- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:24.203-24.206
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在国王指示下,阿拉克西斯联络纳霍尔假扮巴拉姆并将其“擒获”,国王随即将他严密监禁。惊闻噩耗的约萨法特哀痛不已,但蒙上帝夜间赐下异象得以宽慰;国王则亲自前往宫殿质问儿子。
Τούτων οὖν εὐσεβῶς τελειωθέντων, ὁ βασιλεὺς τῷ πρωτοσυμβούλῳ ἔλεγεν Ἀραχῇ πρὸς τὴν δευτέραν ἀποβλέψαι βουλήν, τοῦ πρώτου διαμαρτόντος, καὶ τὸν Ναχὼρ ἐκεῖνον προσκαλέσασθαι. ὁ γοῦν Ἀραχὴς νυκτὶ βαθείᾳ τὸ ἐκείνου καταλαβὼν σπήλαιον ʽτὰς ἐρήμους γὰρ ᾤκει, μαντικαῖς σχολάζων τέχναισ̓, καὶ πάντα αὐτῷ τὰ βεβουλευμένα σαφηνίσας, πρὸς τὸν βασιλέα ἅμα πρωῒ ἐπανέρχεται. καὶ δὴ ἱππεῖς αὐτῷ αὖθις ζητήσας ἐπὶ ἔρευναν τοῦ Βαρλαὰμ ἐξέρχεσθαι προσεποιεῖτο.
这些事虔敬地办妥之后,国王便对首要谋士阿拉克西斯说,既然第一计已告失败,就当考虑第二计,去把那个纳霍尔召来。于是阿拉克西斯在深夜来到纳霍尔的洞穴——因他住在旷野中,专事占卜之术——向他讲明了一切定计之后,便在拂晓时回到国王那里。随后他假装再次出发去搜寻巴拉姆,向国王请求派出骑兵。
ἐξελθόντι δὲ καὶ τὰς ἐρήμους ἐμπεριπατοῦντι ὁρᾶται αὐτῷ ἀνήρ τις ἐκ φάραγγός τινος ἐξερχόμενος. τοῦ δὲ καταδιώκειν αὐτὸν κελεύσαντος, φθάνουσι τὸ τάχος, καὶ συλλαβόντες πρὸς αὐτὸν ἄγουσι. τοῦ δὲ πυνθανομένου τίς τε εἴη καὶ ποίας θρησκείας ἢ τί καλούμενος, Χριστιανὸν μὲν ἐκεῖνος ἑαυτὸν ἀπεκάλεσε, Βαρλαὰμ δὲ ὠνόμασε, καθάπερ δεδίδακτο. χαρᾶς δὲ πλησθεὶς ὁ Ἀραχής, ὡς ἐδείκνυε, τάχιστα τοῦτον λαβών, πρὸς τὸν βασιλέα ἐπανέρχεται· καὶ δὴ μηνύσας παρίστησιν αὐτόν. καί φησιν ὁ βασιλεὺς εἰς ἐπήκοον πάντων τῶν παρισταμένων· Σὺ εἶ ὁ τοῦ δαίμονος ἐργάτης Βαρλαάμ; ὁ δὲ ἀντέφησεν· Τοῦ Θεοῦ ἐργάτης εἰμί, καὶ οὐ τῶν δαιμόνων. μὴ οὖν με λοιδόρει. πολλὰς γάρ μοι ὁμολογεῖν χάριτας ὀφειλέτης εἶ, ὅτι τὸν υἱόν σου θεοσεβεῖν ἐδίδαξα, πάσης ἀπαλλάξας ἀπάτης καὶ τῷ ἀληθινῷ καταλλάξας Θεῷ, καὶ πᾶσαν παιδεύσας ἀρετῆς ἰδέαν. αὖθις δὲ ὁ βασιλεύς, ὀργιζόμενος