← 大马士革的圣约翰

巴兰和约萨法特

§21.187-21.189

王子的感恩与巴拉姆离别前的祷告

王子为与导师巴拉姆的离别深感悲痛,并为被引向真理与救恩表达深切感恩;巴拉姆向神献上感恩并为王子的坚忍代祷,祝福他之后欢欣地离开了宫殿。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21.187

Ὁ δὲ τοῦ βασιλέως υἱός, δάκρυσι συγκεχυμένος, ἠνιᾶτο καὶ ἤσχαλλε, φιλοστόργου πατρὸς καὶ διδασκάλου ἀρίστου ἀπολειφθῆναι μὴ ἀνεχόμενος· Καὶ τίς μοι, φησίν, ὦ πάτερ, τὴν σὴν πληρώσει τάξιν; ὑπὸ τίνι δὲ ἐγὼ τοιούτῳ ποιμένι καὶ ὁδηγῷ ψυχικῆς σωτηρίας γενήσομαι; τί τοῦ σοῦ παραμύθιον ποιήσομαι πόθου;1 ἰδοὺ γὰρ ἐμὲ τὸν πονηρὸν δοῦλον καὶ ἀποστάτην τῷ Θεῷ προσήγαγες, καὶ εἰς υἱοῦ καὶ κληρονόμου κατέστησας τάξιν, καὶ τὸν ἀπολωλότα καὶ ὀρειάλωτον, τὸν παντὶ θηρίῳ ἕτοιμον εἰς βοράν, ἐζήτησας, καὶ τοῖς ἀπλανέσι κατέμιξας Θεοῦ προβάτοις· καὶ ἔδειξάς μοι τὴν ἐπίτομον τῆς ἀληθείας ὁδόν, ἐξαγαγών με τοῦ σκότους καὶ τῆς σκιᾶς τοῦ θανάτου, καί, τοὺς πόδας μου μεταγαγὼν ἐκ τῆς ὀλισθηρᾶς καὶ θανατηφόρου καὶ σκολιωτάτης καὶ καμπύλης ἀτραποῦ, μεγάλων καὶ θαυμασίων μοι γέγονας πρόξενος ἀγαθῶν, καὶ ὧν οὐδεὶς ἐξαρκέσειε λόγος τὸ ὑπερέχον διηγήσασθαι.2 μεγάλων καὶ αὐτὸς ὑπὲρ ἐμοῦ τοῦ μικροῦ μετάσχοις τοῦ Θεοῦ δωρεῶν· καὶ τῆς ἐμῆς εὐχαριστίας ὑστέρημα πληρώσαι Κύριος,3 ὁ μόνος νικῶν ταῖς τῶν δωρεῶν ἀντιδόσεσι τοὺς αὐτὸν ἀγαπῶντας. Ὁ δὲ Βαρλαάμ, τῆς θρηνῳδίας αὐτὸν ἐκκόπτων, ἀναστὰς εἰς εὐχὴν ἵστατο, καὶ τὼ χεῖρε εἰς οὐρανοὺς διάρας· Ὁ Θεός, ἔλεγε, καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ φωτίσας τὰ πρὶν ἐσκοτισμένα, καὶ τὴν ὁρατὴν ταύτην καὶ ἀόρατον κτίσιν ἐκ τοῦ μὴ ὄντος παραγαγών, ὁ τὸ σὸν ἐπιστρέψας πλάσμα καὶ μὴ ἐάσας ἡμᾶς ὀπίσω τῆς ἀφροσύνης ἡμῶν πορεύεσθαι, εὐχαριστοῦμέν σοι, καὶ τῇ σῇ σοφίᾳ καὶ δυνάμει τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, δι᾽ οὗ καὶ τοὺς αἰῶνας ἐποίησας, πεσόντας τε ἡμᾶς ἀνέστησας, καὶ πεπλημμεληκόσι τὰς ἁμαρτίας ἀφῆκας, πλανηθέντας ἐπανήγαγες, αἰχμαλωτισθέντας ἐλυτρώσω, τεθνηκότας ἐζωποίησας τῷ τιμίῳ τοῦ Υἱοῦ σου καὶ δεσποτικῷ αἵματι. σὲ οὖν ἐπικαλοῦμαι, καὶ τὸν μονογενῆ σου Υἱόν, καὶ τὸ πανάγιόν σου Πνεῦμα· ἔπιδε ἐπὶ τὸ λογικόν σου πρόβατον τοῦτο, τὸ προσελθὸν δι’ ἐμοῦ τοῦ ἀναξίου εἰς θυσίαν σοι, καὶ ἁγίασον αὐτοῦ τὴν ψυχὴν τῇ σῇ δυνάμει καὶ χάριτι· ἐπίσκεψαι τὴν ἄμπελον ταύτην τὴν φυτευθεῖσαν διὰ τοῦ Ἁγίου σου Πνεύματος, καὶ δὸς αὐτὴν καρποφορῆσαι καρπὸν δικαιοσύνης· ἐνίσχυσον αὐτόν, βεβαιῶν ἐν αὐτῷ τὴν διαθήκην σου, καὶ ἐξελοῦ τῆς ἀπάτης τοῦ διαβόλου. τῇ σοφίᾳ τοῦ ἀγαθοῦ σου Πνεύματος δίδαξον αὐτὸν ποιεῖν τὸ θέλημά σου, καὶ τὴν βοήθειάν σου μὴ ἀφέλῃς ἀπ’ αὐτοῦ, ἀξιῶν σὺν ἐμοὶ τῷ ἀχρείῳ σου οἰκέτῃ τῶν ἀτελευτήτων σου ἀγαθῶν κληρονόμον γενέσθαι, ὅτι εὐλογητὸς εἶ καὶ δεδοξασμένος εἰς τοὺς αἰῶνας. ἀμήν. Τελέσας δὲ τὴν εὐχὴν καὶ ἐπιστραφείς, κατησπάσατο τὸ τέκνον ἤδη τοῦ ἐπουρανίου Πατρός. εἰρήνην τε αὐτῷ ἐπευξάμενος καὶ σωτηρίαν αἰώνιον, ἐξῆλθε τοῦ παλατίου, καὶ ἀπῄει χαίρων καὶ εὐχαριστῶν τῷ Θεῷ, τῷ εὐοδώσαντι τὴν ὁδὸν αὐτοῦ εἰς ἀγαθόν.

