← 大马士革的圣约翰

巴兰和约萨法特

§19.170-19.173

作为光明之子的行事与心灵美德的修持

巴尔拉姆劝诫王子当作光明之子行事,日日更新,从意念萌芽阶段根绝恶念,使美德在灵魂中扎根成习。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19.170

ζῶντι καὶ ἀληθινῷ, οὕτω δὴ καὶ ὡς υἱὸς φωτὸς περιπάτησον. ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ ἀγαθοσύνῃ, καὶ δικαιοσύνῃ, καὶ ἀληθείᾳ, καὶ τὸν ἐνδυθέντα σοι σήμερον νέον ἄνθρωπον1 μηκέτι τῇ προτέρᾳ καταφθείρῃς παλαιότητι· ἀλλ’ ἀνακαινίζου καθ’ ἑκάστην2 ἐν δικαιοσύνῃ, καὶ ὁσιότητι, καὶ ἀληθείᾳ· δυνατὸν γὰρ τοῦτο παντὶ τῷ βουλομένῳ, καθάπερ ἀκούεις ὅτι ἐξουσίαν δέδωκε τέκνα Θεοῦ γενέσθαι τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, ὥστε οὐκέτι δυνάμεθα λέγειν ὅτι ἀδύνατος ἡμῖν ἡ κτῆσις τῶν ἀρετῶν· εὔκολος γὰρ ἡ ὁδὸς καὶ ῥᾳδία. εἰ γὰρ καὶ στενή πως καὶ τεθλιμμένη κέκληται διὰ τὸν ὑπωπιασμὸν τοῦ σώματος, ἀλλ’ ὅμως ποθεινή ἐστι καὶ θεία διὰ τὴν ἐλπίδα τῶν μελλόντων ἀγαθῶν τοῖς μὴ ἀσόφως περιπατοῦσιν, ἀλλ’ ἀκριβῶς συνιοῦσι τί τὸ θέλημα τοῦ Θεοῦ, καὶ τὴν πανοπλίαν αὐτοῦ ἀμπεχομένοις εἰς παράταξιν τῶν μεθοδειῶν τοῦ ἀντικειμένου, καὶ ἐν προσευχῇ καὶ δεήσει εἰς αὐτὸ τοῦτο ἀγρυπνοῦσιν ἐν πάσῃ ὑπομονῇ καὶ ἐλπίδι. σὺ οὖν, καθὼς ἤκουσας παρ’ ἐμοῦ καὶ ἐδιδάχθης, καὶ βεβαίαν κατεβάλου κρηπῖδα, ἐν αὐτῇ περισσεύου, αὐξανόμενος καὶ προκόπτων, καὶ τὴν καλὴν στρατευόμενος στρατείαν, ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν δι’ ἔργων ἀγαθῶν μαρτυρουμένην, καὶ διώκων δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονήν, πραότητα, ἐπιλαβόμενος τῆς αἰωνίου ζωῆς εἰς ἣν ἐκλήθης. πᾶσαν δὲ ἡδονὴν καὶ ἐπιθυμίαν τῶν παθῶν μὴ μόνον τῇ κατὰ πρᾶξιν ἐνεργείᾳ μακρύνῃς ἀπὸ σοῦ, ἀλλὰ καὶ ταῖς κατ’ ἔννοιαν ἐνθυμήσεσιν, ὡς ἂν ἀμόλυντόν σου τὴν ψυχὴν τῷ Θεῷ ὑποδείξῃς. οὐ μόνον γὰρ αἱ πράξεις, ἀλλὰ καὶ αἱ ἐνθυμήσεις ἡμῶν, ἀνάγραπτοι οὖσαι, στεφάνων ἢ τιμωριῶν πρόξενοι γίνονται· ταῖς καθαραῖς δὲ καρδίαις ἐνοικεῖν τὸν Χριστὸν ἅμα Πατρὶ καὶ Ἁγίῳ Πνεύματι ἐπιστάμεθα. ὡς δ’ αὖ πάλιν καπνὸς μελίσσας, οὕτω τοὺς πονηροὺς λογισμοὺς ἐκδιώκειν ἡμῶν τὴν τοῦ θείου Πνεύματος χάριν μεμαθήκαμεν. διὸ ἐπιμελῶς πρὸς τοῦτο ἔχων πάντα διαλογισμὸν ἐμπαθείας ἀπαλείψας τῆς ψυχῆς, τὰς ἀρίστας ἐμφύτευσον ἐννοίας, ναὸν σεαυτὸν ποιῶν τοῦ Ἁγίου Πνεύματος. ἐκ τῶν διαλογισμῶν γὰρ καὶ πρὸς τὰς κατ’ ἐνέργειαν πράξεις ἐρχόμεθα· καὶ πᾶν