← 大马士革的圣约翰

巴兰和约萨法特

§22.189-22.191

扎尔丹的忧惧与向国王坦白

巴拉姆离去后,约阿萨夫沉浸于祷告与禁欲修行中,目睹此景的护卫扎尔丹忧心忡忡,托病告退还家。得悉国王将欲探视,扎尔丹主动前去晋见,坦承自己监护失职并告发了王子归信基督教的原委。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§22.189

Ὁ Ἰωάσαφ δέ, μετὰ τὸ ἐξελθεῖν τὸν Βαρλαάμ, εὐχῇ ἑαυτὸν ἐδίδου καὶ δάκρυσι θερμοτάτοις, καὶ ἔλεγεν· Ὦ Θεός, εἰς τὴν βοήθειαν μου πρόσχες. Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον, ὅτι σοι ἐγκαταλέλειπται ὁ πτωχός, ὀρφανῷ σὺ ἦσθα βοηθός· ἐπίβλεψον ἐπ’ ἐμὲ καὶ ἐλέησόν με, ὁ πάντας θέλων σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, σῶσόν με καὶ ἐνίσχυσόν με τὸν ἀνάξιον τοῦ πορευθῆναι τὴν ὁδὸν τῶν ἁγίων σου ἐντολῶν, ὅτι ἐγὼ μὲν ἀσθενὴς καὶ ταλαίπωρος καὶ ποιῆσαι τὸ ἀγαθὸν οὐχ ἱκανός· σὺ δὲ σώζειν με δυνατός, ὁ πάντα τὰ ὁρατὰ καὶ τὰ ἀόρατα συγκρατῶν καὶ συνέχων. μὴ ἐάσῃς με ὀπίσω τῶν θελημάτων τῆς σαρκὸς τῶν πονηρῶν πορεύεσθαι· ἀλλὰ τὸ σὸν δίδαξον ποιεῖν θέλημα, καὶ συντήρησόν με εἰς τὴν αἰώνιόν σου καὶ μακαρίαν ζωήν. ὦ Πάτερ, καὶ Υἱέ, καὶ θεῖον Πνεῦμα, ἡ ὁμοούσιος καὶ ἀδιαίρετος Θεότης, σὲ ἐπικαλοῦμαι καὶ σὲ δοξάζω· σὲ γὰρ ὑμνεῖ πᾶσα κτίσις, καὶ σὲ δοξολογοῦσιν αἱ νοεραὶ τῶν ἀσωμάτων δυνάμεις εἰς τοὺς αἰῶνας. ἀμήν. Ἔκτοτε οὖν πάσῃ φυλακῇ ἐτήρει ἑαυτόν, καθαρότητα ψυχῆς τε καὶ σώματος ἑαυτῷ περιποιούμενος, ἐγκρατείᾳ τε συζῶν καὶ προσευχαῖς ὁλονύκτοις καὶ δεήσεσιν.

在巴拉姆离去之后,约阿萨夫便委身于祈祷与滚烫的泪水之中,说道:“神啊,求祢顾念我的救助。主啊,求祢快来帮助我;因为贫乏之人已交托于祢,对于孤儿祢素为帮助者。求祢垂顾我并怜悯我,祢这愿万人得救且明白真道者,求祢拯救我、加力给我这不配之人,使我能遵行祢神圣诫命的道路;因我软弱且困苦,无力行善;但统摄并维持一切有形与无形造物的祢,大有能力拯救我。求祢不要任凭我顺从肉体邪恶的情欲而行;反倒求祢教导我遵行祢的旨意,保守我进入祢永恒且福乐的生命。父啊,子啊,神的圣灵啊,同体且不可分的独一神性,我呼求祢并荣耀祢;因为一切受造物都歌颂祢,无形体的智性诸军世世代代赞美祢的荣耀。阿们。”自此以后,他便以万分警醒保守自己,使自己获得灵魂与肉体的纯洁,伴随着克己节制以及彻夜的祈祷与祈求而生活。

