← 大马士革的圣约翰

巴兰和约萨法特

§21.184-21.186

交换粗衣与巴拉姆的临别祝祷

王子因惧怕扎尔丹告密而准许巴拉姆离去;巴拉姆谢绝了财物施舍,但同意与王子交换破旧的衣衫作为纪念,并向王子作了最后的教诲与祝祷。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21.184

ἅμα δὲ καὶ ὑφορώμενος μὴ δῆλα τὰ περὶ αὐτὸν ὁ Ζαρδὰν ἐκεῖνος τῷ βασιλεῖ ποιήσηται καὶ τιμωρίαις αὐτὸν ὑποβάλῃ, λέγει πρὸς αὐτόν· Ἐπείπερ σοι τοῦτο ἔδοξε, πάτερ πνευματικὲ καὶ διδασκάλων ἄριστε καὶ καλοῦ παντὸς ἐμοὶ πρόξενε, τοῦ καταλιπεῖν με τῇ τοῦ κόσμου ματαιότητι συναναστρέφεσθαι καὶ σὲ πορευθῆναι εἰς τὸν τῆς πνευματικῆς ἀναπαύσεως τόπον,1 οὐκ ἔτι σε κατέχειν καὶ παρεμποδίζειν τολμῶ. ἄπιθι οὖν τῇ τοῦ Θεοῦ εἰρήνῃ φρουρούμενος, καὶ τῆς ἐμῆς ἀθλιότητος ἐν ταῖς τιμίαις σου εὐχαῖς διὰ παντὸς μέμνησο διὰ τὸν Κύριον, ἵνα δυνηθῶ καταλαβεῖν σε καὶ τὸ σὸν βλέπειν τίμιον πρόσωπον πάντοτε. ποίησον δέ μου μίαν αἴτησιν· καί, ἐπείπερ οὐκ ἠθέλησάς τι λαβεῖν ὑπὲρ τῶν συνασκητῶν σου, δέξαι κἂν ὑπὲρ σεαυτοῦ μικρόν τι χρῆμα εἰς διατροφὴν καὶ ἱμάτιον εἰς ἀμφίασιν. ὁ δὲ πρὸς αὐτὸν ἀπεκρίνατο· Εἰ ὑπὲρ τῶν ἀδελφῶν μου οὐκ ἐδεξάμην τι παρὰ σοῦ ʽοὐδὲ γὰρ ἐκεῖνοι χρῄζουσιν ἐπιλαβέσθαι τῶν ὑλῶν τοῦ κόσμου ὧν ἑκόντες ἐμάκρυναν̓, πῶς ἐμαυτῷ περιποιήσομαι ὅπερ ἐκείνοις ἀπηγόρευσα; εἰ μὲν γὰρ καλὸν ἦν ἡ τῶν χρημάτων κτῆσις, ἐκείνοις ἂν πρὸ ἐμοῦ τούτων μετέδωκα· ἐπεὶ δὲ ὀλεθρίαν τὴν αὐτῶν ἐπίσταμαι κτῆσιν, οὔτε ἐκείνους, οὔτε μὴν ἐμαυτὸν τοῖς τοιούτοις ὑποβαλῶ βρόχοις. Ὡς δὲ καὶ ἐν τούτῳ πείθειν οὐκ εἶχε, δευτέρας ἱκετηρίας ἀρχή,2 καὶ δευτέραν πάλιν αἴτησιν ποιεῖται, μὴ πάντη αὐτοῦ παριδεῖν τὰς δεήσεις, μηδὲ πᾶσαν αὐτῷ καταχέαι τὴν ἀθυμίαν, ἀλλὰ καταλιπεῖν αὐτῷ τὸ ἐρρικνωμένον ἱμάτιον ἐκεῖνο καὶ τραχὺ παλλίον, ἅμα μὲν εἰς μνήμην τῆς τοῦ διδασκάλου ἀσκήσεως, ἅμα δὲ εἰς φυλακτήριον αὐτῷ ἀπὸ πάσης σατανικῆς ἐνεργείας, λαβεῖν δὲ παρ’ αὐτοῦ ἕτερον ἀντ’ ἐκείνου· Ὡς ἄν, τὸ παῤ ἐμοῦ, φησί, δοθὲν ὁρῶν, τὴν ἐμὴν ἐπὶ μνήμης φέρῃς ταπεινότητα. Ὁ δὲ γέρων ἔφη· Τὸ μὲν παλαιὸν καὶ διερρωγὸς δοῦναί σοι καὶ λαβεῖν καινὸν ἔνδυμα, οὐ θέμις, ἵνα μὴ τοῦ μικροῦ κόπου μου τὴν ἀμοιβὴν ἐνθάδε ἀπολαβεῖν κατακριθῶ· ἵνα δέ σου τὴν προθυμίαν μὴ ἐγκόψω, παλαιὰ καὶ μηδὲν τῶν ἐμῶν διαφέροντα ἔστωσαν τὰ διδόμενά μοι παρὰ σοῦ. ζητήσας δὲ ὁ τοῦ βασιλέως υἱὸς τρίχινα ῥάκη παλαιά, καὶ ταῦτα δοὺς τῷ γέροντι, τὰ ἐκείνου λαβὼν ἔχαιρε, πάσης πορφύρας καὶ βασιλικῆς ἁλουργίδος τιμιώτερα ταῦτα ἀσυγκρίτως ἡγούμενος. Ὁ δὲ θειότατος Βαρλαάμ, ἀπιέναι ὅσον οὔπω βουλόμενος, τὰ τῆς ἐκδημίας ὡμίλει, καὶ τελευταίαν αὐτῷ διδασκαλίαν προσῆγεν· Ἀδελφέ, λέγων, ἠγαπημένε καὶ τέκνον γλυκύτατον, ὃ διὰ τοῦ Εὐαγγελίου ἐγέννησα, οἶδας τίνι ἐστρατεύθης βασιλεῖ καὶ πρὸς τίνα τὰς ὁμολογίας σου διέθου. δεῖ οὖν βεβαίας ταύτας φυλάξαι, καὶ τὰ τῆς στρατείας προθύμως τελέσαι, ὅσα ὑπέσχου ἐν τῇ τῆς ὁμολογίας χάρτῃ τῷ πάντων Δεσπότῃ, πάσης παρούσης τῆς ἐπουρανίου στρατιᾶς καὶ συμμαρτυρούσης, ἅμα δὲ καὶ ἀπογραφομένης τὰ ὁμολογηθέντα, ἅτινα φυλάττων μακάριος ἔσῃ. μηδὲν οὖν τῶν παρόντων Θεοῦ καὶ τῶν αὐτοῦ προκρίνῃς ἀγαθῶν. τί γὰρ ἂν οὕτω φοβερὸν εἴη τῶν παρόντων, ὡς γέεννα πυρὸς αἰωνίου, μήτε τοῦ καίοντος ὅλως φῶς ἔχοντος, μήτε τοῦ κολάζοντός ποτε λήγοντος;3 τί δὲ πάλιν τῶν τοῦ κόσμου καλῶν τηλικοῦτον εὐφράνοι, ὡς Θεὸς αὐτὸς ἐκεῖνος τοῖς ἀγαπήσασι χαριζόμενος; οὗπερ τὸ κάλλος μὲν ἄφατον, δυναστεία δὲ ἄμαχος καὶ ἡ δόξα ἀΐδιος· οὗπερ τὰ ἀγαθά, τὰ τοῖς αὐτοῦ φίλοις ἀποκείμενα, πάντων τῶν ὁρωμένων ἀσυγκρίτως ὑπερέχει, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη· ὧν κληρονόμος ἀναδειχθείης, τῇ τοῦ Θεοῦ φρουρούμενος κραταιοτάτῃ χειρί.