ἔργον, ἀπὸ ἐννοίας καὶ ἐνθυμήσεως προκόπτον, μικρᾶς ἐπιλαμβάνεται ἀρχῆς, εἶτα ταῖς κατὰ μικρὸν αὐξήσεσιν εἰς μεγάλα καταλήγει. Διὰ τοῦτο μηδὲ ὅλως σου κυριεῦσαι συνήθειαν ἐάσῃς κακήν, ἀλλὰ νεαρᾶς ἔτι οὔσης, ἔξελέ σου τῆς καρδίας τὴν πονηρὰν ῥίζαν, ἵνα μή, ἐμφυεῖσα καὶ ἐν τῷ βάθει τὰς ῥίζας ἐμπήξασα, χρόνου καὶ κόπου δεηθῇ τοῦ ἐκριζωθῆναι. διὰ τοῦτο γὰρ ἀεὶ τὰ μείζονα τῶν ἁμαρτημάτων ἐπεισέρχεται ἡμῖν καὶ καταδυναστεύει τῶν ἡμετέρων ψυχῶν, ὅτι τὰ ἐλάττονα δοκοῦντα εἶναι, οἷον ἐνθυμήσεις πονηραί, λόγοι ἀπρεπεῖς, ὁμιλίαι κακαί, τῆς προσηκούσης οὐ τυγχάνει διορθώσεως. ὥσπερ γὰρ ἐν τοῖς σώμασιν οἱ μικρῶν καταφρονήσαντες τραυμάτων σηπεδόνας πολλάκις καὶ θάνατον ἑαυτοῖς προεξένησαν, οὕτω καὶ τῶν ψυχῶν, οἱ τῶν μικρῶν ὑπερορῶντες3 παθῶν καὶ ἁμαρτημάτων, τὰ μείζονα ἐπεισάγουσι· καθ’ ὅσον δὲ τὰ μείζονα ἐπεισέρχεται αὐτοῖς, ἐν ἕξει γινομένη ἡ ψυχὴ καταφρονεῖ. Ἀσεβὴς γάρ, φησίν, ἐλθὼν εἰς βάθος κακῶν καταφρονεῖ, καὶ λοιπὸν ὥσπερ ὗς ἐγκυλινδούμενος βορβόρῳ ἥδεται, οὕτω καὶ ἡ ψυχὴ ἐκείνη, ταῖς κακαῖς συνηθείαις καταχωσθεῖσα, οὐδὲ αἴσθησιν λαμβάνει τῆς τῶν ἁμαρτημάτων δυσωδίας, ἀλλὰ τέρπεται μᾶλλον αὐταῖς καὶ ἐνηδύνεται, ὡς ἀγαθοῦ τινος τῆς κακίας ἀντεχομένη· κἂν ὀψὲ δή ποτε ἀνανεύουσα εἰς αἴσθησιν ἔλθῃ, κόπῳ πολλῷ καὶ ἱδρῶτι ἐλευθεροῦται, οἷς ἐθελοντὶ κατεδούλευσεν ἑαυτὴν4 τῇ πονηρᾷ συνηθείᾳ. Διὰ τοῦτο πάσῃ δυνάμει μάκρυνον ἑαυτὸν ἀπὸ πάσης ἐννοίας καὶ ἐνθυμήσεως πονηρᾶς καὶ πάσης ἐμπαθοῦς συνηθείας· μᾶλλον δὲ ταῖς ἀρεταῖς ἔθιζε ἑαυτὸν καὶ ἐν ἕξει τῆς τούτων γενοῦ ἐργασίας. εἰ γὰρ μικρὸν κοπιάσεις ἐν αὐτοῖς καὶ ἐν ἕξει γενέσθαι ἰσχύσεις, ἀκόπως λοιπὸν τῇ τοῦ Θεοῦ συνεργείᾳ προκόψεις. ἡ γὰρ ἕξις τῆς ἀρετῆς τῇ ψυχῇ ποιωθεῖσα, ὡς ἅτε φυσικὴν συγγένειαν πρὸς αὐτὴν ἔχουσα καὶ τὸν Θεὸν συνεργὸν κεκτημένη, δυσμετάβλητος γίνεται καὶ λίαν ἀσφαλεστάτη, καθὼς ὁρᾷς ὅτι ἡ ἀνδρεία καὶ φρόνησις, σωφροσύνη τε καὶ δικαιοσύνη δυσμετάβληταί εἰσιν, ἕξεις οὖσαι τῆς ψυχῆς καὶ ποιότητες καὶ ἐνέργειαι διὰ βάθους κεχωρηκυῖαι. εἰ γὰρ τὰ πάθη τῆς κακίας, οὐ φυσικὰ ἡμῖν ὄντα, ἀλλ’ ἔξωθεν ἐπεισελθόντα, ἡνίκα ἐν ἕξει γένωνται, δυσμετάβλητά εἰσι, πόσῳ μᾶλλον ἡ ἀρετή, καὶ φυσικῶς ἡμῖν ἐμφυτευθεῖσα ὑπὸ τοῦ Δημιουργοῦ καὶ αὐτὸν ἐπίκουρον ἔχουσα, εἰ, μικρὸν ἀγωνισαμένων ἡμῶν, ἐν ἕξει ῥιζωθῇ τῇ ψυχῇ, δυσμετάβλητος ἔσται;

