- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:22.192-22.194
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
国王得知巴拉姆的身份后惊怒交加,遂与重臣阿拉赫斯商议;阿拉赫斯献策捉拿巴拉姆,若不成则由替身纳霍尔伪装其人并在辩论中故意认输。国王追捕未果后,派遣阿拉赫斯率兵深入旷野搜查。
πρὸς δὲ καὶ τὴν κλῆσιν ἐδήλου τοῦ γέροντος, Βαρλαὰμ τοῦτον καλεῖσθαι εἰπών. ἀκηκόει γὰρ καὶ πρότερον ὁ βασιλεὺς τὰ περὶ τοῦ Βαρλαὰμ καὶ τῆς ἀκροτάτης ἀσκήσεως αὐτοῦ. ὡς δ’ εἰς ἀκοὰς ταῦτα ἦλθε τῷ βασιλεῖ, κλόνῳ εὐθὺς ἐκ τῆς περιπεσούσης αὐτῷ ἀθυμίας βάλλεται, καὶ θυμοῦ πληροῦται, μικροῦ καὶ ἀποπήγνυται1 τῷ ἀκούσματι. καὶ αὐτίκα προσκαλεῖται Ἀραχήν τινα οὕτω λεγόμενον, ὃς καὶ τῶν δευτερείων μετὰ τὸν βασιλέα ἠξιοῦτο, καὶ πρῶτος αὐτῷ ἐν πάσαις ταῖς ἀποκρύφοις συμβουλίαις ἐτύγχανεν· ἅμα δὲ καὶ τῆς ἀστρολογίας ἐπιστήμων ἦν ὁ ἀνήρ. πρὸς ὃν παραγενόμενον τὸ συμβὰν ὁ βασιλεὺς σὺν ἀθυμίᾳ πολλῇ καὶ ἀδημονίᾳ διηγεῖται. ὁ δέ, τὸν τάραχον αὐτοῦ καὶ τὴν σύγχυσιν τῆς ψυχῆς θεασάμενος, Ἀτάραχά σοι, φησί, ἔστω καὶ ἄλυπα, Ὦ βασιλεῦ· οὐκ ἀνέλπιστον γὰρ ἡμῖν ἔτι τὸ μεταπεσεῖν αὐτόν· ἀλλὰ καὶ λίαν βεβαιότατα γινώσκω θᾶττον αὐτὸν καὶ ἐξαρνήσασθαι τὴν τοῦ πλάνου ἐκείνου διδασκαλίαν, καὶ τῷ σῷ συνθέσθαι θελήματι. Τούτοις οὖν τοῖς ῥήμασι τὸν βασιλέα εἰς τὸ εὐθυμότερον ὁ Ἀραχὴς μεταβαλών, τῇ περὶ τὸ πρᾶγμα διασκέψει μελέτην ἐποιοῦντο. Καὶ τοῦτο, φησίν, ὦ βασιλεῦ, πρὸ πάντων ποιήσωμεν· καταλαβεῖν σπεύσωμεν τὸν δεινὸν Βαρλαάμ. καὶ εἰ τούτου ἐπιτύχωμεν, οὐκ ἀστοχήσομεν, εὖ οἶδα, τοῦ σκοποῦ, οὐδὲ ψευσθησόμεθα τῆς ἐλπίδος. ἀλλ’ ἐκεῖνος αὐτός, ἢ ῥήμασι πιθανοῖς ἢ βασάνων ὀργάνοις πολυειδέσι πεισθείς, ἄκων ἂν ὁμολογήσειε ψευδῆ καὶ πεπλανημένα φάσκειν, καὶ τὸν κύριόν μου καὶ υἱόν σου τοῦ πατρῴου ἔχεσθαι μεταπείσειε δόγματος. εἰ δὲ ἐκεῖνον μὲν καταλαβεῖν οὐ δυνηθείημεν, ἕτερον