← 大马士革的圣约翰

巴兰和约萨法特

§2.8-2.10

总督出家被捕与面对阿本内尔的答辩

在印度的迫害之中,阿本内尔国王麾下的一位首席总督抛弃尊位出家为僧,随后被捕押至国王法庭;面对国王的斥责,他从容应对,要求国王在对谈前先驱逐内心的仇敌——愤怒与欲望。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.8

Τῆς τοιαύτης οὖν σκοτομήνης τὴν τῶν Ἰνδῶν καταλαβούσης, καὶ τῶν μὲν πιστῶν πάντοθεν ἐλαυνομένων, τῶν δὲ τῆς ἀσεβείας ὑπασπιστῶν κρατυνομένων, αἵμασί τε καὶ κνίσαις τῶν θυσιῶν καὶ αὐτοῦ δὴ τοῦ ἀέρος μολυνομένου, εἷς τῶν τοῦ βασιλέως, ἀρχισατράπης τὴν ἀξίαν, ψυχῆς παραστήματι, μεγέθει τε καὶ κάλλει, καὶ πᾶσιν ἄλλοις, οἷς ὥρα σώματος καὶ γενναιότης ψυχῆς ἀνδρείας χαρακτηρίζεσθαι πέφυκε, τῶν ἄλλων ἐτύγχανε διαφέρων. τὸ ἀσεβὲς οὖν ἐκεῖνο πρόσταγμα ἀκούσας οὗτος, χαίρειν εἰπὼν τῇ ματαίᾳ ταύτῃ καὶ κάτω συρομένῃ δόξῃ τε καὶ τρυφῇ,1 ταῖς τῶν μοναχῶν λογάσιν ἑαυτὸν ἐγκατέμιξεν, ὑπερόριος γενόμενος ἐν ἐρήμοις τόποις, νηστείαις τε καὶ ἀγρυπνίαις καὶ τῇ τῶν θείων λογίων ἐπιμελεῖ μελέτῃ τὰς αἰσθήσεις ἄριστα ἐκκαθάρας, καὶ τὴν ψυχήν, πάσης ἀπαλλάξας ἐμπαθοῦς σχέσεως, τῷ τῆς ἀπαθείας φωτὶ κατελάμπρυνεν.

当这样无月的黑暗笼罩了印度人的土地,信徒从四面八方遭受驱逐,而不敬虔的卫护者势力日炽,连空气本身都被祭祀的鲜血与脂膏烟气所玷污之际,在国王的手下有一人,按官阶为首席总督,他在灵魂的轩昂、躯体的魁伟与英挺,以及一切使肉体的俊美与勇武灵魂的尊贵得以自然彰显的品质上,均远超他人。此人一听闻那道不敬虔的敕令,便向这虚妄而沉沦下坠的荣华与享乐告别,使自己混入修士的精选行列之中。他流亡于旷野之地,借着禁食、彻夜祈祷以及对神圣言语的勤勉默想,极好地洁净了自己的感官,并使灵魂摆脱一切耽于情欲的依恋,用无激情的纯净之光照亮了它。