既然你已经归向了又真又活的神,便当如光明之子般行事为人。因为圣灵的果子存在于一切良善、公义与真理之中;切莫再以先前的陈旧,败坏你今日所穿上的新人;倒要日复一日在公义、圣洁与真理中更新。因为凡愿意的人都能做到这一点,正如你所听见的,祂赐给信祂名的人权柄作神的儿女,以致我们再也不能说获取美德对我们而言是不可能的;因为这条道路是坦途且容易的。即便因着克制肉体,这条路在某种程度上被称为狭窄且艰难的,然而对于那些不盲目行走、而是准确明白神的旨意为何、披戴神的军装以迎战仇敌诡计、并为此在祈祷与祈求中带着诸般忍耐与盼望时刻警醒的人而言,因着对未来美善的盼望,它仍是令人渴慕且属神的。所以,正如你从我这里听见并受教的那样,且立定了稳固的根基,你便当在这根基上充充足足,不断成长进深,打那美好的仗,持守信心以及由善行见证的无亏良心,并追求公义、敬虔、信心、爱心、忍耐、温柔,持定你所蒙召得着的永生。你不仅应当在具体的行为实践中使情欲的一切快乐与渴望远离自己,也要在内心的思虑考量中使其远离,以便将你的灵魂毫无玷污地呈献给神。因为不仅是我们的行为,连我们的心思意念也被一一记录,成为获赐冠冕或遭受惩罚的缘由;而我们知道,基督同父与圣灵,乃是居住在纯洁的心中。又如烟熏驱散蜜蜂一般,我们晓得恶念也会从我们身上赶逐圣灵的恩典。因此,对此当加倍留心,从灵魂中抹去一切受情欲驱使的计谋,栽种最优良的意念,使自己成为圣灵的殿宇。因为我们正是由心思意念进而走向实际的行为;凡事出于心意与思量,始于微末之端,继而借着逐渐增长终成巨变。因此,丝毫不要让恶习辖制你,趁其尚属幼嫩,便将这恶根从你心中拔除,免得它滋生并将根扎入深处,以致拔除时需要旷日持久的劳苦。因为正是由于那些看似微不足道之事——诸如恶念、不合体统的言语、败坏的交谈——未能得到应有的矫正,更大的罪恶才屡屡侵入并压制我们的灵魂。正如在肉体上轻视小伤口的人往往自招溃烂与死亡,在灵魂上忽视微小情欲与罪过的人,也同样招致更大的罪恶;而随着更大的罪恶侵入,灵魂一旦成为习惯便会轻慢放肆。经上说:“恶人到了罪恶深处,便行轻慢”;此后,正如猪在泥淖中打滚自得其乐,那被恶习埋葬的灵魂甚至觉察不到罪恶的恶臭,反而以此为乐、耽溺其中,将罪恶当作某种善事般紧抓不放;即便它历经长久终于抬头苏醒并恢复知觉,也必须付出极大的劳苦与汗水,才能脱离那它自愿借恶习将自己屈从的奴役。因此,你务当竭尽全力使自己远离一切恶念、恶思与一切染于情欲的习气;更要使自己习惯于美德,并在美德的操练中养成稳固的习惯。因为你若在其中稍作劳苦并得以形成习惯,此后借着神的协助,你便可毫不费力地长进。因为美德的习惯一旦赋予灵魂以品质,由于与灵魂本有自然的亲缘关系并以神为协作者,便会变得难以动摇且极度稳固;正如你所见,勇敢与明智、节制与公义皆是难以动摇的,因它们是深入内里的灵魂习惯、品质与机能。因为,倘若本不属于我们天性、而是由外侵入的邪恶情欲在形成习惯时尚且难以动摇,那么由造物主本然地植入我们心中、且有祂亲自作为助佑的美德,若是借着我们短暂的奋战而在灵魂中扎根成习,岂不更为不可动摇吗?