ἐγὼ ἐπίσταμαι πρεσβύτην μονερημίτην, Ναχὼρ καλούμενον, ὅμοιον τῷ Βαρλαὰμ κατὰ πάντα, ὃν οὐκ ἔστι διαγνῶναι μὴ ἐκεῖνον ὑπάρχειν,2 τῆς ἡμετέρας δόξης ὄντα, καὶ διδάσκαλον ἐμὸν ἐν τοῖς μαθήμασι γενόμενον. τούτῳ ὑπαγορεύσας ἐγώ, νύκτωρ ἀπελθών, πάντα κατὰ μέρος ἀφηγήσομαι. εἶτα, κρατηθῆναι τὸν Βαρλαὰμ διαφημήσαντες, τοῦτον παραστησόμεθα· ὃς καὶ Βαρλαὰμ ἑαυτὸν ὀνομάσας, τὰ τῶν Χριστιανῶν πρεσβεύειν προσποιήσεται, καὶ τούτους διεκδικῶν φανήσεται. εἶτα, μετὰ πολλὴν διάλεξιν ἡττώμενος, κατὰ κράτος ἐκνικηθήσεται. καὶ ταῦτα ὁ τοῦ βασιλέως υἱὸς θεώμενος, ὡς ὁ Βαρλαὰμ μὲν ἡττήθη, τὰ δὲ ἡμέτερα ὑπερνικᾷ, τοῖς νικῶσι πάντως συνθήσεται· μέγα πρὸς τούτοις καὶ τὸ τὴν σὴν αἰδεῖσθαι βασιλείαν καὶ τὰ σοὶ κεχαρισμένα ποιεῖν τιθέμενος.3 ἐπιστραφήσεται γὰρ καὶ ὁ τὸ προσωπεῖον τοῦ Βαρλαὰμ ὑποδύς, καὶ πεπλανῆσθαι αὐτὸν διαβεβαιώσειε. Ἥσθη ὁ βασιλεὺς ἐπὶ τοῖς λαληθεῖσι, καὶ ἄριστα βουλεύσασθαι ἔδοξε, κεναῖς ἐπερειδόμενος ἐλπίσιν.
此外,他还说出了那位长者的名字,说他名叫巴拉姆;因为国王先前也曾听闻过巴拉姆的事迹以及他登峰造极的修道苦行。当这些话传入国王的耳中时,他立刻因袭来的沮丧而陷入剧烈的震荡,满腔怒火,一听之下几乎僵住。他随即召见了一个名叫阿拉赫斯的人;此人地位仅次于国王,倍受尊崇,在国王所有的密议中居于首席,同时精通星相之术。当他来到时,国王带着极大的沮丧与焦虑向他叙述了所发生的事。而他见国王如此惶恐且心灵混乱,便说道:“王啊,愿您心神安宁,勿复悲伤;因为让他回心转意于我们而言尚非毫无指望。相反,我极其确信,他很快就会断然弃绝那骗子的教训,顺从您的心意。”阿拉赫斯用这番话使国王转悲为喜之后,他们便开始筹划应对此事的计策。阿拉赫斯说道:“王啊,万事之前我们且先如此行:我们当速速拿获那厉害的巴拉姆。倘若我们得手,我深知我们绝不会错失目标,也不会辜负期望。反倒是他本人,无论是在巧言劝说之下,还是在各样刑具逼迫之下,必会心不甘情不愿地承认自己所言皆属虚妄错谬,并劝导我的主子、您的儿子持守祖宗的信仰。但倘若我们未能拿获他,我尚知晓另一位名叫纳霍尔的老隐修士;他在各方面都酷似巴拉姆,叫人绝无法辨认出他不是巴拉姆本人;他信奉我们的学说,且曾是我学业上的老师。我将在夜间前去,向他传达意图,并将一切原原本本告知于他。然后,我们大肆散布巴拉姆已被拿获的消息,并将此人带出来;他自称为巴拉姆,假装拥护基督徒的教义,以辩护者的姿态出现。接着,经过一番长久的辩论后败下阵来,彻底落败。国王的儿子目睹这一切——巴拉姆落败,而我们的学说大获全胜——必定会完全赞同胜者;此外,他更会将敬重您的王权、行合您心意之事视为重中之重。因为戴着巴拉姆面具的那人也将悔悟归正,并咬定自己此前受了迷惑。”国王听了这番话大喜过望,倚仗着虚妄的希望,自以为筹划了绝妙之策。