ὥσπερ, ἔφη· Ἔδει μέν σε μηδὲ λόγου τὸ παράπαν ἀξιώσαντα, ἢ τόπον ἀπολογίας δόντα, ἀλλ’ ἀνερωτήτως θανατῶσαι.1 ἀλλ’ ἀνέχομαί σου τοῦ θράσους, τῆς προσηκούσης μοι ἕνεκεν φιλανθρωπίας, ἕως τακτῇ ἡμέρᾳ ἐξετάσω τὰ περὶ σοῦ. καὶ εἰ μὲν πεισθείης μοι συγγνώμης ἀξιωθήσῃ· εἰ δὲ μή, κακῶς ἀπολῇ. οὕτως εἰπὼν τῷ Ἀραχῇ τοῦτον παραδίδωσι, φυλάττειν ἀκριβέστατα ἐντειλάμενος. Τῇ δὲ ἐπαύριον ἀναζεύξας ἐκεῖθεν, πρὸς τὸ ἴδιον ἐπάνεισι παλάτιον. καὶ ἐξηχούετο κρατηθῆναι τὸν Βαρλαάμ, ὥστε καὶ τὸν βασιλέως ἀκούσαντα υἱὸν δεινῶς τὴν ψυχὴν ἀλγῆσαι, καὶ μηδόλως τῶν δακρύων ἐγκρατὴς δύνασθαι εἶναι. στεναγμοῖς δὲ καὶ θρήνοις τὸν Θεὸν ἐδυσώπει, καὶ εἰς βοήθειαν αὐτὸν ἐπεκαλεῖτο τοῦ γέροντος. οὐ παρεῖδεν οὖν αὐτὸν ὀδυρόμενον ὁ ἀγαθός· χρηστὸς γάρ ἐστι τοῖς ὑπομένουσιν αὐτὸν ἐν ἡμέρᾳ θλίψεως, καὶ γινώσκων τοὺς εὐλαβουμένους αὐτόν· ὃς καὶ τῷ νέῳ δι’ ὁράματος νυκτερινοῦ πάντα γνωρίζει, καὶ ἰσχὺν αὐτῷ ἐντίθησι, καὶ εἰς τὸν τῆς εὐσεβείας παραθαρρύνει ἀγῶνα. ἔξυπνος δὲ γενόμενος, χαρᾶς τε πλήρη καὶ θάρσους καὶ φωτὸς γλυκυτάτου, τὴν πρὸ μικροῦ λυπουμένην αὐτοῦ καὶ ἀλγοῦσαν εὑρίσκει καρδίαν. ὁ δὲ βασιλεύς, οὕτω ταῦτα δράσας καὶ οὕτω διανοηθείς, ἔχαιρε, καλῶς διασκέπτεσθαι οἰόμενος, καὶ τῷ Ἀραχῇ μεγίστην ἀπονέμων τὴν χάριν.
当他外出走遍旷野时,见有一人从某处峡谷中走出来。他下令追赶,随从们飞速追上,将那人擒获并押送到他面前。当他盘问此人是谁、信奉何种宗教、叫什么名字时,那人便如预先受训的那样,自称是基督徒,名叫巴拉姆。阿拉克西斯装出一副满心欢喜的样子,极速将他带回国王那里,通报之后将他引见。国王当着所有在场之人的面对他说:“你就是那个恶魔的仆役巴拉姆吗?”那人回答说:“我是上帝的仆役,绝非恶魔的仆役。因此切勿侮辱我;你反而欠我许多感谢,因为我教导了你的儿子敬畏上帝,使他脱离一切欺骗,与真神和好,并以一切形态的美德训诲了他。”国王再次假装愤怒地说:“本该根本不屑于听你片言只语,不给你申辩的机会,未经审问就将你处死。但我因自己应有的仁慈,且容忍你的狂妄,直到定好的日子来审讯你的事。如果你听从我,便可获蒙宽恕;若不然,你必悲惨受死。”说罢,便将他交托给阿拉克西斯,吩咐务要极其严加看守。次日,国王离开那里,回到自己的宫殿。巴拉姆被擒的消息传扬开来,国王的儿子听闻之后,心灵极其痛苦,完全无法抑止泪水。他带着呻吟和哀痛祈求上帝,呼求祂去援助那位长老。善主并未忽视他的悲恸,因为在患难之日,主善待那等候祂的人,并且深知敬畏祂的人。主藉着夜间的异象将一切指示给这位年轻人,赐予他力量,激励他参与敬虔的争战。他醒来之后,发现自己不久前还忧伤痛苦的心灵,已充满喜乐、勇气和至为甘甜的光芒。而国王这样行事并如此算计,自以为计策周全,满怀欣喜,并对阿拉克西斯致以极大的谢意。