语法注4 条
  1. 19.170τὸν ἐνδυθέντα σοι σήμερον νέον ἄνθρωπον

    分词 ἐνδυθέντα 在形态上为被动式,与格 σοι 表施事或关涉(“今日加于你身的新人”或“你今日所穿上的新人”),整体在句中作后文禁止虚拟语气 καταφθείρῃς 的直接宾语。

  2. 19.170καθ’ ἑκάστην

    省略了 ἡμέραν 的惯用成语,意为“每日”或“日复一日”,作状语修饰现在被动祈使动词 ἀνακαινίζου(“当被更新”)。

  3. 19.172οὕτω καὶ τῶν ψυχῶν, οἱ τῶν μικρῶν ὑπερορῶντες

    与前文的介词短语 ἐν τοῖς σώμασιν(“在肉体上”)形成对应。属格 τῶν ψυχῶν 为表示领域或范畴的关涉属格(“在灵魂之事上亦然”),置于句首提示论述范围,统领随后的实质分词主语 οἱ τῶν μικρῶν ὑπερορῶντες。

  4. 19.172οἷς ἐθελοντὶ κατεδούλευσεν ἑαυτὴν

    关系代词 οἷς 为中性复数与格,受动词 κατεδούλευσεν(“使自己屈从于……”)支配,其先行词指代上下文所涉及的具体罪行或恶习的内容,与前面表分离意义的 ἐλευθεροῦται 形成呼应(“从其自愿奴役于的那些事物中获得解脱”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:19.170-19.173