同时,又疑心那个扎尔丹会将关于他的事向国王泄露并使他遭受刑罚,王子便对他说:“属灵的父亲、至善的导师、我一切善事的引荐者啊,既然您认为留下我继续与世俗的虚妄周旋,而您自己启程前往属灵安息之所乃是应当的,我便不敢再挽留与阻碍您了。那么,愿您在神的平安护卫下离去;看在主的份上,请在您宝贵的祈祷中始终记念我的卑微可怜,好使我能够追上您,永远瞻仰您尊贵的容颜。不过,请答应我一个请求:既然您不肯为您的同修修士们收取任何财物,至少为了您自己,收下一点用于充饥的资财和一件蔽体的衣服吧。”但他回答道:“若我没有为了我的弟兄们从你那里收下任何东西——因为他们甚至也不需要获取已欣然离弃的世俗物质——我又怎能为自己谋取那曾禁止他们享有的事物呢?因为获取钱财若是一件善事,我必在自己之前先分予他们;但既然我知道拥有钱财乃是毁灭性的,我便绝不将他们、也绝不将我自己置于这等罗网之中。” 见在这件事上仍无法说服他,王子便开始了第二次恳求,又提出了第二个请求:不要全然无视自己的哀求,也不要让自己陷入彻底的沮丧之中,而是将那件皱缩的衣服和粗劣的斗篷留给自己,既作为对导师苦修的纪念,又作为护身符保护自己免遭撒旦的一切作为侵扰;并从自己这里收下另一件衣服代替那件。“这样,”他说,“当您看到我所赠之物时,便可将我的卑微铭记于心。”老人说道:“将旧而破裂的衣物给你而接受一件新衣,是不合律法的,免得我被定罪为在这世上便领受了我微薄劳苦的赏报;但为了不挫伤你的热心,你给我的衣物必须是破旧且与我现有的毫无二致的。”国王的儿子便寻来破旧的毛织碎布,赠与老人,并换得老人的旧衣,欢喜不已,认为这些衣物无可比拟地贵重于一切紫袍与王室的绛服。 至神圣的巴拉姆打算即刻启程,便谈起离别之事,并向他施予最后的教导,说道:“亲爱的弟兄、至甜美的孩子啊,我借着福音所生的孩子,你知道你在哪一位君王麾下从军,又向谁立下了誓约。因此,你必须坚定地持守这些誓约,甘心乐意地履行战阵的职责,正如你在天军全军出席并作见证、同时记录下所誓之事的情形下,在誓书上向万物的主宰所应许的那样;恪守这些誓约,你便是蒙福的。所以,切不可将现世的任何事物置于神及其美善之上。因为在现世之物中,有何者能如永火的地狱般可怕呢?在那里,燃烧之物毫无光明,刑罚之物永无止息。世间的美好事物中,又有何者能带来如神亲自将自己赏赐给爱祂之人那般巨大的喜乐呢?祂的美难以言表,祂的权柄无可战胜,祂的荣耀永恒不息;祂为祂的朋友们所积存的美善,无可比拟地超越了一切有形之物,正是眼睛未曾看见,耳朵未曾听见,人心也未曾想到的;愿你在神至大能之手的庇佑下,被显明为这些美善的承受者。”

