← 大马士革的圣约翰

巴兰和约萨法特

§23.201-23.203

拒绝交出巴拉姆与十七位修士殉道

修士揭露了国王的虚伪并促其悔改,拒绝交出巴拉姆并表明甘愿殉道。盛怒之下的国王下令施以酷刑,十七位修士英勇受刑,断肢殉道。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§23.201

ἡνίκα δὲ κατάσχωσί τι τῶν θηρευομένων, βιαίως αὐτῶν τοῦ στόματος τὸ θηρευθὲν ἀφαρπάζει· οὕτω δὴ καὶ σύ, πολλοὺς θέλων ἔχειν τοὺς φόρους σοι καὶ τέλη ἐκ γῆς καὶ θαλάσσης κομίζοντας, λέγεις μὲν τῆς αὐτῶν φροντίζειν σωτηρίας, ἀπώλειαν δὲ αὐτοῖς προξενῶν αἰώνιον, πρὸ δὲ πάντων σεαυτῷ, ἵνα μόνον σοι ὁ σκυβάλων καὶ σαπριῶν ἀχρηστότερος βρίθοιτο πλοῦτος, λέληθας σκότος ἀντὶ φωτὸς κατέχων.1 ἀλλ’ ἀνάνηψον τοῦ καταχθονίου ὕπνου τούτου, διάνοιξόν σου τοὺς μεμυκότας ὀφθαλμούς, καὶ ἴδε τὴν περιλάμπουσαν πᾶσι τοῦ Θεοῦ ἡμῶν δόξαν· καὶ σύ ποτε σεαυτοῦ γενοῦ·2 Σύνετε γάρ, ἄφρονες ἐν τῷ λαῷ, καὶ μωροί ποτε φρονήσατε, φησὶν ὁ προφήτης· σύνες ὅτι οὐκ ἔστι θεός, πλὴν τοῦ Θεοῦ ἡμῶν, καὶ οὐκ ἔστι σωτηρία, εἰ μὴ ἐν αὐτῷ. Ὁ δὲ βασιλεύς· Τῆς μωρᾶς σου ταύτης φλυαρίας παυσάμενος, τὸν Βαρλαὰμ αὐτίκα μοι ὑπόδειξον, ἢ πειρασθήσῃ κολαστηρίων ὀργάνων, ὧν οὐδέποτε πεῖραν εἴληφας. ὁ μεγαλόφρων οὖν καὶ γενναιότατος ἀσκητὴς καὶ τῆς οὐρανίου φιλοσοφίας ἐραστὴς κατ’ οὐδένα τρόπον ταῖς τοῦ βασιλέως ἀπειλαῖς μετετρέπετο· ἀλλ’ ἀτρέμας ἑστὼς ἔλεγεν· Οὐ τὰ παρὰ σοῦ θεσπιζόμενα ποιεῖν, ὦ βασιλεῦ, προστετάγμεθα, ἀλλὰ τὰ παρὰ τοῦ Δεσπότου ἡμῶν καὶ Θεοῦ κεκελευσμένα, ὃς σωφροσύνην ἡμᾶς ἐκδιδάσκει τοῦ πασῶν τῶν ἡδονῶν καὶ ἐπιθυμιῶν κρατεῖν, καὶ ἀνδρείαν ἐξασκεῖν, ὥστε πάντα πόνον καὶ πᾶσαν κάκωσιν ὑπὲρ τῆς δικαιοσύνης ὑπομένειν. ὅσα γοῦν ἐπάξεις ἡμῖν ὑπὲρ τῆς εὐσεβείας δεινὰ μᾶλλον εὐεργετήσεις.3 ποίει οὖν ὃ βούλει· ἡμεῖς γὰρ ἔξω τοῦ καθήκοντος πρᾶξαί τι οὐκ ἀνεξόμεθα, οὐδὲ ἁμαρτίᾳ ἑαυτοὺς ἐκδώσομεν. μὴ μικρὰν γὰρ ταύτην νομίσῃς ἁμαρτίαν, εἰ τὸν συναγωνιστὴν ἡμῶν καὶ συστρατιώτην εἰς τὰς σὰς προδώσομεν χεῖρας. ἀλλ’ οὐ γὰρ γελάσεις καθ’ ἡμῶν τὸν γέλωτα τοῦτον, κἂν μυρίοις ἡμᾶς περιβάλῃς θανάτοις· οὐχ οὕτως γὰρ ἡμεῖς ἄνανδροι, ὡς φόβῳ τῶν σῶν βασάνων τὴν ἡμετέραν προδοῦναι φιλοσοφίαν, καὶ ἀνάξιόν τι δρᾶσαι τῆς θείας νομοθεσίας. πρὸς ταῦτα πᾶν, εἴ τι γινώσκεις, ἀμυντήριον εὐτρέπιζε ὄργανον· ἡμῖν γὰρ τὸ ζῆν Χριστός ἐστι, καὶ τὸ θανεῖν ὑπὲρ αὐτοῦ κέρδος ἄριστον. Ἐπὶ τούτοις θυμῷ ἐξαφθείς, ὁ κρατῶν ἐκέλευσε τὰς μὲν θεολόγους αὐτῶν ἐκκοπῆναι γλώσσας ἐξορυχθῆναι δὲ τοὺς ὀφθαλμούς, χεῖράς τε ὁμοῦ ἀποτμηθῆναι καὶ πόδας. τῆς δ’ ἀποφάσεως δοθείσης, οἱ μὲν ὑπασπισταὶ περιστάντες αὐτοῖς καὶ δορυφόροι μισανθρώπως καὶ ἀνηλεῶς ἠκρωτηρίαζον· καὶ τὰς μὲν γλώσσας ὀγκινίσκοις τῶν στομάτων ἐξελκύσαντες, θηριωδῶς ἀπέτεμνον, τοὺς ὀφθαλμοὺς δὲ σιδηροῖς ἐξώρυττον ὄνυξιν, ἀρθρεμβόλοις δὲ ὀργάνοις τὰς χεῖρας αὐτῶν καὶ τοὺς πόδας ἐξαρθροῦντες ἀπέτεμνον. οἱ δὲ μακάριοι ἐκεῖνοι καὶ αἰδήμονες καὶ γενναῖοι τὸν λογισμόν, ὡς πρὸς εὐωχίαν καλούμενοι, ἀνδρείως προσήρχοντο ταῖς βασάνοις, ἀλλήλους παραθήγοντες καὶ πρὸς τὸν διὰ Χριστὸν θάνατον ἀφόβως χωροῦντες. Ἐν τοιαύταις οὖν πολυειδέσι τιμωρίαις τὰς καρτερικὰς αὐτῶν ψυχὰς τῷ Κυρίῳ παρέθεντο οἱ ἱεροὶ ἀσκηταί, ἑπτακαίδεκα τὸν ἀριθμὸν τελοῦντες.4 ὁμολογουμένως οὖν αὐτοκράτωρ ἐστὶ τῶν παθῶν ὁ εὐσεβὴς λογισμός, καθάπερ τις τῶν οὐχ ἡμετέρων ἔφησεν, ἄθλους διηγούμενος πρεσβύτου ἱερέως καὶ παίδων ἑπτὰ σὺν ὁμόφρονι μητρί, τοῦ πατρῴου ὑπεραθλησάντων νόμου, ὧν τῆς καρτερίας καὶ μεγαλοψυχίας οὐδὲν καθυστέρησαν οἱ θαυμάσιοι οὗτοι πατέρες καὶ τῆς ἄνω Ἱερουσαλὴμ πολῖται καὶ κληρονόμοι.

