← 大马士革的圣约翰

巴兰和约萨法特

§21.178-21.181

扎尔丹的疑惧与幕后偷听

老人离去后,起疑的师傅扎尔丹出于对王法惩处之惧向王子进谏;王子将他藏于幕后偷听老人的总结训诲,待老人离开后试探其心意。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21.178

Τοιούτοις οὖν ἠθικοῖς ῥήμασι νουθετήσας ὁ τιμιώτατος γέρων τὸν τοῦ βασιλέως υἱόν, εἰς τὴν ἰδίαν ἀπῄει ξενίαν. οἱ δὲ ὑπηρέται τοῦ νέου καὶ παιδαγωγοὶ τὴν συχνὴν αὐτοῦ εἰσέλευσιν ἐν τῷ παλατίῳ ὁρῶντες ἐθαύμαζον. εἷς δὲ τῶν προεχόντων ἐν αὐτοῖς, ὃν ὡς πιστότατον καὶ εὐγνώμονα κατέστησεν ὁ βασιλεὺς ἐπὶ τοῦ παλατίου τοῦ υἱοῦ αὐτοῦ, Ζαρδὰν καλούμενος, φησὶ πρὸς τὸν τοῦ βασιλέως υἱόν· Οἶδας πάντως, ὦ δέσποτα, ὅσος ἐπ’ ἐμοὶ ὁ τοῦ σοῦ πατρὸς φόβος καὶ ὅση μου ἡ πρὸς αὐτὸν πίστις· διό με ὡς οἰκέτην πιστότατον καθυπηρετεῖν σοι παρεκελεύσατο. νυνὶ δὲ τὸν ἄνδρα τοῦτον τὸν ξένον συχνῶς ὁρῶν ὁμιλοῦντά σοι, δέδοικα μή ποτε τῆς τῶν Χριστιανῶν εἴη θρησκείας,1 πρὸς ἣν λίαν ἀπεχθῶς ὁ σὸς πατὴρ διάκειται· καὶ τῆς θανατηφόρου εὑρεθήσομαι ὑπεύθυνος ψήφου. εἴτε οὖν τῷ βασιλεῖ τὰ περὶ αὐτοῦ γνώρισον, εἴτε τοῦ λοιποῦ παῦσαι τούτῳ προσομιλεῖν· εἰ δὲ μή, ἔκβαλόν με τοῦ σοῦ προσώπου, ὡς ἂν μὴ μεμπτέος ὦ, καὶ ἄλλον αἴτησαι τὸν πατέρα σου ἀγαγεῖν ἐνταῦθα.2 Ὁ δὲ τοῦ βασιλέως υἱὸς ἔφη πρὸς αὐτόν· Τοῦτο πρὸ πάντων, ὦ Ζαρδάν, ποίησον. καθέσθητι σὺ ἔνδοθεν τοῦ παραπετάσματος, καὶ ἄκουσον τῆς αὐτοῦ πρός με ὁμιλίας· καὶ εἶθ’ οὕτως λαλήσω σοι τί δεῖ ποιῆσαι. Μέλλοντος δὲ τοῦ Βαρλαὰμ εἰσελθεῖν πρὸς αὐτόν, εἰσήγαγε τὸν Ζαρδὰν ἐντὸς τοῦ παραπετάσματος, καὶ λέγει τῷ γέροντι· Ἀνακεφαλαίωσαί μοι τὰ τῆς ἐνθέου σου διδασκαλίας, ὡς ἂν κραταιότερον ἐμφυτευθῇ μου τῇ καρδίᾳ. ὑπολαβὼν δὲ ὁ Βαρλαὰμ πολλὰ περὶ Θεοῦ καὶ τῆς εἰς αὐτὸν εὐσεβείας ἐφθέγγετο, καὶ ὡς αὐτὸν μόνον δεῖ ἀγαπᾶν ἐξ ὅλης καρδίας, καὶ ἐξ ὅλης ψυχῆς, καὶ ἐξ ὅλης τῆς διανοίας, καὶ τὰς αὐτοῦ φυλάττειν ἐντολὰς φόβῳ τε καὶ πόθῳ. καὶ ὅτι αὐτός ἐστιν ὁ ποιητὴς ὁρατῶν τε πάντων καὶ ἀοράτων. ἐφ’ οἷς καὶ τὴν τοῦ πρώτου ἀνθρώπου διάπλασιν ὑπεμίμνησκε, τήν τε δοθεῖσαν αὐτῷ ἐντολὴν καὶ τὴν ταύτης παράβασιν, καὶ τὴν ἐπὶ τῇ παραβάσει τοῦ πλάσαντος καταδίκην. εἶτα καθεξῆς τὰ ἀγαθὰ ἀπηριθμεῖτο, ὧν ἀθετήσαντες τὴν ἐντολὴν ἑαυτοὺς ἀπεκλείσαμεν·3 καὶ αὖθις ἐμέμνητο τῶν λυπηρῶν, ὅσα μετὰ τὴν ἐκείνων ἀποτυχίαν κατέλαβεν ἀθλίως ἡμᾶς. ἐπὶ τούτοις τὰ τῆς φιλανθρωπίας ἐπῆγεν, ὅπως τῆς ἡμετέρας φροντίζων ὁ Δημιουργὸς σωτηρίας διδασκάλους ἀπέστειλε καὶ προφήτας τὴν τοῦ Μονογενοῦς κηρύττοντας σάρκωσιν· ἔπειτα καὶ τὴν ἐκείνου κάθοδον, τὴν ἐνανθρώπησιν, τὰς εὐεργεσίας, τὰ θαύματα, καὶ τὰ ὑπὲρ ἡμῶν τῶν ἀχαρίστων παθήματα, τὸν σταυρόν, τὴν λόγχην, τὸν ἑκούσιον θάνατον· τέλος, τὴν ἐπανόρθωσιν ἡμῶν, τὴν ἀνάκλησιν, τὴν εἰς τὸ πρῶτον ἀγαθὸν ἐπάνοδον· μετὰ ταῦτα, τὴν ἐκδεχομένην τοὺς ἀξίους τῶν οὐρανῶν βασιλείαν, τὴν ἀποκειμένην τοῖς φαύλοις βάσανον, τὸ μὴ σβεννύμενον πῦρ, τὸ μὴ λῆγον σκότος, τὸν ἀθάνατον σκώληκα, καὶ ὅσην ἄλλην οἱ τῆς ἁμαρτίας δοῦλοι κόλασιν ἑαυτοῖς ἐθησαύρισαν. ταῦτα διεξελθὼν καὶ εἰς ἠθικὴν διδασκαλίαν τὸν λόγον τελέσας, πολλά τε περὶ καθαρότητος βίου διαλεχθείς, καὶ τῆς τῶν παρόντων ματαιότητος καταγνούς, τὴν ἀθλιότητά τε τῶν τούτοις προστετηκότων διελέγξας, εἰς εὐχὴν κατέληξε. καὶ ἀπερίτρεπτον αὐτῷ ἐπευξάμενος καὶ ἀκλινῆ τὴν ὁμολογίαν τῆς ὀρθοδόξου πίστεως, ἀνεπίληπτόν τε τὸν βίον καὶ καθαρωτάτην τὴν πολιτείαν,4 ὁ μέν, τέλος ἐπιθεὶς τῇ εὐχῇ, πρὸς τὴν ξενίαν αὖθις ἀπῄει. Ὁ δὲ τοῦ βασιλέως υἱός, τὸν Ζαρδὰν προσκαλεσάμενος καὶ τὴν αὐτοῦ γυμνάζων διάθεσιν, ἔφη· Ἤκουσας ὁποῖά μοι ὁ σπερμολόγος οὗτος διαλέγεται, ἀπατῆσαί με ταῖς κεναῖς αὐτοῦ πιθανολογίαις πειρώμενος καὶ ἀποστερῆσαι τῆς τερπνῆς ταύτης εὐφροσύνης καὶ ἀπολαύσεως, καὶ ξένῳ λατρεῦσαι Θεῷ;

