← 大马士革的圣约翰

巴兰和约萨法特

§20.173-20.175

美德习惯的养成与借祈祷同神交通

借由一位操练者的亲身经历,论证了美德可成为不可动摇的习惯,并勉励蒙解救的信徒借着祈祷与观照使灵魂成为圣三位一体的殿宇,进阶至与神面对面的亲密交谈。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20.173

Ὅθεν μοι ταύτης ἐργάτης διηγήσατό τις, ὅτι Μετὰ τὸ προσλαβέσθαι με τὴν θείαν θεωρίαν ἐν ἕξει βεβαιοτάτῃ καὶ τῇ ταύτης μελέτῃ ποιωθῆναι τὴν ψυχήν, βουληθείς ποτε ἀπόπειραν αὐτῆς ποιήσασθαι, κατέσχον τὸν νοῦν μου, μὴ συγχωρήσας τῇ κατ’ ἔθος ἐπιβαλεῖν μελέτῃ· καὶ ἔγνων αὐτὸν ἀνιώμενον καὶ δυσφοροῦντα καὶ πρὸς αὐτὴν ἀσχέτῳ ἐπειγόμενον πόθῳ, μηδόλως δὲ πρὸς ἐναντίαν τινὰ ἐνθύμησιν ἀποκλῖναι ἰσχύοντα· ἡνίκα δὲ μικρὸν ἐνέδωκα τὰς ἡνίας, ὀξυδρόμως εὐθὺς ἀνέδραμε πρὸς τὴν ἑαυτοῦ ἐργασίαν, καθά φησιν ὁ Προφήτης· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς τὸν Θεόν, τὸν ἰσχυρόν, τὸν ζῶντα. ἀποδέδεικται οὖν ἐκ πάντων τούτων, ὡς ἐφ’ ἡμῖν ἐστιν ἡ κτῆσις τῆς ἀρετῆς, καὶ ἡμεῖς ταύτης κύριοι καθεστήκαμεν εἴτε θελήσομεν αὐτῆς ἀνθέξεσθαι, εἴτε τὴν ἁμαρτίαν προκρῖναι. οἱ μὲν οὖν δουλωθέντες τῇ κακίᾳ δυσαποσπάστως αὐτῆς ἔχουσι,1 καθὰ δὴ προλαβὼν εἶπον. Σὺ δὲ λοιπὸν ἐλευθερωθεὶς ταύτης διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν, καὶ τὸν Χριστὸν ἐνδεδυμένος τῇ τοῦ θείου Πνεύματος χάριτι, ὅλον σεαυτὸν μετάθες ἐπὶ τὸν Κύριον, καὶ μηδόλως ἔτι τοῖς πάθεσι θύραν ἀνοίξῃς· ἀλλὰ τῇ εὐωδίᾳ καὶ λαμπρότητι τῶν ἀρετῶν κοσμήσας σου τὴν ψυχήν, ναὸν αὐτὴν ποίησον τῆς ἁγίας Τριάδος, τῇ ταύτης θεωρίᾳ πάσας σου τὰς τοῦ νοὸς δυνάμεις ἀπασχολήσας. εἰ γὰρ βασιλεῖ τις ἐπιγείῳ συνδιάγων καὶ διαλεγόμενος μακαριστὸς πᾶσι δείκνυται, ὁ Θεῷ διαλέγεσθαι καὶ συνεῖναι τῷ νοῒ καταξιωθείς πόσης ἀπολαύσεται μακαριότητος; αὐτὸν οὖν ἐνοπτρίζου πάντοτε, καὶ αὐτῷ προσομίλει. πῶς δὲ προσομιλήσεις Θεῷ; τῇ διὰ προσευχῆς καὶ δεήσεως πρὸς αὐτὸν ἐγγύτητι. ὁ γὰρ πόθῳ θερμοτάτῳ καὶ καρδίᾳ κεκαθαρμένῃ προσευχόμενος, πάντων μὲν τῶν ὑλικῶν καὶ χαμαιζήλων μακρύνας τὸν νοῦν, ὡς ἐνώπιος δὲ ἐνωπίῳ παριστάμενος τῷ Θεῷ,2 φόβῳ τε καὶ τρόμῳ τὰς δεήσεις αὐτῷ προσάγων, ὁ τοιοῦτος ὁμιλεῖ αὐτῷ καὶ πρόσωπον πρὸς πρόσωπον αὐτῷ διαλέγεται. Πάρεστι γὰρ πανταχοῦ ὁ ἀγαθὸς ἡμῶν Δεσπότης ἐπακούων τῶν εἰλικρινῶς καὶ καθαρῶς προσερχομένων αὐτῷ, καθάπερ φησὶν ὁ Προφήτης· Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν. καὶ διὰ τοῦτο οἱ Πατέρες τὴν προσευχὴν ἕνωσιν ἀνθρώπου πρὸς Θεὸν ὁρίζονται, καὶ ἔργον ἀγγέλων ταύτην καλοῦσι, καὶ τῆς μελλούσης εὐφροσύνης προοίμιον. ἐπεὶ γὰρ βασιλείαν οὐρανῶν τὴν ἐγγύτητα καὶ θεωρίαν τῆς Ἁγίας Τριάδος πλέον πάντων τίθενται, πρὸς τοῦτο δὲ καὶ ἡ τῆς εὐχῆς προσεδρεία τὸν νοῦν χειραγωγεῖ, εἰκότως προοίμιον καὶ οἱονεὶ προεικόνισμα ἐκείνης τῆς μακαριότητος κέκληται αὕτη. οὐ πᾶσα δὲ εὐχὴ οὑτωσὶ καθέστηκεν, ἀλλ’ ἡ τῆς προσηγορίας ταύτης ὄντως ἀξία, ἡ Θεὸν ἔχουσα διδάσκαλον, τὸν διδόντα εὐχὴν τῷ εὐχομένῳ, ἡ πάντων τῶν ἐπὶ γῆς ὑπεραρθεῖσα καὶ τῷ Δεσπότῃ Θεῷ ἀμέσως ἐντυγχάνουσα. Ταύτην σεαυτῷ περιποιοῦ, καὶ εἰς ταύτην ἀγωνίζου τὴν προκοπήν· ἱκανὴ γὰρ ὑπάρχει ἐκ γῆς εἰς οὐρανοὺς ἀνυψῶσαί σε. οὐκ ἀπαρασκεύως δὲ καὶ ὡς ἔτυχε προκόψεις ἐν ταύτῃ· ἀλλά, πάντων τῶν παθῶν τὴν ψυχὴν προκαθάρας, καὶ πάσης πονηρᾶς ἐνθυμήσεως ταύτην ἀποσμήξας ὡς καθαρὸν καὶ νεόσμηκτον ἔσοπτρον,