“然而每当它们捕获任何猎物时,他便粗暴地从它们口中夺走所捕之物;正是如此,你也渴望有众人从陆地和海洋为你送来贡物与税收,虽口称关心他们的得救,却为他们、尤其是为你自己招致了永恒的毁灭,仅仅是为了让你那比粪土与腐物更为无用的财富堆积如山,你却浑然不知自己所拥有的乃是黑暗而非光明。但当从这阴间的昏睡中醒来,睁开你紧闭的双眼,瞻仰我们上帝普照一切的荣耀;你也该有清醒自守的时候了。先知说:‘民间的无知之人哪,你们要明白;愚昧的人哪,你们几时才能明智呢?’当明白除了我们的上帝之外再无别神,除了在祂里面也别无救恩。” 国王说:“停止你这愚蠢的胡言乱语,立刻把巴拉姆给我指认出来,否则你将尝到从未尝过的酷刑之具。”这位气魄宏大、至为英勇的苦修士、属天哲学的爱慕者,绝未因国王的威胁而有所动摇;他坚定不移地站着说道:“国王啊,我们奉命不是去行你所吩咐的,而是去行我们的主与上帝所命令的;祂教导我们节制,以克制一切享乐与欲望,并操练勇敢,以便为正义忍受一切劳苦与虐待。无论你为了虔敬的缘故对我们施加多少折磨,你都反而更有益于我们。因此,随你的意思行吧;因为我们绝不能忍受做出任何违背本分之事,也不会将自己出卖给罪恶。如果我们把并肩作战的同伴和战友出卖到你手中,你休要以为这是一件小罪。然而,即使你让我们经历万次死亡,你也绝不能对我们发出这般嘲笑;因为我们决不至于怯懦到因惧怕你的酷刑而出卖我们的哲学,并做出任何有辱神圣法度之事。为此,若你知晓任何酷刑之具,尽可一一准备周全;因为对我们而言,活着就是基督,为祂而死则是至高的益处。”统治者闻言怒火中烧,遂下令割去他们宣扬上帝之言的舌头,剜出他们的双眼,并将其手脚一并砍去。判决下达之后,侍从与护卫便将他们包围,残酷而毫无人性地施以肢解;他们用铁钩将舌头从口中拉出,如野兽般切断,用铁爪剜出眼睛,并用断节器具将他们的手脚扭脱关节后砍断。而那些福乐、谦逊且在理性上刚毅的人,却仿佛赴宴一般,英勇地走向酷刑,彼此激励,毫无畏惧地迈向为基督而死的归宿。于是在这般形形色色的刑罚中,神圣的苦修者们——其人数共计十七人——将他们坚韧的灵魂交托给了主。诚然,“虔敬的理性是激情的统治者”,正如一位不属于我们的人叙述一位年老祭司与七个儿子及其同心同德的母亲为祖宗律法争战的英勇事迹时所言;这些奇妙的教父、天上耶路撒冷的公民与继承者,在坚忍与宏大胸襟上绝不逊色于他们。