§22.190

ἡμέρας μὲν γὰρ πολλάκις περικοπτόμενος τῇ τε τῶν συνόντων αὐτῷ συναυλίᾳ, ἔσθ’ ὅτε καὶ τῇ τοῦ βασιλέως πρὸς αὐτὸν ἐπιδημίᾳ ἢ τῇ αὐτοῦ εἰς ἐκεῖνον μετακλήσει, ἡ νὺξ αὐτῷ τὰ τῆς ἡμέρας ἀνεπλήρου ὑστερήματα, ἐν εὐχαῖς καὶ δάκρυσι μέχρι διαφαύματος ἱσταμένου αὐτοῦ καὶ τὸν Θεὸν ἐπικαλουμένου·1 ὅθεν τὸ προφητικὸν ἐκεῖνο ῥῆμα ἐπ’ αὐτὸν ἐπληροῦτο· Ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια, καὶ εὐλογεῖτε τὸν Κύριον. Ὁ δὲ Ζαρδὰν ἐκεῖνος, τὴν τοιαύτην αὐτοῦ αἰσθόμενος διαγωγὴν καὶ λύπης πληρούμενος, μερίμναις τε δειναῖς τὴν ψυχὴν βαλλόμενος, οὐκ εἶχεν ὅ τι καὶ δράσειε· τέλος, τῇ ἀνίᾳ καταπονηθείς, εἰς τὸν ἑαυτοῦ ἀπεδήμησεν οἶκον, ἀρρωστεῖν προσποιούμενος. ὡς δὲ εἰς γνῶσιν τῷ βασιλεῖ τοῦτο ἐληλύθει, ἄλλον μὲν ἀντ’ αὐτοῦ τῶν πιστοτάτων καθυπηρετεῖν τῷ υἱῷ ἐξαπέστειλεν· αὐτὸς δέ, τῆς τοῦ Ζαρδὰν ἐπιμελούμενος ὑγείας, ἰατρὸν αὐτῷ πέμπει δοκιμώτατον καὶ φροντίδος ὅτι πολλῆς ἀξιοῖ θεραπευθῆναι. Ὁ δὲ ἰατρός, ἐπεὶ τῷ βασιλεῖ οὗτος κεχαρισμένος ἦν, ἐπιμελῶς ἐπεσκέψατο, καί, ἄριστα διαγνοὺς τὰ κατ’ αὐτόν, τῷ βασιλεῖ θᾶττον ἀναγγέλλει, ὡς Ἐγώ, φησί, οὐδενὸς νοσήματος αἴτιον ἐν τῷ ἀνθρώπῳ εὑρεῖν δεδύνημαι· ἔνθεν τοι καὶ ὑπολαμβάνω, ἀθυμίᾳ τινὶ τὴν ψυχὴν βληθέντα, τοῦτον μαλακισθῆναι. ὁ δὲ βασιλεύς, τούτων ἀκούσας τῶν ῥημάτων, ὑπέλαβε βαρέως αὐτῷ τὸν υἱὸν διατεθῆναι, καὶ τούτου χάριν λυπηθέντα αὐτὸν ὑποχωρῆσαι. μαθεῖν δὲ τὸ πρᾶγμα ἀκολούθως βουλόμενος, δεδήλωκε τῷ Ζαρδάν, ὡς Αὔριον ἐλεύσομαι, φησί, θεωρῆσαί σε, καὶ τὰ τῆς ἐπισυμβάσης σοι διαγνῶναι ἀρρωστίας. Ὁ Ζαρδὰν δέ, ταύτης ἀκούσας τῆς ἀγγελίας, ἅμα πρωὶ περιβαλλόμενος αὐτοῦ τὸ ἱμάτιον, πορεύεται πρὸς τὸν βασιλέα. καὶ εἰσελθὼν προσεκύνησεν αὐτῷ ἐπὶ τῆς γῆς. ὁ δὲ βασιλεύς, Τί, φησί, παρεβιάσω ἑαυτὸν παραγενέσθαι; αὐτὸς γὰρ ἤθελον ἐπισκέψασθαί σε, καὶ πᾶσι γνωρίσαι τὴν πρὸς σέ μου φιλίαν. ὁ δὲ ἀντέφησεν· Ἡ ἐμή, βασιλεῦ, ἀσθένεια οὐκ ἔστι τῶν συνήθων ἀνθρώποις ἀρρωστιῶν· ἀλλ’ ἐκ λυπηρᾶς καὶ ἐμμερίμνου ψυχῆς τῆς καρδίας ὀδυνωμένης συνωδυνήθη τὸ σῶμα. ἀφροσύνη δέ μοι ἦν οὕτως ἔχοντά με μὴ δουλικῶς πρὸς τὸ σὸν παραγενέσθαι κράτος,2 ἀλλὰ τὴν σὴν βασιλείαν προσμένειν ἕως ἐμοῦ τοῦ οἰκέτου σκυλῆναι. τοῦ βασιλέως οὖν πυνθανομένου τίς ἡ τῆς ἀθυμίας αὐτοῦ αἰτία, ὑπολαβὼν ὁ Ζαρδάν, Μέγας ἐμοὶ κίνδυνος, ἔφη· καὶ μεγάλων ἐγὼ τιμωριῶν ἄξιος, πολλῶν δὲ θανάτων ἔνοχος καθέστηκα, ὅτι σοῦ τοῖς προστάγμασιν ἀμελῶς διατεθεὶς ἀνίας σοι πολλῆς ὅσον οὐδέπω3 πρόξενος γέγονα. Αὖθις δὲ ὁ βασιλεύς, Καὶ τίνα σὺ ἀμέλειαν ἠμέληκας; ἤρετο· τί δὲ τὸ περιέχον σε δέος; Ἐν τῇ περὶ τὸν κύριόν μου τὸν υἱόν σου ἀκριβείᾳ ἠμέληκα, ἔφη. πονηρὸς γὰρ ἄνθρωπος καὶ γόης ἐλθὼν ὡμίλησεν αὐτῷ τὰ τῆς θρησκείας τῶν Χριστιανῶν. εἶτα διηγεῖται κατὰ μέρος τῷ βασιλεῖ τὰ λαληθέντα παρὰ τοῦ γέροντος πρὸς τὸν υἱὸν αὐτοῦ, καὶ μεθ’ ὅσης ἡδονῆς ἐκεῖνος τὸν λόγον ἐδέξατο, καὶ ὡς ὅλος τοῦ Χριστοῦ ἐγεγόνει.

