- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:23.197-23.200
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿拉赫斯将捕获的修士们押至国王面前,国王施以酷刑并质问他们携带遗骨的缘由。修士首领有理有据地阐述了敬礼圣物的五大理由,并直言斥责国王的伪善、贪婪与偶像崇拜。
δι’ ἡμερῶν δὲ οὐκ ὀλίγων προσάγει τούτους τῷ βασιλεῖ, καὶ τὰ κατ’ αὐτοὺς δῆλα τίθησιν. εἶτα παριστᾷ κατὰ πρόσωπον αὐτοῦ δεινὰ θυμομαχοῦντος. καὶ ὃς ἰδὼν αὐτούς, τῷ θυμῷ ὑπερζέσας, μαινομένῳ ἐῴκει. τύπτεσθαί τε αὐτοὺς ἀνηλεῶς κελεύσας, ὡς εἶδε ταῖς πληγαῖς χαλεπῶς κατακοπέντας, μόλις τῆς πολλῆς ἀνενεγκὼν μανίας, παύσασθαι τοὺς τύπτοντας κελεύει. καί φησι πρὸς αὐτούς· Τί τὰ ὀστᾶ ταῦτα τῶν τεθνεώτων περιφέρετε; εἰ, ὧν τὰ ὀστᾶ εἰσι ποθοῦντες, ταῦτα βαστάζετε, ταύτῃ τῇ ὥρᾳ θήσομαι καὶ ὑμᾶς μετ̓ αὐτῶν, ἵνα, τῶν ποθουμένων τυχόντες, χάριν μοι ὁμολογήσητε. ὁ δὲ τῆς θείας ἐκείνης φάλαγγος ἔξαρχος καὶ καθηγητὴς παρ’ οὐδὲν τὰς τοῦ βασιλέως τιθέμενος ἀπειλάς, ὡς μηδενὸς αὐτῷ συμβεβηκότος ἀνιαροῦ, ἐλευθέρᾳ φωνῇ καὶ λαμπροτάτῳ προσώπῳ καὶ τὴν ἐνοικοῦσαν τῇ ψυχῇ σημαίνοντι χάριν ἔφη· Τὰ ὀστᾶ ταῦτα τὰ καθαρὰ καὶ ἅγια περιφέρομεν, ὦ βασιλεῦ, τὸν πόθον τε ἀφοσιούμενοι ὧν εἰσι θαυμασίων ἀνδρῶν,1 καὶ τῆς ἀσκήσεως αὐτῶν καὶ θεοφιλοῦς πολιτείας εἰς μνήμην ἑαυτοὺς ἄγοντες καὶ πρὸς τὸν ὅμοιον διεγείροντες ζῆλον, τὴν ἀνάπαυσίν τε ἐνοπτριζόμενοι καὶ τρυφὴν ἐν ᾗ νῦν διάγουσι· καὶ τούτους μὲν μακαρίζοντες, ἀλλήλους δὲ παραθήγοντες τοῖς αὐτῶν ἐξακολουθεῖν ἴχνεσι σπεύδομεν. πρὸς δέ, καὶ τὴν τοῦ θανάτου ἑαυτοῖς περιποιούμεθα μνήμην, πάνυ ὠφέλιμον οὖσαν καὶ πρὸς τοὺς τῆς ἀσκήσεως ἀγῶνας προθύμως ἀναπτεροῦσαν, καὶ ἁγιασμὸν δὲ τῇ τούτων ἀρυόμεθα προσψαύσει. Αὖθις δὲ ὁ βασιλεύς, Εἰ ὠφέλιμος, φησίν, ἡ τοῦ θανάτου μνήμη, καθώς φατε, τί μὴ τοῖς ἐν τοῖς σώμασιν ὑμῶν ὀστέοις τὴν τούτου ὑποδέχεσθε μνήμην, τοῖς οἰκείοις ὑμῖν καὶ ὅσον οὔπω2 φθαρησομένοις, ἤπερ τοῖς ἀλλοτρίοις τούτοις καὶ διεφθαρμένοις; Καὶ ὁ μοναχός, Πέντε μέν, φησίν, ἐμοῦ εἰρηκότος αἰτίας τῆς τῶν λειψάνων περιφορᾶς, πρὸς μίαν αὐτὸς ἀνταποκρινόμενος, χλευάζειν ἡμᾶς δοκεῖς· ἀλλ’ ἐναργέστερον, εὖ ἴσθι, τὰ τῶν προτετελευτηκότων ὀστᾶ τὴν τοῦ θανάτου παριστῶσι μνήμην, ἤγε τῶν ζώντων. ἀλλ̓, ἐπείπερ ταῦθ̓ οὕτως εἶναι γινώσκεις καὶ τὰ ἐν τῇ σαρκί σου ὀστᾶ τὸν θάνατόν σοι ὑποτυποῦσι, τί μὴ καὶ αὐτός, τῆς ὅσον οὔπω ἐλευσομένης μνημονεύων τελευτῆς, εὖ τὰ σεαυτοῦ διατίθης, ἀλλὰ πάσαις μὲν τὴν ψυχήν σου ἐκδέδωκας παρανομίαις, βιαίως δὲ καὶ ἀνηλεῶς ἀναιρεῖς τοὺς λατρευτὰς τοῦ Θεοῦ καὶ τῆς εὐσεβείας ἐραστάς, τοὺς μηδέν σοι ἠδικηκότας, μηδέ σοι τῶν παρόντων τι συμμεριζομένους ἢ ἀφελέσθαι φιλονεικοῦντας; Ὁ δὲ βασιλεὺς ἔφη· Τοὺς δεινοὺς ὑμᾶς καὶ λαοπλάνους εἰκότως κολάζω, ὅτι πάντας ἀπατᾶτε, ἀπέχεσθαι τῶν τερπνῶν τοῦ βίου ὑποτιθέμενοι, καί, ἀντὶ τῆς γλυκείας ζωῆς καὶ τῆς ποθεινοτάτης ἐπιθυμίας καὶ ἡδονῆς, τὴν σκληρὰν καὶ ῥυπώδη ταύτην καὶ πιναρὰν ἐκλέγεσθαι ἀγωγὴν ἐκβιάζεσθε, καὶ τὴν τῶν θεῶν τιμὴν τῷ Ἰησοῦ ἀπονέμειν κηρύττετε. ἵνα οὖν μή, τῇ ὑμετέρᾳ ἀπάτῃ ἐξακολουθοῦντες, οἱ λαοὶ ἔρημον τὴν γῆν καταλίπωσι, καί, τῶν πατρίων ἀποστάντες θεῶν, ἀλλοτρίῳ λατρεύσωσι, τιμωρίαις ὑμᾶς καὶ θανάτοις ὑποβαλεῖν δίκαιον ἔκρινα. Ὁ δὲ μοναχὸς φησίν· Εἰ πάντας μετέχειν τῶν ἀγαθῶν τοῦ βίου ὀρέγῃ, τί μὴ πᾶσιν ἐπ’ ἴσης μεταδίδως τῆς τρυφῆς καὶ τοῦ πλούτου, ἀλλ’ οἱ μὲν πλείους πενίᾳ ταλαιπωροῦνται, σὺ δὲ τὰ αὐτῶν προσαφαρπάζων τοῖς ἑαυτοῦ προστίθης; οὐκ ἄρα τῆς τῶν πολλῶν φροντίζεις σωτηρίας, ἀλλὰ τὴν ἰδίαν πιαίνεις σάρκα, ὕλην ἑτοιμάζων τῇ τῶν σκωλήκων καταβρώσει. διὰ τοῦτο, καὶ τὸν τῶν πάντων ἀπαρνησάμενος Θεόν, τοὺς μὴ ὄντας προσηγόρευσας θεούς, τοὺς πάσης παρανομίας ἐφευρετάς, ἵνα σοι, κατὰ μίμησιν αὐτῶν ἀσελγαίνοντι καὶ παρανομοῦντι, τὸ μιμητὴς ἀναγορεύεσθαι τῶν θεῶν σου προσγένηται.3 οἷα γὰρ οἱ θεοὶ ὑμῶν ἔπραξαν, πῶς οὐχὶ καὶ οἱ προσέχοντες αὐτοῖς ἄνθρωποι πράξουσι; πλάνην οὖν μεγάλην πεπλάνησαι, ὦ βασιλεῦ. δέδοικας δὲ μή τινας τοῦ λαοῦ πείσαιμεν, τοῖς ἡμετέροις συνθεμένους, ἀποστῆναί σου τῆς χειρὸς καὶ τῇ τὰ πάντα συνεχούσῃ προσοικειωθῆναι χειρί· θέλεις γὰρ πολλοὺς εἶναι τοὺς ὑπουργοὺς τῆς σῆς πλεονεξίας, ἵν’ αὐτοὶ μὲν ταλαιπωρῶσι, σοὶ δὲ τὰ παρ’ αὐτῶν προσγένοιτο κέρδη. ὃν τρόπον κύνας τις τρέφων ἢ ὄρνεα εἰς θήραν τιθασσευόμενα, πρὸ μὲν τῆς θήρας κολακεύων ταῦτα φαίνοιτο,
