← 大马士革的圣约翰

巴兰和约萨法特

§20.176-20.178

祈祷的要义与教导完结时的最后祝福

说话者劝勉对方当怀着宽恕、施舍与泪水献上祈祷,阐明热切的祈祷如何使灵魂超越情欲;在毫无保留地传达了神的全部诫命后,他宣告自己的教导职事已毕,并寄托祝福,勉励对方常存终极审判与永恒之念,活出全然圣洁的生命。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20.176

πάσης τε μνησικακίας καὶ μήνιδος σεαυτὸν μακρύνας, ἥτις πλέον πάντων τὰς ἡμετέρας εὐχὰς πρὸς Θεὸν ἀνάγεσθαι κωλύει, πᾶσί τε τοῖς ἡμαρτηκόσι σοι ἀπὸ καρδίας ἀφεὶς τὰ πλημμελήματα, καὶ ἐν ἐλεημοσύναις καὶ οἰκτιρμοῖς πενήτων τὴν εὐχὴν πτερώσας, προσάγαγε τῷ Θεῷ μετὰ θερμῶν δακρύων. οὕτως εὐχόμενος δυνήσῃ εἰπεῖν ὡς ὁ μακάριος Δαυΐδ· οὗτος γὰρ βασιλεὺς ὢν καὶ μυρίαις ἑλκόμενος φροντίσι, πάντων δὲ τῶν παθῶν τὴν ψυχὴν αὐτοῦ καθαρίσας, ἔλεγε πρὸς τὸν Θεόν· Ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, τὸν δὲ νόμον σου ἠγάπησα· ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης· ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου καὶ ἠγάπησεν αὐτὰ σφόδρα· ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε· κατὰ τὸ λόγιόν σου συνέτισόν με. Οὕτως βοῶντός σου ὁ Θεὸς ἐπακούσεται· ἔτι λαλοῦντός σου, ἐρεῖ· Ἰδοὺ πάρειμι. εἰ τοιαύτην οὖν κτήσῃ εὐχήν, μακάριος ἔσῃ· ἀμήχανον γὰρ ἄνθρωπον, μετὰ τοιαύτης προθυμίας εὐχόμενον καὶ παρακαλοῦντα τὸν Θεόν, μὴ καθ’ ἑκάστην προκόπτειν1 ἐν τῷ ἀγαθῷ καὶ πασῶν ὑπερίπτασθαι τῶν τοῦ ἐχθροῦ παγίδων. ὁ γὰρ διαθερμάνας αὐτοῦ τὴν διάνοιαν, καθάπερ τις τῶν ἁγίων ἔφησε, Καὶ τὴν ψυχὴν ἀναστήσας, καὶ πρὸς τὸν οὐρανὸν ἑαυτὸν μετοικίσας, καὶ οὕτω τὸν Δεσπότην τὸν ἑαυτοῦ καλέσας, καὶ τῶν ἰδίων ἁμαρτημάτων ἀναμνησθείς, καὶ περὶ τῆς συγχωρήσεως τούτων διαλεχθείς, καὶ δάκρυσι θερμοτάτοις δεηθεὶς ἵλεω γενέσθαι αὐτῷ τὸν φιλάνθρωπον, ἀπὸ τῆς ἐν τοῖς λόγοις καὶ διαλογισμοῖς τούτοις διατριβῆς πᾶσαν ἀποτίθεται βιωτικὴν φροντίδα2 καὶ τῶν ἀνθρωπίνων παθῶν ὑψηλότερος γίνεται, καὶ Θεῷ συνόμιλος ἀξιοῦται κληθῆναι· οὗπερ τί γένοιτ̓ ἂν μακαριώτερον ἢ ὑψηλότερον; ἀξιώσαι σε οὖν Κύριος τῆς τοιαύτης ἐπιτυχεῖν μακαριότητος. Ἰδοὺ γάρ σοι τὴν ὁδὸν ὑπέδειξα τῶν ἐντολῶν τοῦ Κυρίου, καὶ οὐδὲν ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαί σοι3 πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ. καὶ ἐγὼ μὲν ἤδη τὴν πρὸς σέ μου διακονίαν τετέλεκα· λοιπὸν αὐτὸς ἀναζωσάμενος τὴν ὀσφὺν τῆς διανοίας σου, κατὰ τὸν καλέσαντά σε ἅγιον, καὶ αὐτὸς ἅγιος ἐν πάσῃ ἀναστροφῇ γενοῦ· Ἅγιοι γὰρ γίνεσθε, διότι ἐγὼ ἅγιός εἰμι, λέγει Κύριος. γράφει δὲ καὶ ὁ κορυφαιότατος τῶν ἀποστόλων· Εἰ Πατέρα, φησίν, ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε, εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι, ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου, Χριστοῦ. Ταῦτα οὖν πάντα ἐν καρδίᾳ τιθέμενος, μέμνησο ἀδιαλείπτως, πρὸ ὀφθαλμῶν ἔχων ἀεὶ τὸν φόβον τοῦ Θεοῦ καὶ τὸ φρικῶδες αὐτοῦ κριτήριον, τὴν φαιδρότητά τε τῶν δικαίων ἣν μέλλουσιν ἐν ἐκείνῳ ἀπολαβεῖν τῷ αἰῶνι, καὶ τὴν κατήφειαν τῶν ἁμαρτωλῶν ἐν τῷ σκότει τῷ βαθυτάτῳ, τὴν ἀσθένειάν τε καὶ ματαιότητα τῶν παρόντων καὶ τὸ τῶν μελλόντων ἀτελεύτητον, ὅτι Πᾶσα σὰρξ χόρτος καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε, τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα. ταῦτα μελέτα διὰ παντός· καὶ ἡ εἰρήνη τοῦ Θεοῦ εἴη μετὰ σοῦ, φωτίζουσά σε καὶ συνετίζουσα καὶ εἰς τὴν ὁδὸν ἄγουσα τῆς σωτηρίας, καὶ πᾶν θέλημα πονηρὸν πόρρω διώκουσα τοῦ νοός σου, σφραγίζουσα δὲ τὴν ψυχήν σου τῷ τοῦ σταυροῦ σημείῳ, ἵνα μηδέν σοι πλησιάσῃ τῶν τοῦ πονηροῦ σκανδάλων, ἀλλ’ ἀξιωθῇς ἐν πάσῃ τελειότητι τῶν ἀρετῶν τῆς μελλούσης ἐπιτυχεῖν ἀτελευτήτου καὶ ἀδιαδόχου βασιλείας, καὶ τῷ φωτὶ περιλαμφθῆναι τῆς μακαρίας καὶ ζωαρχικῆς Τριάδος, τῆς ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι δοξαζομένης.