极尊贵的老人以这些道德训诫劝勉了国王的儿子之后,便回到了自己的住处。与此同时,年轻王子的仆从和导师们见他频繁出入宫殿,深感诧异。其中领头的一人名叫扎尔丹,是国王因其极其忠诚通达而安置在王子宫殿里的主管,他对国王的儿子说道: “我主,您完全知晓,我对您父王的敬畏有多深,对他的忠诚又有多大;因此他才吩咐我作为最忠信的仆人来侍奉您。然而如今,见这陌生人频繁与您交谈,我唯恐他属于基督徒的宗教——而您的父王对那宗教是极其敌视的;如此我便要被判定负有死罪。因此,要么将关于他的事告知国王,要么今后停止与他来往;若不然,请将我逐出您的面前,免得我受责备,并请向您的父王请求派别人到这里来。” 国王的儿子对他说: “扎尔丹哪,在一切之前,你且先做这件事:你坐在帷幕后面,听听他与我的谈论;然后我再告诉你该怎么做。” 当巴拉姆正要进到他那里时,他便把扎尔丹引到帷幕后面,并对老人说: “请将您神圣教导的要义向我概括复述,好使它更加牢固地植入我的心中。” 巴拉姆接着发言,讲了许多关于神以及对祂的虔敬之事,说明应当如何尽心、尽性、尽意单单爱祂,并怀着敬畏与渴慕遵守祂的诫命;又讲论祂是有形与无形万物的创造者。接着,他也使人记起最初之人的受造、赐予他的诫命与对这诫命的违背,以及创造者对那背叛所降下的定罪。随后,他按次序列举了因废弃诫命而使我们自己与之隔绝的诸般美善;又再次提到了在丧失那些福分之后凄惨地临到我们身上的诸多忧患。在此之上,他进而讲述了神的仁爱:造物主如何顾念我们的救恩,差遣宣告独生子道成肉身的先知与导师们;随后又讲述了祂的降临、取肉身为人、恩惠、神迹,以及为我们这班忘恩负义之人所受的苦难——十字架、长矛与甘愿的受死;最后,讲到我们的复兴、召回、向原初美善的归回;在此之后,又讲到为配得之人预备的天国,为恶人存留的折磨、不灭的火、不息的黑暗、不死的虫,以及罪恶的奴仆们为自己积蓄的一切其他刑罚。 他详尽论述了这些,并将言辞归结于道德训诲,讲论了许多关于生活洁净之事,谴责了现世之物的虚妄,揭露了依恋这些事物之人的悲惨,最后以祈祷结束。他为王子祈求,愿正统信仰的宣认在他心中坚定不移,其生命无可指摘,其德行至为纯洁。老人结束了祈祷,便再次回到了他的客旅之处。 而国王的儿子召来扎尔丹,试探他的心意,说道: “你听见这饶舌之人对我讲了些什么吗?他试图以空洞的巧辩欺骗我,剥夺我这令人愉悦的欢乐与享受,让我去事奉一个陌生的神!”