ἔνθεν τοι καὶ τὸν Βαρλαὰμ ἔναγχος μαθὼν ὑποχωρῆσαι, χειρώσασθαι ἔσπευδε. λόχοις οὖν καὶ λοχαγοῖς τῶν διεξόδων τὰς πλείους διειληφώς, μίαν δὲ τῶν ὁδῶν, ἣν πασῶν μᾶλλον ὑφωρᾶτο, αὐτός, ἵπποις ἐπιβάς, ἀνὰ κράτος ἐδίωκε, προκαταλαβεῖν αὐτὸν ἐκ παντὸς τρόπου διανοούμενος. ἐν ὅλαις δὲ ἓξ ἡμέραις κοπιάσας, μάτην τεταλαιπωρήκει. εἶτα, αὐτὸς μὲν ἔν τινι τῶν βασιλικῶν παλατίων ἐν τοῖς ἀγροῖς διακειμένῳ προσμείνας, τὸν Ἀραχὴν μετὰ ἱππέων οὐκ ὀλίγων ἕως αὐτῆς τῆς Σενααρίτιδος ἐρήμου ἐπὶ ζήτησιν ἀπέστειλε τοῦ Βαρλαάμ. καταλαβὼν δὲ ἐκεῖνος τὸν τόπον, πάντας τοὺς περιοίκους διετάραξε· καὶ τῶνδε μὴ ἑωρακέναι ποτὲ τὸν ἄνδρα βεβαιωσαμένων, ἐπὶ τὰς ἐρήμους ὁ ἄρχων τοὺς εὐσεβεῖς θηρεύσων ἐξῄει. πολύ τε τῆς ἐρήμου διοδεύσας διάστημα, ὄρη τε περικυκλώσας καὶ ἀτριβεῖς φάραγγας πεζεύσας καὶ δυσβάτους, μετὰ τῶν σὺν αὐτῷ ὄχλων ἀκρώρειάν τινα καταλαβών,
因此,当国王得知巴拉姆不久前刚刚离去,便急于将他制服。于是,他用伏兵和百夫长封锁了大部分要道口,自己则骑上骏马,全速沿着其中一条他最为怀疑的道路追赶,一心想要千方百计预先截住他。然而整整苦劳了六天,却只是徒劳受罪。随后,国王自己留宿在乡间的一座行宫之中,差遣阿拉赫斯率领不少骑兵远赴塞纳阿尔旷野去搜捕巴拉姆。阿拉赫斯到达该地后,惊扰了当地的所有居民;当他们坚称从未见过此人时,这位长官便深入旷野,意欲搜捕那些虔诚之士。在穿行了辽阔的旷野、绕过崇山并徒步跨越了人迹罕至的险峻峡谷之后,他率领随行众人登上了一处山脊,
- 22.192μικροῦ καὶ ἀποπήγνυται
μικροῦ 是 μικροῦ δεῖν(“几乎”、“差一点”)的省略用法,作副词性属格表示接近程度。ἀποπήγνυται(现在时陈述语气)是历史现在时,生动描绘了国王因极度震惊而“几乎僵住”的情景。
- 22.193ὃν οὐκ ἔστι διαγνῶναι μὴ ἐκεῖνον ὑπάρχειν
ἔστι 搭配不定词 διαγνῶναι 表示可能(“能够辨认”)。在带有否定词 οὐκ 的主句之后,从属不定词短语带有 μή(“无法辨认出他不是那个人”),构成双重否定式的强调句,意即他与巴拉姆酷似,令人无法分辨。
- 22.193μέγα πρὸς τούτοις καὶ τὸ τὴν σὴν αἰδεῖσθαι βασιλείαν καὶ τὰ σοὶ κεχαρισμένα ποιεῖν τιθέμενος
现在分词 τιθέμενος(“将……视为”)在性数格上与分句主语 ὁ τοῦ βασιλέως υἱός 一致。该分词构成双重宾格结构(μέγα ... τὸ ... τιθέμενος),以带冠词的不定词短语(τὸ ... αἰδεῖσθαι ... καὶ ... ποιεῖν)为直接宾语,以形容词 μέγα 为宾语补足语(“视为重大的事”)。