ἀλλ’ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ, τὸ τοῦ θείου φάναι Δαυΐδ,2 καὶ ἡ δικαιοσύνη νικᾷ τὴν ἀνομίαν, τέλεον αὐτὴν καταβαλοῦσα καὶ τὸ μνημόσυνον αὐτῆς ἀπολέσασα μετ’ ἤχου, ὡς ἐν τοῖς ἑξῆς δηλώσειεν ὁ λόγος. Μετὰ γοῦν δύο ἡμέρας ὁ βασιλεὺς παραγίνεται πρὸς τὸ τοῦ υἱοῦ παλάτιον. καὶ τούτου εἰς ὑπάντησιν ἐξελθόντος, οὐκ ἠσπάσατο συνήθως ὁ πατήρ· ἀλλ̓, ἀχθομένῳ ὥσπερ καὶ ὀργιζομένῳ ἐοικώς, εἰσελθὼν ἐν τῷ βασιλικῷ κοιτῶνι, σκυθρωπάζων ἐκαθέσθη. εἶτα, τὸν υἱὸν προσκαλεσάμενος, ἔφη· Τίς ἡ διηχοῦσά μου τὰς ἀκοὰς φήμη, τέκνον, καὶ ἀθυμίαις μου τὴν ψυχὴν κατατήκουσα; οὐδένα γὰρ τῶν ἀνθρώπων τοσαύτης ἐμπιπλᾶσθαι χαρᾶς ποτε οἶμαι ἐπὶ τέκνου γεννήσει, ὅσης ἐγὼ ἐπὶ σοὶ μετέσχον θυμηδίας· οὐδ’ αὖ πάλιν λυπηθῆναί τινα καὶ κακῶς παρὰ παιδὸς διατεθῆναι δοκῶ, ὡς σύ με νῦν διέθηκας καὶ τὴν ἐμὴν ἠτίμασας πολιάν,
然而,用神圣大卫的话来说,“不义向自己说了谎话”,公义战胜了不法,将它彻底击溃并伴着轰鸣消灭了它的痕迹,正如后文所述。两天之后,国王来到儿子的宫殿。当儿子出来迎接时,父亲并未如往常那样拥抱他;反而像是个心怀怨愤之人,走进王室寝宫,面色阴沉地坐下。接着,他把儿子叫到跟前说:“孩子,这震荡我耳、以沮丧消磨我心灵的风声究竟是怎么回事?我想在世人当中,从未有人在得子之时饱尝如我对你那般的欣喜;我也认为,从未有人像你如今待我、羞辱我这把白发那样,被儿子伤得如此之深、虐待得如此残酷。”
- 24.205Ἔδει μέν σε μηδὲ λόγου τὸ παράπαν ἀξιώσαντα, ἢ τόπον ἀπολογίας δόντα, ἀλλ’ ἀνερωτήτως θανατῶσαι
由非人称动词 ἔδει(“本该……”)统领的对格加不定式结构。在此句中,σε 是不定式 θανατῶσαι(“处死”)的直接宾语,而阳性单数对格分词 ἀξιώσαντα 和 δόντα 则与不定式未明示的逻辑主语(即说话者“我[国王]”或泛指的人)在性数格上保持一致。
- 24.206τὸ τοῦ θείου φάναι Δαυΐδ
由中性单数对格定冠词 τό 与不定式 φάναι 构成的绝对不定式插入语,意为“用神圣大卫的话来说”。它在语法上以副词性成分插入主句,用以引出接下来的经文引用。