并当使自己远离一切怀怨与愤怒——这比一切更能阻碍我们的祈祷上达于神——且打从心底赦免所有得罪你之人的过犯,借着施舍与对穷乏人的怜悯为祈祷插上翅膀,带着滚烫的眼泪向神献上。如此祈祷,你便能如那有福的大卫一般言说;因为他虽贵为君王,且受万端忧虑所牵引,却已洁净自己的灵魂脱离一切情欲,向神说道:“我恨恶并憎嫌不义,却喜爱你的律法。我因你公义的典章,一天七次赞美你。我心里守了你的法度,这法度我甚喜爱。主啊,愿我的祈求达到你面前,照你的话赐我悟性。”你若如此呼求,神必倾听;你尚在说话,祂便必说:“看哪,我在这里。”因此,你若得着这样的祈祷,便是有福的;因为一个人若以如此热忱祈祷并祈求神,决不可能不日日在良善中长进,决不可能不飞越那仇敌的一切罗网。因为正如某位圣人所说,凡使自己的心智炽热、奋发自己的灵魂、将自己迁往天上,如此呼求自己的主、追忆自己的罪过、就罪之赦免与祂交谈,并以极热烈的眼泪祈求爱世人者施恩怜悯自己的人,借着沉浸于这些言辞与默想,便脱卸一切世俗的忧虑,变得高于人类的情欲,并蒙恩配得被称为神的对谈伴侣;还有什么能比这更有福、更高超呢?愿主因此使你配得获享这般的至福。看哪,我已经向你指明了主诫命的道路,并没有退缩不把神的全部旨意传给你。而我对于你的职事如今已然完成;今后,当束上你心思的腰,照着召你的圣者,在一切为人处世上也成为圣洁;因为主说:“你们要成为圣洁,因为我是圣洁的。”那最尊贵的使徒也如此写道:“你们既称那不偏待人、按各人行为审判的主为父,就当存敬畏的心度你们寄居的日子,因为知道你们得赎,脱去你们祖宗所传流虚妄的生活,不是凭着能坏的金银等物,乃是凭着基督的宝血,如同无瑕疵、无玷污的羔羊之血。”因此,将这一切都存记在心,不住地牢记,眼中常存对神的敬畏与祂那令人战栗的审判台,常存义人在来世将要领受的光辉,罪人在极深幽暗中的沮丧哀痛,现今之事的软弱与虚空,以及来世之事的永无止境,因为“凡有血气的尽都如草,人的一切荣耀都如草上的花;草必枯干,花必凋残,唯有主的道永远长存”。当终身默想这些事;愿神的平安与你同在,光照你,使你有悟性,引你走上拯救之路,驱逐一切恶念远离你的心智,用十字架的记号封印你的灵魂,好叫恶者的任何绊脚石都不得临近你,反使你配在美德的全然纯全中,得进那未来无尽且无更迭的国度,并沐浴在那在父、子与圣灵中得荣耀的至福且赋生之三位一体的光辉之中。

语法注3 条
  1. 20.176ἀμήχανον γὰρ ἄνθρωπον... μὴ καθ’ ἑκάστην προκόπτειν

    由非人称形容词 ἀμήχανον(不可能)后接带不定式短语的宾格主语 ἄνθρωπον 及不定式 προκόπτειν 构成的结构,不定式由 μή 否定。ἀμήχανον 的否定含义与 μή 构成双重否定,表示“这样的人不可能不日日长进”,即必定会长进的强烈肯定语气。

  2. 20.177ὁ γὰρ διαθερμάνας αὐτοῦ τὴν διάνοιαν... πᾶσαν ἀποτίθεται βιωτικὴν φροντίδα

    由冠词分词构成的长周期句。定冠词 ὁ 统领一系列并列的第一不定过去时主动及被动分词(διαθερμάνας, ἀναστήσας, μετοικίσας, καλέσας, ἀναμνησθείς, διαλεχθείς, δεηθείς)作为全句的复合主语(“凡使自己的心智炽热……之人”),在介词短语 ἀπὸ τῆς... διατριβῆς(借着沉浸于……)之后,最终落实到并列的主动词 ἀποτίθεται、γίνεται 与 ἀξιοῦται 上。

  3. 20.177οὐδὲν ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαί σοι

    动词 ὑποστέλλομαι(退缩、隐瞒、踌躇)后接带有否定词 μή 的属格定冠词不定式(τοῦ μὴ ἀναγγεῖλαι)。在表示阻碍、拒绝或退缩的动词之后,否定词 μή 属于“冗余否定”(redundant negative),用以呼应主句动词所含的否定语义,整体结构表达“我没有保留而不向你传讲”,而非双重否定构成肯定。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:20.176-20.178