因此,一位操练此德之人曾向我讲述道:“在我以极其稳固的习惯获得了属神的观照,且灵魂借着对此的修习而具备了其品质之后,有一次我欲对其加以检验,便遏制住自己的心智,不容它投入日常的修习;我察觉到它郁闷难安,以无可抑制的渴望向着观照奔赴,根本无力偏向任何相反的思念;而当我略微放松缰绳,它便立刻飞速奔回自己的工作,正如先知所说:‘如鹿切慕水泉,我的灵魂也如此切慕坚固、永活的神。’”由此可见,从这一切已证明,美德的获取乃在于我们自己,我们已成为其主宰,无论是愿意紧紧持守它,抑或更偏向罪恶。因此,那些沦为恶念奴仆的人,便如我先前所说,极难从中抽身拔除。 至于你,如今既蒙我们神的怜悯心肠从恶中得以释放,并借着圣灵的恩典穿上了基督,便当将整个自身全归于主,决不要再向诸般情欲敞开大门;反而当以美德的馨香与光辉装点你的灵魂,使它成为圣三位一体的殿宇,叫你心智的一切机能全神贯注于对祂的观照。因为,倘若有人能与地上的君王朝夕相处、亲切交谈,在众人眼中便显为有福,那么凡蒙恩配得在心智中与神交谈、与祂同在的人,又将享受何等巨大的福分呢?因此,当不住地定睛映照祂,并与祂亲密交谈。然而你当如何与神交谈呢?乃是借着祈祷与祈求亲近祂。因为凡怀着最炽热的渴望和洁净的心祈祷之人,使心智远离一切属物质和卑俗之物,如同面对面侍立在神面前,带着敬畏与战兢向祂献上祈求,这样的人便是在与祂相交,并且面对面地与祂对谈。 因为我们良善的主无所不在,俯听那些诚实而洁净地来到祂面前之人的声音,正如先知所说:“主的眼目看顾义人,祂的耳朵听他们的祈求。”正因如此,教父们将祈祷定义为“人与神的合一”,并称之为“天使的作为”,以及“未来欢愉的序曲”。因为他们将天国首先且完全视为对圣三位一体的亲近与观照,而专心祈祷正将心智引向此处,所以祈祷理所当然地被称为那至福的序曲,且可以说是其预表。然而并非一切祈祷皆是如此,唯有那真正配得上这称呼的祈祷——以赐祈祷给祈祷者的神为教师,超越地上一切事物,直接朝见主神的祈祷——才是如此。当为你自己获取这祈祷,并为这长进而奋战;因为它足以将你从地上提升至天上。然而你决不可能毫无准备且随意地在其中长进;倒要预先洁净灵魂脱离一切情欲,并将其从一切恶念中擦拭洁净,如同一面纯净而新磨亮的明镜,

语法注2 条
  1. 20.173δυσαποσπάστως αὐτῆς ἔχουσι

    动词 ἔχω 与副词 δυσαποσπάστως(难以脱离地)连用,支配表示分离或关系的属格代词 αὐτῆς(指代前文的 κακία),意为“处于极难从中抽身摆脱的状态”。

  2. 20.174ὡς ἐνώπιος δὲ ἐνωπίῳ παριστάμενος τῷ Θεῷ

    主格 ἐνώπιος 与与格 ἐνωπίῳ 并置,并与与格 τῷ Θεῷ 呼应,构成表示“与神面对面”的成语性表达,与紧随其后的 πρόσωπον πρὸς πρόσωπον(面对面)相互呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:20.173-20.175