- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:22.195-22.197
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿拉赫斯在旷野中俘获了一群隐修士并严加盘问巴拉姆的下落,但修士们视死如归拒绝屈服,遭受酷刑折磨后被押送至国王面前。
καὶ στὰς ἐπ’ αὐτῆς, ὁρᾷ κατὰ τὴν ὑπώρειαν φάλαγγα ἐρημιτῶν περιπατοῦσαν. καὶ εὐθὺς τῷ τοῦ ἄρχοντος προστάγματι πάντες ἐπ’ αὐτοὺς θέουσιν ἀπνευστί, ἄλλος ἄλλον τοῖς δρόμοις φθάσαι φιλονεικοῦντες· καὶ φθάσαντες, περιεχύθησαν αὐτοῖς κύνες ὡσεὶ πολλοὶ ἢ θηρία πονηρά τινα καὶ μισάνθρωπα· καὶ κρατοῦσι τοὺς ἄνδρας τῷ τε εἴδει καὶ τῇ καταστάσει σεμνοτάτους, καὶ τὰ σήμαντρα τῆς ἐρημικῆς καταστάσεως ἐπὶ τῶν προσώπων φέροντας· καὶ τούτους σύροντες τῷ ἄρχοντι παρέστησαν, οὐ θορυβηθέντας ὅλως, οὐκ ἀγεννές τι καὶ σκυθρωπὸν ἐνδειξαμένους ἢ φθεγξαμένους. ὁ δὲ προάγων αὐτῶν καὶ οἱονεὶ καθηγούμενος πήραν ἐβάσταζε τριχίνην, μεστὴν λειψάνων προεκδημησάντων τινῶν ἁγίων Πατέρων. Κατανοήσας δὲ αὐτοὺς ὁ Ἀραχής, ὡς οὐκ εἶδε τὸν Βαρλαὰμ ʽἐγίνωσκε γὰρ αὐτόν̓, συνεχύθη τῇ λύπῃ. λέγει δὲ πρὸς αὐτούς· Ποῦ ἔστιν ὁ ἀπατεὼν ἐκεῖνος, ὁ τὸν υἱὸν πλανήσας τοῦ βασιλέως; ὁ δὲ τὴν πήραν βαστάζων ἀπεκρίνατο· Οὐκ ἔστιν ἐκεῖνος ἐν ἡμῖν· μηδὲ γένοιτο· φεύγει γὰρ ἡμᾶς τῇ τοῦ Χριστοῦ διωκόμενος χάριτι. ἐν ὑμῖν δὲ τὰς οἰκήσεις ἔχει· ὁ ἄρχων ἔφη· Γινώσκεις οὖν αὐτόν; Ναί, φησὶν ὁ ἐρημίτης· οἶδα τὸν ἀπατεῶνα λεγόμενον, ὅς ἐστιν ὁ διάβολος, ὁ μέσον ὑμῶν κατοικῶν καὶ παρ’ ὑμῶν λατρευόμενός τε καὶ θεραπευόμενος. ὁ ἄρχων λέγει· Περὶ τοῦ Βαρλαὰμ ἐγὼ τὴν ζήτησιν ἔχω, καὶ τοῦτον ἠρόμην σε μαθεῖν ποῦ ἔστιν·
他站在山顶上,看见一群隐修士正沿着山麓行走。依着长官的命令,众人立即气喘吁吁地朝他们奔去,在奔跑中争先恐后;赶上之后,便如群犬或某些凶暴而仇视人类的野兽一般将他们团团围住;他们抓住了这群男子,这些人无论相貌还是举止都极其庄严尊贵,脸上带着旷野隐修生活的印记;〔众人〕拖着他们来到长官面前,他们却毫无慌乱,未曾流露出任何卑怯或阴郁之态,也未曾说出这样的话。走在他们前面、形同首领的人背着一个粗毛口袋,里面装满了若干已安息的圣教父们的遗骸。阿拉赫斯打量着他们,当他没有看到巴拉姆时(因为他认得巴拉姆),便陷入极度的忧伤之中。他对他们说:“那个迷惑了国王之子的骗子在哪里?” 背着口袋的人回答说:“那个人不在我们中间——绝无此事!因为他在基督恩典的驱逐下,远离我们逃窜。他的住处倒是在你们中间。” 长官说:“那么你认识他了?” 隐修士说:“是的,我认得那个被称为骗子的,他就是魔鬼,居住在你们中间,受你们的敬拜和伺候。” 长官说:“我查问的是巴拉姆的事,我问你是想知道他在哪里。”