国王的儿子泪流满面,痛苦万分,无法忍受与慈爱的父亲和至善的导师分离。他说道:“父亲啊,谁能为我补全您的地位呢?我又将在怎样一位如此的牧人与灵魂救恩的向导之下安身呢?对于我对您的渴念,我将寻求怎样的安慰呢?因为看哪,您将我这个邪恶的仆人和背教者引向了神,并使我得着儿子和继承者的名位;并且,您寻找了迷失且困于山中、随时沦为诸般野兽口中之物的我,使我归入了神那无偏无颇的羊群;您领我走出黑暗和死荫,向我指明了真理的捷径;您又将我的脚步挪离那滑跌、致命、极弯曲而险阻的小径,成为我巨大而奇妙的美善之引荐者,这些美善的卓越之处,绝非任何言语所能详述。愿您自己也因着我这微小者,得享神宏大的恩赐;愿那在恩赐的赏报上唯独胜过爱祂之人的主,补足我感恩的缺失。”然而,巴拉姆打断了他的悲泣,起身肃立祈祷,双臂伸向苍天,说道:“照亮昔日幽暗之物的、 我们主耶稣基督的神与父啊,您从虚无中创造了这有形与无形的造物;您使自己的受造物回转,未容我们顺从自己的愚昧而行;我们感谢您,也感谢您的智慧与大能、我们的主耶稣基督——借着祂您创造了诸世,扶起了堕落的我们,赦免了犯过之人的罪孽,领回了迷途之人,救赎了被掳之人,并以您爱子尊贵而统治一切的宝血,使死人复生。因此我呼求您,并呼求您的独生子与至圣的灵:垂顾您的这只属理性的羊,他借着我这不配之人进前献为您的祭物;以您的大能与恩典圣化他的灵魂;眷顾借由您的圣灵所栽种的这棵葡萄树,赐它结出公义的果实;坚固他,在他里面确立您的盟约,救他脱离魔鬼的诡计。以您良善之灵的智慧,教导他遵行您的旨意,不从他身上挪去您的帮助,使他配与我这无用的仆人一同成为您无穷美善的承受者;因为您是应当称颂、得蒙荣耀的,直到永远。阿们。”作完祈祷并转过身来,他拥抱了这位已然成为天父之子的人;并为他祈求了平安与永恒的救恩,便走出了宫殿,满怀欢喜与向神的感恩而离去,因神使他的道路顺利达于美善。

语法注3 条
  1. 21.187τί τοῦ σοῦ παραμύθιον ποιήσομαι πόθου;

    物主形容词 τοῦ σοῦ 在此起宾格性属格(objective genitive)的作用,修饰 πόθου,意为“对您的渴望/思慕”,而非“您所怀有的思慕”。名词 πόθος 常接表示思慕对象的属格(或相应物主形容词)。

  2. 21.187ὧν οὐδεὶς ἐξαρκέσειε λόγος τὸ ὑπερέχον διηγήσασθαι

    关系代词 ὧν 指向先行词 ἀγαθῶν,作为属格从属于名词化分词短语 τὸ ὑπερέχον(“其卓越/卓绝之处”)。动词 ἐξαρκέσειε 是未带 ἄν 的潜在希求法(在后古典希腊语中表能力或可能性,“没有言语足以……”),不定词 διηγήσασθαι 作补充说明的不定词(epexegetical infinitive),依附于 ἐξαρκέσειε,意为“(足以)细述”。

  3. 21.187τῆς ἐμῆς εὐχαριστίας ὑστέρημα πληρώσαι Κύριος

    动词 πληρώσαι 为表示祝愿的希求法(optative of wish,“愿……补足”)。名词 ὑστέρημα 是 πληρώσαι 的宾格直接宾语(“欠缺/不足之处”),τῆς ἐμῆς εὐχαριστίας 则是修饰它的属格,指明不足的内容(“我的感恩之不足”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:21.187-21.189