我们的信仰,又赞扬颂奖偶像之事,极其神圣的青年见事情已不再需要偏僻角落与隐匿掩盖,反倒需要灯台与守望之所,以便使它显明于所有人面前,他遂满怀坦荡与勇气说道:“主人,凡我所行的,我决不否认。我奔向光明而逃离了黑暗;我与真理结连而舍弃了迷妄;我弃绝了恶魔,归顺了基督——上帝与父的圣子兼道;凭祂的话语,万物自虚无中被造出来;祂用尘土塑造了人,吹入生命的呼吸,安置他在极乐的乐园中居住;当人违背祂的诫命而伏于死罪、屈从于凶暴的世界统治者之权柄下时,祂并未放弃,而是竭尽全力,意欲将人领回到往日的尊荣之中。因此,这位全受造物的创造者、我们人类的造物主亲自为我们降世为人,由圣童贞女降生在世,与凡人同行;为了我们这些负恩的仆从,主宰甘受死亡,且是十字架上的死,好使罪恶的暴政得以瓦解,先前的定罪得以废除,天国的门户重新向我们敞开。因为祂将我们的人性提升到那里,安置在荣耀的宝座上,并将无尽的国度恩赐给爱祂的人。
- 24.207φόβος γὰρ ὃν ἐφοβούμην περὶ σοῦ ἦλθέ μοι, καὶ ὃν ἐδεδοίκειν συνήντησέ μοι
关系代词 ὃν 分别作为同源宾格(cognate accusative)与先行词 φόβος 相应。此处语式化用了七十士译本《约伯记》3:25(φόβος γὰρ ὃν ἐφρόντισα, ἦλθέ μοι),在从句中作为动词 ἐφοβούμην 与 ἐδεδοίκειν 的内在宾语。
- 24.207ὃν ἤλπιζον ἐν πάσῃ ἐκτρέφειν ἀσφαλείᾳ καὶ τοῦ γήρως ἔχειν βακτηρίαν καὶ ἰσχύν, διάδοχόν τε ἄριστον καταλιμπάνειν τῆς βασιλείας, τὰ τῶν ἐχθρῶν οὐκ ᾐδέσθης καὶ πολεμίων ἐνδείξασθαι εἰς ἐμέ
阳性宾格关系代词 ὃν 在句首作为不定式短语(ἐκτρέφειν, ἔχειν, καταλιμπάνειν)的逻辑宾语指代约阿萨夫,但主句谓语转为了第二人称(ᾐδέσθης),句末并出现了 εἰς ἐμέ,从而形成了破格语法(anacoluthon)。其整体逻辑为:“我曾指望抚养……的你,对我展现出仇敌的行为,难道不感到羞耻吗?”
- 24.208μὴ κεραυνῷ σε βαλοῦσιν, ἢ σκηπτῷ θανατώσουσιν, ἢ χάσματι γῆς καταποντίσουσιν
在由表恐惧的动词(δέδοικας)所引出的担心里,否定词 μή 后使用了将来时直说语气(βαλοῦσιν, θανατώσουσιν, καταποντίσουσιν)而非虚拟语气。这种语法凸显了说话者(国王)强调所惧之事确凿迫近或极可能实际发生的现实性。
- 24.208μακρὰν τοῖς μακροῖς τούτοις λήροις χαίρειν εἰπών
成语 χαίρειν λέγω(带与格)意为“向……道别、舍弃、弃绝”。在此处与副词 μακράν(远远地、断然)以及同源词感的形容词 τοῖς μακροῖς(冗长的)组合使用,形成双关与音韵呼应,意为“断然告别这些长篇大论的荒诞之谈”。
- 24.210παραβάντα δὲ τὴν ἐντολὴν αὐτοῦ καὶ τῷ θανάτῳ ὑπόδικον γενόμενον, τῇ ἐξουσίᾳ τε τοῦ δεινοῦ κοσμοκράτορος ὑπαχθέντα
三个阳性单数宾格分词(παραβάντα, γενόμενον, ὑπαχθέντα)在语法上修饰前文出现的宾格 τὸν ἄνθρωπον(人)。它们作为副词性分词(表时间或让步),修饰主句动词 οὐκ ἀπέστη(并未放弃),意为“当人违背了祂的诫命、伏于死罪并屈从于凶暴的世界统治者权柄之下时”。