语法注4 条
  1. 23.201λέληθας σκότος ἀντὶ φωτὸς κατέχων

    这是 λανθάνω 搭配主格补足分词(κατέχων)的典型句式,表示主语在不知不觉中做某事。完成时直陈语气 λέληθας 表示目前处于这种不自觉的状态,即“你浑然不知自己所拥有的乃是黑暗而非光明”。

  2. 23.201σεαυτοῦ γενοῦ

    由动词 γίγνομαι 与所有格代词(σεαυτοῦ)构成的习语,字面为“成为你自己的”,引申为“恢复清醒”、“恢复理智”或“克制自持”。

  3. 23.202ὅσα γοῦν ἐπάξεις ἡμῖν ὑπὲρ τῆς εὐσεβείας δεινὰ μᾶλλον εὐεργετήσεις

    关系从句(ὅσα ... δεινά)与主句比较级副词(μᾶλλον)构成的相关结构,主句中省去了对应的指示副词(如 τοσούτῳ)。句意为“无论你为了虔敬对我们施加多少可怕的折磨,你都(成比例地)更加有利于我们”。

  4. 23.203ἑπτακαίδεκα τὸν ἀριθμὸν τελοῦντες

    动词 τελέω 与表数目的词连用时表示“达到(某数目)”或“计有”。τὸν ἀριθμόν 为修饰限定的状语性宾格(“在数量上”),表明这群苦修者总数为十七人。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:23.201-23.203