因为白天他常常受阻于同住之人的陪伴,有时也因国王对他的探望或召见他前去而被打断,但夜晚却为他弥补了白昼的不足,他立于祈祷与泪水之中直至黎明,呼求着神;由此,那句先知的言语在他身上得以应验:“夜间要向圣所举手,称颂主。”然而那扎尔丹察觉到他这般的行径,心中充满悲伤,灵魂被可怖的忧虑所击倒,不知所措;最终,他受心劳所迫,便托病退回自己的家中。这事一经国王知晓,国王便从最忠信之人中另遣一人代他伺候王子;而国王自己挂念扎尔丹的健康,差遣了一位极负盛名的医生前去,并指示当以莫大的关照为他医治。这位医生因扎尔丹深受国王宠信而悉心诊视,在透彻断定他的病情之后,便迅速向国王禀报道:“我无法在此人身上找到任何致病的因由;因此我认为,他是灵魂遭受了某种沮丧的打击而致虚弱。”国王听闻此言,便猜想是儿子待他严苛,他才因伤心而退隐。随后为了探明实情,国王便通告扎尔丹道:“明日我将前去探望你,并查明降临于你的病症之虚实。”而扎尔丹一听闻这消息,清晨便披上外袍,径直前往国王那里。他入内后便伏地向国王叩拜。国王说道:“你何苦勉强自己前来?我原打算亲自前去探视你,并向众人显明我对你的情谊。”他却回答道:“王啊,我的虚弱并非人类惯常的疾病;而是出于忧伤焦虑的灵魂,内心既痛苦,身体也随之同遭痛楚。处于这般境况的我,若不奴仆般地前来觐见陛下的威严,反而坐等国王陛下屈尊移驾前来探视我这仆役,对我而言实乃愚蠢至极。”于是国王询问他沮丧的原因为何,扎尔丹便接言道:“我面临着大难;我配受严惩,罪当万死,因为我怠慢了您的旨意,眼看就要给您带来极大的悲痛。”国王再次问道:“你究竟犯了何等懈怠之罪?那笼罩着你的恐惧又是何物?”他说道:“我在对我的主子、您的儿子的严谨看守上懈怠了。因为有一个恶人兼巫师前去,向他讲述了基督徒的信仰。”随后,他向国王逐一细说了那位长者对王子所讲的话,以及王子是以何等的喜悦领受了这番道理,并且他已全然归属于基督。

语法注3 条
  1. 22.190ἡμέρας μὲν γὰρ πολλάκις περικοπτόμενος τῇ τε τῶν συνόντων αὐτῷ συναυλίᾳ, ἔσθ’ ὅτε καὶ τῇ τοῦ βασιλέως πρὸς αὐτὸν ἐπιδημίᾳ ἢ τῇ αὐτοῦ εἰς ἐκεῖνον μετακλήσει, ἡ νὺξ αὐτῷ τὰ τῆς ἡμέρας ἀνεπλήρου ὑστερήματα, ἐν εὐχαῖς καὶ δάκρυσι μέχρι διαφαύματος ἱσταμένου αὐτοῦ καὶ τὸν Θεὸν ἐπικαλουμένου

    破格句(anacoluthon)。句首采用主格阳性单数分词 περικοπτόμενος(受阻),逻辑上预设约阿萨夫为主语;但在主节中,主语转为 ἡ νύξ(夜晚),谓语动词为 ἀνεπλήρου(弥补),而约阿萨夫则转为关涉与格 αὐτῷ(对他而言),并以属格绝对结构 ἱσταμένου αὐτοῦ...(他伫立……)继续补充说明。

  2. 22.191ἀφροσύνη δέ μοι ἦν οὕτως ἔχοντά με μὴ δουλικῶς πρὸς τὸ σὸν παραγενέσθαι κράτος

    表语名词 ἀφροσύνη 搭配未完成过去时 ἦν,具有反事实或潜在的语气(“对我而言本会是愚蠢至极的”),如同表示适宜、必要或评价的非人称表达一样省略了小词 ἄν。此外,尽管句中已具与格 μοι(对我而言),不定词 παραγενέσθαι 的逻辑主语仍依标准的“宾格加不定词”结构采用了宾格 οὕτως ἔχοντά με(处于如此境况的我)。

  3. 22.191ὅσον οὐδέπω

    惯用时间副词短语,意为“行将”、“眼看”、“迫在眉睫”(字面意义为“一如尚未”)。在此处修饰 πρόξενος γέγονα(成为……的促成者),表明因其失职而带给国王的巨大痛苦已迫在眉睫、近在眼前。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:22.189-22.191