语法注3 条
  1. 21.184τοῦ καταλιπεῖν με τῇ τοῦ κόσμου ματαιότητι συναναστρέφεσθαι καὶ σὲ πορευθῆναι εἰς τὸν τῆς πνευματικῆς ἀναπαύσεως τόπον

    带冠词的不定式短语 τοῦ καταλιπεῖν ... πορευθῆναι 作解释性(同位语)属格,具体说明前面的代词 τοῦτο(ἔδοξε 的主语)。不定式 καταλιπεῖν 的逻辑主语是巴拉姆,而 με 则是后接不定式 συναναστρέφεσθαι 的宾格逻辑主语。

  2. 21.184δευτέρας ἱκετηρίας ἀρχή

    无动词的主格名词短语独立使用,作为简练生动的名词性表述,提示情节的转折(“这是第二次哀求的开始”),并与后文的 καὶ δευτέραν πάλιν αἴτησιν ποιεῖται 形成并列以引出下文。

  3. 21.186μήτε τοῦ καίοντος ὅλως φῶς ἔχοντος, μήτε τοῦ κολάζοντός ποτε λήγοντος

    由 μήτε... μήτε 引导的两个并列属格独立结构。名词化的中性现在分词 τοῦ καίοντος 与 τοῦ κολάζοντος 分别充当逻辑主语,意为“燃烧之物(火)”与“施罚之物(惩罚)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:21.184-21.186