§2.9

ὁ δὲ βασιλεύς, πάνυ τοῦτον φιλῶν καὶ διὰ τιμῆς ἄγων, ὡς ἤκουσε ταῦτα, ἤλγησε μὲν τὴν ψυχὴν ἐπὶ τῇ τοῦ φίλου στερήσει, ἐξεκαύθη δὲ πλέον τῇ κατὰ τῶν μοναζόντων ὀργῇ. καὶ δὴ κατὰ ζήτησιν αὐτοῦ πανταχοῦ ἀποστείλας, καὶ πάντα λίθον κινήσας, τὸ τοῦ λόγου, ὥστε τοῦτον ἐφευρεῖν, μετὰ οὖν χρόνον ἱκανὸν οἱ εἰς ἐπιζήτησιν αὐτοῦ πεμφθέντες, ὡς ἤσθοντο ἐν ἐρήμοις αὐτὸν τὰς οἰκήσεις ἔχοντα, διερευνήσαντες καὶ συλλαβόμενοι, τῷ τοῦ βασιλέως παρέστησαν βήματι.2 ἰδὼν δὲ αὐτὸν ἐν οὕτω πενιχρᾷ καὶ τραχυτάτῃ ἐσθῆτι τὸν λαμπροῖς ποτε ἱματίοις ἠμφιεσμένον, καὶ τὸν πολλῇ συζῶντα τρυφῇ τεταριχευμένον τῇ σκληρᾷ τῆς ἀσκήσεως ἀγωγῇ, καὶ τοῦ ἐρημικοῦ βίου ἐναργῶς περικείμενον τὰ γνωρίσματα, λύπης ὁμοῦ καὶ ὀργῆς ἐπεπλήρωτο, καί, ἐξ ἀμφοῖν τὸν λόγον κεράσας, ἔφη πρὸς αὐτόν· Ὦ ἀνόητε καὶ φρενοβλαβές, τίνος χάριν ἀντηλλάξω τῆς τιμῆς αἰσχύνην, καὶ τῆς λαμπρᾶς δόξης τὴν ἀσχήμονα ταύτην ἰδέαν; ὁ πρόεδρος τῆς ἐμῆς βασιλείας καὶ ἀρχιστράτηγος τῆς ἐμῆς δυναστείας, παίγνιον μειρακίων σεαυτὸν καταστήσας, οὐ μόνον τῆς ἡμετέρας φιλίας καὶ παρρησίας μακρὰν λήθην πεποιηκώς, ἀλλὰ καὶ αὐτῆς κατεξαναστὰς τῆς φύσεως, καὶ μηδὲ τῶν ἰδίων τέκνων οἶκτον λαβών, πλοῦτόν τε καὶ πᾶσαν τὴν τοῦ βίου περιφάνειαν εἰς οὐδὲν λογισάμενος, τὴν τοσαύτην ἀδοξίαν τῆς περιβλέπτου προέκρινας δόξης, ἵνα τί σοι γένηται;3 καὶ τί ἐντεῦθεν κερδήσεις, ὅτι πάντων θεῶν τε καὶ ἀνθρώπων τὸν λεγόμενον προτετίμηκας Ἰησοῦν, καὶ τὴν σκληρὰν ταύτην καὶ δυσείμονα ἀγωγὴν τῶν ἡδέων καὶ ἀπολαυστικῶν τοῦ γλυκυτάτου βίου; Τούτων ἀκούσας ὁ τοῦ Θεοῦ ἄνθρωπος ἐκεῖνος, χαριέντως ἅμα καὶ ὁμαλῶς ἀπεκρίνατο· Εἰ λόγον πρός με συνᾶραι θέλεις,4 ὦ βασιλεῦ, τοὺς ἐχθρούς σου ἐκ μέσου τοῦ δικαστηρίου ποίησον, καὶ τηνικαῦτα ἀποκρινοῦμαί σοι περὶ ὧν ἂν ζητήσῃς μαθεῖν· ἐκείνων γὰρ συμπαρόντων σοι, οὐδεὶς ἐμοὶ πρός σε λόγος. ἐκτὸς δὲ λόγου τιμώρει, σφάττε, ποίει ὃ θέλεις· ἐμοὶ γὰρ ὁ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ, φησὶν ὁ θεῖος καὶ ἐμὸς διδάσκαλος. τοῦ δὲ βασιλέως εἰπόντος, Καὶ τίνες οἱ ἐχθροὶ οὗτοι, οὓς ἐκ μέσου ποιῆσαί με προστάσσεις; φησὶν ὁ θεῖος ἀνήρ· Ὁ θυμὸς καὶ ἡ ἐπιθυμία· ταῦτα γὰρ ἐξ ἀρχῆς μὲν συνεργοὶ τῆς φύσεως ὑπὸ τοῦ δημιουργοῦ παρήχθησαν, καὶ νῦν ὡσαύτως ἔχουσι τοῖς μὴ κατὰ σάρκα πολιτευομένοις, ἀλλὰ κατὰ πνεῦμα· ἐν ὑμῖν δέ, οἵτινες τὸ ὅλον ἐστὲ σάρκες, μηδὲν ἔχοντες τοῦ πνεύματος, ἀντίδικοι γεγόνασι, καὶ τὰ τῶν ἐχθρῶν καὶ πολεμίων διαπράττονται. ἡ γὰρ ἐπιθυμία ἐν ὑμῖν, ἐνεργουμένη μέν,