语法注4 条
  1. 21.179δέδοικα μή ποτε τῆς τῶν Χριστιανῶν εἴη θρησκείας

    在表担忧的动词 δέδοικα 所引导的 μή ποτε 从句中,εἴη 是表间接推测的祈愿语气。属格 τῆς ... θρησκείας 作表语属格(所属属格),意为“属于基督徒的宗教”。

  2. 21.180ἄλλον αἴτησαι τὸν πατέρα σου ἀγαγεῖν ἐνταῦθα

    αἴτησαι 为中动语气不定过去时第二人称单数命令式(“请求/要求”)。它以 τὸν πατέρα σου 为人称直接宾语,并带动词不定式 ἀγαγεῖν(其宾语为 ἄλλον),构成“请求你的父王派别人到这里来”的结构。

  3. 21.180ὧν ἀθετήσαντες τὴν ἐντολὴν ἑαυτοὺς ἀπεκλείσαμεν

    关系代词 ὧν 指向前文的先行词 τὰ ἀγαθά,作为动词 ἀπεκλείσαμεν(“把……隔绝于/排除于”)所要求的离格属格(分离属格)。分词 ἀθετήσαντες 表示原因或手段(“由于废弃了诫命”)。

  4. 21.181ἀπερίτρεπτον αὐτῷ ἐπευξάμενος καὶ ἀκλινῆ τὴν ὁμολογίαν τῆς ὀρθοδόξου πίστεως, ἀνεπίληπτόν τε τὸν βίον καὶ καθαρωτάτην τὴν πολιτείαν

    分词 ἐπευξάμενος(“为……祈求”)支配与格 αὐτῷ 以及三组平行的宾格短语。位于冠词之前的形容词(ἀπερίτρεπτον、ἀκλινῆ、ἀνεπίληπτον、καθαρωτάτην)处于表语位置,表示结果状态(双重宾格结构),即祈求其信仰的宣认坚定不移,生活与德行纯洁无瑕。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:21.178-21.181