ὁ δὲ μοναχός· Καὶ ἵνα τί,1 φησίν, ἀλληνάλλως ἐλάλησας, περὶ τοῦ ἀπατήσαντος τὸν υἱὸν τοῦ βασιλέως τὴν πεῦσιν προσαγαγών; εἰ γὰρ τὸν Βαρλαὰμ ἐζήτεις, ἔδει σε πάντως εἰπεῖν· Ποῦ ἔστιν ὁ ἐκ τῆς πλάνης ἐπιστρέψας καὶ σώσας τὸν τοῦ βασιλέως υἱόν; ἐκεῖνος γὰρ ἀδελφὸς ἡμῶν ὑπάρχει καὶ συνασκητής· ἐκ πολλῶν δὲ ἤδη ἡμερῶν οὐ τεθεάμεθα αὐτόν. ὁ δὲ Ἀραχής· Τὸ οἴκημα αὐτοῦ, φησίν, ὑπόδειξον. ὁ ἀσκητὴς ἀπεκρίνατο· Εἰ θεάσασθαι ὑμᾶς ἤθελεν, ἐκεῖνος ἂν εἰς συνάντησιν ὑμῶν ἐξῆλθεν. ἡμῖν δ’ οὖν οὐκ ἔξεστι τὸ δωμάτιον αὐτοῦ ὑμῖν γνωρίσαι. Θυμοῦ ἐπὶ τούτῳ ἐμπίμπλαται ὁ ἄρχων, καί φησι πρὸς αὐτόν, ὀργίλον ἅμα καὶ θηριῶδες ἐμβλέψας· Ξένῳ νυνὶ θανάτῳ ὑμᾶς θανατώσω, εἰ ἐξ αὐτῆς τὸν Βαρλαὰμ οὐ παραστήσετέ μοι· Καὶ τί, φησὶν ὁ ἀσκητής, ὁρᾷς ἐν ἡμῖν, οὗπερ ἀντεχόμενοι δυσαποσπάστως τῆς παρούσης διακεισόμεθα ζωῆς, καὶ τὸν παρὰ σοῦ ἐπαχθησόμενον φοβηθῶμεν θάνατον;2 χάριν γάρ σοι μᾶλλον ὁμολογήσομεν, ὅτι τῆς ἀρετῆς ἐχομένους τοῦ βίου ἐξήγαγες. δεδοίκαμεν γὰρ οὐ μικρῶς τὸ τοῦ τέλους ἄδηλον, μὴ εἰδότες πῶς ἔχοντας ἡμᾶς καταλήψεται, μή που γνώμης ὄλισθος ἢ ἐπήρειά δαιμονικὴ τῆς προαιρέσεως τὴν ἔνστασιν μεταστρέψῃ, καὶ ἕτερα φρονεῖν ἢ ποιεῖν παρὰ τὰ τῷ Θεῷ ὡμολογημένα μεταπείσειεν. ὅθεν τυχεῖν ὧν ἐλπίζετε ὅλως ἀπειπόντες,3 μὴ ὀκνήσητε ποιεῖν ὅπερ βούλεσθε. οὔτε γὰρ τὸ τοῦ θεοφιλοῦς ἡμῶν ἀδελφοῦ οἰκητήριον, καίτοι γε εἰδότες, ὑποδείξομεν, οὔτε ἄλλα τινὰ ὑμῖν λανθάνοντα μοναστήρια προδώσομεν, ταύτῃ τὸν θάνατον ἐκφυγεῖν κακῶς ἀνεχόμενοι· ἀλλὰ καλῶς μᾶλλον θανούμεθα, ἱδρῶτας ἀρετῆς πρότερον, καὶ νῦν ἀνδραγαθίας αἷμα, τῷ Θεῷ προσενέγκαντες. Οὕτω παρρησιασαμένους οὐκ ἐνεγκὼν ὁ ἀλιτήριος, ἀλλὰ πρὸς τὸ γενναῖον τοῦ φρονήματος ὀξύτατα κινηθείς, πολλαῖς αὐτοὺς περιέβαλε πληγαῖς καὶ βασάνοις· ὧν τὸ μεγαλόψυχον καὶ γενναῖον καὶ τῷ τυράννῳ ἄξιον θαύματος ἐνομίσθη. ὡς δὲ μετὰ πολλὰς τιμωρίας πείθειν οὐκ εἶχεν,4 οὔτε ὑποδεῖξαί τις αὐτῷ τὸν Βαρλαὰμ ἠνείχετο, λαβὼν τούτους, ἐπὶ τὸν βασιλέα κελεύει τυπτομένους καὶ προπηλακιζομένους ἄγεσθαι, βαστάζοντας καὶ τὴν πήραν τῶν λειψάνων.