然而国王十分爱重此人,将他视为尊贵,一听闻这些事,心中固然因失去友人而痛苦万分,对隐修之人的怒火却更加炽烈地燃烧起来。于是国王向四处派出人手搜寻他,如俗语所说不遗余力、翻转了每一块石头以求寻得他;经过相当长的一段时日,那些被派去搜寻他的人察觉他在旷野之中安歇安居,经搜查并捕获了他,将他带到国王的法庭座前。国王见他身着如此贫寒粗劣的衣衫——他曾几何时身披华服——见这曾生活于极度奢华之中的人因严酷的修道操练而形容枯槁,身上清晰地显露着隐修生活的标志,便同时充满了悲伤与怒火,将这二者调和在言辞之中,对他说:“你这愚昧而丧失心智的人啊,究竟是为了什么,你竟以尊荣换取了耻辱,以辉煌的名声换取了这丑陋的形相?你曾是我国度的首席长官、我王权的最高统帅,如今却使自己沦为顽童的笑柄,不仅将我们的友谊与无话不谈的交情全然遗忘,甚至起而抗拒自然天性,连自己的骨肉子女也毫不怜惜,将财富与人生的一切显赫荣耀视如敝屣。你宁取如此的不齿而舍弃那受人景仰的尊荣,究竟想得到什么结果?你将那所谓的耶稣置于诸神与众人之上,将这严酷而褴褛的生活方式置于最甜美生命的一切愉悦与享受之上,又能从中获得什么?”那属神的人听闻这些话,举止文雅而平和地回答道:“国王啊,若你愿与我评理对质,就请将你的仇敌从法庭中央驱逐出去,届时无论你想要了解什么,我都将回答你;因为只要他们与你同在,我便对你无话可说。若不讲理,你尽可惩罚我,屠戮我,随你所欲而行;因为对我而言,世界已经钉在十字架上,我也对世界钉在十字架上,正如我神圣的导师所言。”国王说道:“你命我驱逐的这些仇敌究竟是谁?”那神圣的人答道:“乃是愤怒与欲望;因为它们在起初本是作为本性的帮手由造物主所造,如今对于那些不行在肉体中、而行在圣灵中的人来说亦是如此;但在你们这些全然属于肉体、毫无圣灵之人当中,它们已成为仇敌,并施行着仇敌与对头之事。因为欲望在你们里面,一旦发动起来——

语法注4 条
  1. 2.8χαίρειν εἰπὼν τῇ ματαίᾳ ταύτῃ καὶ κάτω συρομένῃ δόξῃ τε καὶ τρυφῇ

    χαίρειν λέγω(或 εἶπον)接与格是由问候语(“向……问安/道别”)引申出的习语,意为“向……道别”或“摒弃、抛下”。在此处指他主动放弃尘世的荣华与享乐。

  2. 2.9καὶ δὴ κατὰ ζήτησιν αὐτοῦ πανταχοῦ ἀποστείλας, καὶ πάντα λίθον κινήσας, τὸ τοῦ λόγου, ὥστε τοῦτον ἐφευρεῖν, μετὰ οὖν χρόνον ἱκανὸν οἱ εἰς ἐπιζήτησιν αὐτοῦ πεμφθέντες, ὡς ἤσθοντο ἐν ἐρήμοις αὐτὸν τὰς οἰκήσεις ἔχοντα, διερευνήσαντες καὶ συλλαβόμενοι, τῷ τοῦ βασιλέως παρέστησαν βήματι.

    句首的主格分词 ἀποστείλας 与 κινήσας 在逻辑上的主语是国王,但随后主句的主语转换为了搜捕人员(οἱ ... πεμφθέντες),并支配主动词 παρέστησαν,构成了破格句(anacoluthon)。插入语 τὸ τοῦ λόγου 是意为“正如俗语所说”的习语,修饰前面的成语 πάντα λίθον κινήσας(“翻转每一块石头”,即千方百计)。

  3. 2.10ἵνα τί σοι γένηται;

    ἵνα τί ... γένηται(“为了使什么发生?”,省略式习语 ἵνα τί“究竟为了什么?”即源于此)是一种习语疑问表达,在此处与接下来的疑问句呼应,用以质问舍弃尊位而自取耻辱的荒谬举动。

  4. 2.10Εἰ λόγον πρός με συνᾶραι θέλεις

    习语 συναιρέω λόγον 本义为“结清账目”,但在此处与 πρός τινα 连用,引申为司法或论辩层面的比喻用法,意为“与某人评理对质/进行理性论辩”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:2.8-2.10