过了不少日子,他将这些人押送至国王面前,并将关于他们的情由交代清楚。随后,他让这些人站到正大发雷霆的国王面前。国王一见到他们,怒火沸腾,形同疯子。他命令无情地拷打他们,当看到他们被重击打得体无完肤时,他才勉强从极度的疯狂中恢复过来,命令施刑者停手。他对他们说:“你们为何带着这些死人的骨头到处走?如果你们携带这些骨头是因为渴望它们所属的人,那么此时此刻我就把你们也安置在他们一起,好让你们得遂所愿,并向我谢恩。”但这支神圣队伍的首领与导师对国王的威胁不屑一顾,宛如自己未曾遭遇任何痛苦之事一般,用自由从容的声音和极其光彩照人、彰显着内住于灵魂之恩典的面容说道:“国王啊,我们携带着这些纯洁而神圣的遗骨,是为了履行对那些遗骨所属的奇妙之人的切望,使我们自己铭记他们的苦修和蒙神悦纳的行径,激发相同的热忱,并如临明镜般瞻仰他们如今所处的安息与福乐;我们称颂他们,彼此激励,急切地追随他们的足迹。此外,我们还借此为自己获得对死亡的忆念,这忆念极有益处,能热情地激励人投身苦修的争战,并且我们藉着触摸它们而汲取圣化。”国王又说:“如果像你们所说的那样,对死亡的忆念大有裨益,那你们为何不借由你们自己体内那属于你们且不久便将腐朽的骨头来领受这种忆念,反倒借由这些属于外人且早已腐烂的骨头来领受呢?”修士说:“我陈述了携带遗骸的五条理由,你却只回应其中一条,似乎是在嘲弄我们。但你当确知,比起活着之人的骨头,先逝者的遗骨能更清晰地呈现对死亡的忆念。然而,既然你明知实情如此,且你肉体中的骨头也在向你昭示死亡,那你自己为何不想起那不久就将临到的死亡,妥善料理自己的操行,反而将自己的灵魂完全交付于种种不法之事,残暴无情地杀害敬拜上帝、爱好虔敬之人呢?他们未曾对你有任何侵害,也未曾与你争夺或企图夺走今世的任何利益。”国王说:“我惩治你们这些可怕的惑众之人是理所应当的,因为你们欺骗所有人,劝人舍弃尘世的享乐,强迫人在甘甜的生活以及至为渴求的欲望和欢愉之外,选择这种严酷、污秽而凄惨的生活方式,并且宣扬当将众神的尊荣归于耶稣。因此,为了防止民众顺从你们的骗局而使土地荒芜,背弃祖先的神明去敬奉外来的神,我认为对你们施以严刑与死刑是公正的。”修士说:“如果你真的渴望让所有人都能分享尘世的美好,那你为何不将奢华与财富平等地分给众人,反倒让大多数人在贫困中煎熬,而你却强行掠夺他们的财物添入己囊?由此可见,你关心的根本不是大众的福祉,而是在养肥自己的肉体,为蛆虫的噬咬准备食料。正因如此,你背弃了万物之神,将那些根本不存在的、一切不法的始作俑者称为神明,好让你在效法他们行放荡不法之事时,能为自己赚得被称为你那些神明的效法者的名号。因为追随你们神明的人类,又怎能不行出你们神明所做过的事呢?因此,国王啊,你已经陷入了巨大的迷误。你所惧怕的,无非是我们说服了某些民众,使他们赞同我们的道理,从你的手中脱离,归附于那维系万有的圣手;因为你希望有更多的人服侍你的贪婪,以便让他们承受苦难,而你却能从他们身上获取利益。正如同有人饲养猎犬或驯养猎禽,在狩猎之前看似对它们曲意逢迎,”
- 23.198ὧν εἰσι θαυμασίων ἀνδρῶν
关系代词 ὧν 与名词 θαυμασίων ἀνδρῶν 一致,体现了先行词并入关系从句的屈折同化结构,相当于 τὸν πόθον ... τῶν θαυμασίων ἀνδρῶν, ὧν εἰσι (τὰ ὀστᾶ)(“对那些遗骨所属之非凡人物的切望”),与 εἰσι 构成所属或表语属格。
- 23.199ὅσον οὔπω
副词性成语,意为“行将”、“不久”(all but now, very soon)。在此处修饰将来分词 φθαρησομένοις 与 ἐλευσομένης,强调肉体的朽坏与死亡的临近迫在眉睫。
- 23.200τὸ μιμητὴς ἀναγορεύεσθαι τῶν θεῶν σου προσγένηται
带冠词的被动不定式短语 τὸ μιμητὴς ἀναγορεύεσθαι 作动词 προσγένηται 的主语。不定式内部的表语补足语 μιμητὴς 采用主格(述语主格),整个不定式结构充当中性单数主格的名词性主语。