修士说:“那你为何闪烁其词,非要就欺骗国王之子的人提出盘问呢?你若是在找巴拉姆,本应明确地说:‘那使国王之子脱离迷惑并拯救了他的人在哪里?’ 因为那人是我们的弟兄和同修;只是多日以来,我们未曾见过他。” 阿拉赫斯说:“指出他的住处来。” 修士回答说:“他若想见你们,自会出来迎候你们。至于我们,决不允许把他的居室指给你们。” 长官为此勃然大怒,带着愤怒而凶残的神色注视着他,说道:“你们若不立刻把巴拉姆交到我面前,我此刻就以异乎寻常的死法处死你们!” 修士说:“你在我们身上看见了什么,竟会让我们依恋以至于舍不得离开今生,并害怕你所加于我们的死亡呢?我们反倒要感谢你,因你使我们在坚守德行时脱离尘世。因为我们深恐临终之时的不可捉摸,不知它临到我们时我们将处于何等境况,生怕心念的失足或魔鬼的攻击动摇我们立志的坚守,诱使我们去思索或行出背离向神许诺的事。因此,彻底断绝获得你们所希冀之事的指望,不要犹豫,做你们想做的事吧。因为即便我们知晓,也绝不会指明我们那蒙神所爱之弟兄的住处,更不会出卖对你们隐蔽的其他修道院,绝不以这种卑劣的方式偷生;我们宁可尊严地死去,先前向神献上了德行的汗水,如今再献上英勇的气概与鲜血。” 这恶人忍受不了他们如此坦荡直言,反被这高尚的气魄彻底激怒,对他们施以重重拷打和折磨;连暴君也不得不惊叹于他们的宽宏大度和英勇。历经百般严刑拷打,他始终无法说服他们,也无人肯顺从他指认巴拉姆,他便将这些人拿下,命令在毒打与凌辱之下将他们押解至国王面前,身上仍背着那装有圣徒遗骸的口袋。
- 22.196Καὶ ἵνα τί
短语 ἵνα τί 是表示“为何”、“何故”的习惯表达,系 ἵνα τί γένηται(为了发生何事)中动词省略而成的简略形式。此处用于反驳阿拉赫斯拐弯抹角的提问方式。
- 22.196οὗπερ ἀντεχόμενοι δυσαποσπάστως τῆς παρούσης διακεισόμεθα ζωῆς, καὶ τὸν παρὰ σοῦ ἐπαχθησόμενον φοβηθῶμεν θάνατον;
关系代词 οὗπερ(中性单数属格)以疑问代词 τί 为先行词,作分词 ἀντεχόμενοι(执着、依恋)的支配宾语。将来时直说语气 διακεισόμεθα 与虚拟语气 φοβηθῶμεν(由疑问词 τί 引导的审议或修辞性虚拟语气)由 καὶ 连接,构成反问句:“你在我们身上看见了什么,竟会让我们依恋以至于舍不得离开今生,并害怕死亡呢?”
- 22.197ὅθεν τυχεῖν ὧν ἐλπίζετε ὅλως ἀπειπόντες
分词 ἀπειπόντες 接不定式 τυχεῖν,意为“放弃获得”。ὧν 属于先行词省略与格诱引现象(由 τούτων ἅ 缩并为 ὧν),即动词 ἐλπίζετε 原本支配的宾格代词被 τυχεῖν 所支配的属格所诱引。
- 22.197πείθειν οὐκ εἶχεν
动词 ἔχω 加不定式(πείθειν)的固定句式,表示能力;加上否定词 οὐκ 时意为“不能说服 / 无法使之信服”(相当于 οὐκ ἠδύνατο πείθειν)。
