- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:21.182-21.183
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
扎尔丹洞悉了王子的心意却坦陈自己的恐惧,王子虽对其冷淡态度感到失望,仍吩咐他暂守秘密;次日,巴拉姆前来告别,王子伤心落泪,老人以将来不可分离的重聚之预言抚慰了他。
ὁ δὲ Ζαρδάν· Τί σοι ἔδοξεν, ἔφη, ὦ βασιλεῦ, πειράζειν με τὸν σὸν οἰκέτην; οἶδα κατὰ βάθος εἰσδῦναί σου τῇ καρδίᾳ τοὺς λόγους τοῦ ἀνδρός· εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν αὐτῷ ἡδέως τε καὶ ἀδιαλείπτως ὡμίλεις.1 καί γε ἡμεῖς οὐκ ἀγνοοῦμεν τουτὶ τὸ κήρυγμα· ἀλλ’ ἐξ ὅτου ὁ σὸς πατὴρ διωγμὸν ἄσπονδον κατὰ τῶν Χριστιανῶν ἐξήγειρεν, ἀπηλάθησαν αὐτοὶ τῶν ἐντεῦθεν, καὶ ἐσίγησε τὸ κήρυγμα αὐτῶν. εἰ δὲ νῦν ἀρεστόν σοι τὸ δόγμα κατεφάνη καὶ τὸ σκληρὸν αὐτοῦ καὶ ἐπίπονον ἀναδέξασθαι ἰσχύεις, κατευθυνθείη σου τὰ θελήματα εἰς τὸ ἀγαθόν. ἐγὼ δὲ τί ποιήσω, πρὸς μὲν τὴν τοιαύτην σκληρότητα μηδ’ ἀντοφθαλμῆσαι δυνάμενος, τῷ δὲ φόβῳ τοῦ βασιλέως τὴν ψυχὴν ἐν ὀδύναις καὶ ἀλγηδόσι μεριζόμενος; τί ἀπολογήσομαι αὐτῷ, ἀμελῶς τοῖς αὐτοῦ διατεθεὶς προστάγμασι, καὶ τῷ ἀνδρὶ τούτῳ τῆς πρὸς σὲ παραχωρήσας εἰσόδου; Ἔφη δὲ πρὸς αὐτὸν ὁ τοῦ βασιλέως υἱός· Ἐγὼ μέν, τῆς πολλῆς σου πρός με εὐγνωμοσύνης μηδεμίαν ἄλλην ἀξίαν ἀμοιβὴν γινώσκων, ταύτην καὶ ὑπεραξίαν εὑρηκὼς ἐπ’ εὐεργεσίᾳ τῇ σῇ, κατάδηλον ποιῆσαί σοι τὸ ὑπὲρ φύσιν ἀγαθὸν ἔργον πεποίηκα, τοῦ γνωρίσαι σε2 εἰς ὃ γεγένησαι καὶ τὸν Δημιουργὸν ἐπιγνῶναι ἀπολιπόντα τε τὸ σκότος τῷ φωτὶ προσδραμεῖν· καὶ ἤλπιζον ἅμα τῷ ἀκοῦσαί σε πόθῳ ἀσχέτῳ τούτῳ ἀκολουθῆσαι. ἀλλ’ ἐψεύσθην, καθὼς ὁρῶ, τῆς ἐλπίδος, χλιαρῶς σε βλέπων πρὸς τὰ λαληθέντα διακείμενον. τῷ δὲ βασιλεῖ καὶ πατρί μου εἰ ταῦτα δηλώσεις, οὐδὲν ἕτερον ποιήσεις ἢ μερίμναις αὐτοῦ καὶ λύπαις τὴν ψυχὴν ἀηδίσεις. ἀλλ̓, εἴπερ αὐτῷ εὐγνωμονεῖς, μηδόλως ἄχρι καιροῦ τοῦ προσήκοντος ἀναγγείλῃς τι περὶ τούτων. ταῦτα μὲν πρὸς αὐτὸν λαλήσας, ἐφ’ ὑδάτων ἐδόκει σπείρειν·3 εἰς ψυχὴν γὰρ ἀσύνετον οὐκ εἰσελεύσεται σοφία. Τῇ ἐπαύριον δὲ ὁ Βαρλαὰμ ἐλθὼν τὰ τῆς ἀποδημίας ὡμίλει· ὁ δέ, τὸν τούτου μὴ φέρων χωρισμόν, τὴν ψυχὴν ἠνιᾶτο καὶ δακρύων τοὺς ὀφθαλμοὺς ἐπεπλήρωτο. πολλὰ δὲ ὁ γέρων αὐτῷ διαλεχθείς, καὶ ἀκλόνητον διαμένειν ἐν τῷ ἀγαθῷ μαρτυράμενος, λόγοις τε παρακλητικοῖς στηρίξας αὐτοῦ τὴν καρδίαν, ἱλαρῶς αὐτὸν ἐξαποστεῖλαι ἠξίου· ἅμα δὲ καὶ προέλεγεν οὐκ εἰς μακρὸν αὐτοὺς ἑνοῦσθαι ἑνώσει ἀδιαιρέτῳ.4 ὁ δὲ τοῦ βασιλέως υἱός, μὴ δυνάμενος ἐπὶ πλεῖον κόπους τῷ γέροντι παρέχειν καὶ τῆς ποθουμένης αὐτὸν κωλύειν ὁδοῦ,
扎尔丹便说道:“陛下,您为何想要试探我这个仆人呢?我知道那人的言语已深深渗入您的心中;若非如此,您断不会如此欣然且不休止地与他交谈。其实,我们对这教训并非一无所知;但自您的父王对基督徒掀起无可和解的迫害以来,他们便从这里被驱逐出去,他们的宣告也归于沉寂。若如今这教义在您看来是可悦纳的,并且您有力量承担其严酷与艰辛,愿您的心愿被引向良善。但我该怎么办呢?我对这般严峻之事甚至不敢正视,又因对国王的惧怕,心灵被撕裂在痛苦与悲伤之中。我玩忽职守对待他的命令,又容许这人得以晋见您,我该如何向他交代呢?” 国王的儿子对他说:“至于我,深知对于您对我的深情厚谊,别无他物足以作为相称的回报,而见这对于您的恩惠是无比厚重的赏赐,我便致力于将那超乎自然的至善显明给您,好让您明白自己因何而生,认识造物主,并离开黑暗奔向光明;我还曾盼望,您一听见便会怀着难以抑制的渴望跟随它。但正如我所见,我的指望落空了,因我见您对所说的话态度冷淡。若您将这些事告知我的父王,除了让他的心灵在忧虑与悲痛中备受煎熬之外,您什么也做不成。然而,若您真的顾念他,在适当的时刻到来之前,绝不要向他通报关于这些事的任何分毫。” 对他说了这些话,王子自觉犹如播种在水面上;因为智慧必不进入不明事理的心灵。次日,巴拉姆前来谈论动身启程之事;王子无法忍受与他的分离,心中极度悲痛,双眼饱含泪水。老人与他长谈,嘱咐他在良善中坚定不移,以安慰之言坚固了他的心,请求他高高兴兴地为自己送行;同时他又预言,不久之后他们便将以不可分离的结合合而为一。但国王的儿子无法再给老人增添劳苦,也无法阻碍他所渴求的旅程,
- 21.182εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν αὐτῷ ἡδέως τε καὶ ἀδιαλείπτως ὡμίλεις
使用直陈式过去时态的非真实条件句。条件从句(εἰ μὴ... ἦν)表示与现状相反的持续状态(“若非如此”),而结论句中的 ἄν 搭配未完成过去时 ὡμίλεις 则表示与持续发生的现实相反的假设(“断不会欣然且不休止地与他交谈”)。
- 21.182κατάδηλον ποιῆσαί σοι τὸ ὑπὲρ φύσιν ἀγαθὸν ἔργον πεποίηκα, τοῦ γνωρίσαι σε
短语 ἔργον πεποίηκα 支配不定式 κατάδηλον ποιῆσαι,构成“以……为己任/致力于使……显明”的习惯句式。其后接的冠词属格不定式短语 τοῦ γνωρίσαι σε... 表示目的(“为了让你知晓”),σε 充当不定式 γνωρίσαι 的逻辑主语(宾格主语)。
- 21.183ἐφ’ ὑδάτων ἐδόκει σπείρειν
“在水面上播种”为格言式习语,喻指徒劳无功、劳而无获。ἐδόκει 的承前主语为王子,意指王子自觉如同在做徒劳无益的努力。
- 21.183οὐκ εἰς μακρὸν αὐτοὺς ἑνοῦσθαι ἑνώσει ἀδιαιρέτῳ
由动词 προέλεγεν 引导的宾格不定式间接引语结构。αὐτούς 为不定式 ἑνοῦσθαι 的逻辑主语(“他们将合而为一”)。ἑνώσει ἀδιαιρέτῳ 为同源与格(或方式与格),强调“以不可分离的结合”相连。
