- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:2.11-2.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
国王同意驱逐愤怒与欲望而代之以明智与正义,并询问隐士弃世修道之由。隐士述及少时得闻教诲其明辨实存与虚妄的救赎之言,以及蒙受神恩脱离罪的锁链追随上帝、为免于同陷灭亡而与国王决裂的始末。
ἡδονὴν ἐγείρει, καταργουμένη δέ, θυμόν. ἀπέστω οὖν ταῦτα σήμερον ἀπὸ σοῦ, προκαθεζέσθωσαν δὲ εἰς ἀκρόασιν τῶν λεγομένων καὶ κρίσιν ἡ φρόνησις καὶ ἡ δικαιοσύνη. εἰ γὰρ τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν ἐκ μέσου ποιήσεις, ἀντεισάξεις δὲ τὴν φρόνησιν καὶ τὴν δικαιοσύνην, φιλαλήθως πάντα λέξω σοι. πρὸς ταῦτα ὁ βασιλεὺς ἔφη· Ἰδού, εἴξας σου τῇ ἀξιώσει, ἐκβαλῶ τοῦ συνεδρίου τήν τε ἐπιθυμίαν καὶ τὸν θυμόν, μεσάζειν δὲ τὴν φρόνησιν καὶ τὴν δικαιοσύνην ποιήσω. λέγε μοι λοιπὸν ἀδεῶς πόθεν σοι ἡ τοσαύτη ἐγένετο πλάνη, καὶ τὸ προτιμᾶν τὰ ἐν κεναῖς ἐλπίσι τῶν ἐν χερσὶ βλεπομένων. Ἀποκριθεὶς δὲ ὁ ἐρημίτης εἶπεν· Εἰ τὴν ἀρχὴν ζητεῖς, ὦ βασιλεῦ, πόθεν μοι γέγονε τῶν προσκαίρων μὲν ὑπεριδεῖν, ὅλον δὲ ἐμαυτὸν ταῖς αἰωνίοις ἐπιδοῦναι ἐλπίσιν, ἄκουσον. ἐν ἡμέραις ἀρχαίαις, ἔτι κομιδῇ νέος ὑπάρχων, ἤκουσά τι ῥῆμα ἀγαθὸν καὶ σωτήριον, καί με κατ’ ἄκρας ἡ τούτου δύναμις εἷλε, καί, ὥσπερ τις θεῖος σπόρος, ἡ τούτου μνήμη, τῇ ἐμῇ φυτευθεῖσα καρδίᾳ, ἀχώριστος εἰς ἀεὶ διετηρήθη ὡς καὶ ῥιζωθῆναι, καὶ ἐκβλαστῆσαι, καὶ ὃν ὁρᾷς καρπὸν ἐνεγκεῖν ἐν ἐμοί. ἡ δὲ τοῦ ῥήματος δύναμις τοιαύτη τις ἦν· Ἔδοξε, φησί, τοῖς ἀνοήτοις τῶν ὄντων μὲν καταφρονεῖν ὡς μὴ ὄντων, τῶν μὴ ὄντων δὲ ὡς ὄντων ἀντέχεσθαί τε καὶ περιέχεσθαι·1 ὁ μὴ γευσάμενος οὖν τῆς τῶν ὄντων γλυκύτητος, οὐ δυνήσεται τῶν μὴ ὄντων καταμαθεῖν τὴν φύσιν· μὴ καταμαθὼν δέ, πῶς αὐτῶν ὑπερόψεται; ὄντα μὲν οὖν ἐκάλεσεν ὁ λόγος τὰ αἰώνια καὶ μὴ σαλευόμενα μὴ ὄντα δὲ τὸν ἐνταῦθα βίον καὶ τὴν τρυφὴν καὶ τὴν ψευδομένην εὐημερίαν· οἷς, ὦ βασιλεῦ, κακῶς φεῦ, ἡ σὴ προσήλωται καρδία.
它便激起享乐;一旦受阻,便激起愤怒。因此,愿这二者今日远离你,并让明智与正义预先就座,以倾听并审断所言之事。因为你若将愤怒与欲望置于法庭之外,换引入明智与正义,我必将本着对真理的热爱向你陈述一切。”国王对此说道:“看哪,顺从你的请求,我将把欲望和愤怒逐出议席,而让明智与正义居中秉公审理。现在你可以无所畏惧地告诉我,你究竟因何陷入了这般巨大的迷妄,宁取空洞希望中的事物,而不顾手中可见的事物。”隐士回答说:“国王啊,你若寻求知晓我究竟由何肇始而轻视短暂之物、将自己完全奉献给永恒的希望,且请倾听。在古昔之日,当我尚十分年轻之时,我曾听闻一句良善而救赎之言,其力量完全俘获了我;犹如一颗神圣的种子,其记忆植根于我心,永不可分地长存,以至生根、发芽,并在我里面结出你如今所见的果实。那言语的力量乃是如此:‘愚昧之人,’它说,‘执意将存在之物视同虚无而加以轻蔑,却对本不存在之物执着依恋、视若实有。因此,那未曾尝过实存之物甘美的人,断不能洞察虚无之物的本性;而若不能洞察,他又怎能轻视它们呢?’言下之意,这番话将永恒而不动摇的事物称为‘存在之物’,而将此世的生活、享乐与虚假的荣景称为‘非存在之物’——国王啊,唉,可悲的是,你的心正被钉在这些虚浮之事上。
κἀγὼ δέ ποτε τούτων ἀντειχόμην· ἀλλ’ ἡ τοῦ ῥήματος δύναμις, νύττουσά μου τὴν ψυχὴν ἀδιαλείπτως, ἐξήγειρε τὸν ἡγεμόνα νοῦν εἰς ἐκλογὴν τοῦ κρείττονος· ὁ δὲ νόμος τῆς ἁμαρτίας, ἀντιστρατευόμενος τῷ νόμῳ τοῦ νοός μου, καὶ ὥς τισι σιδηροπέδαις δεσμῶν με, τῇ προσπαθείᾳ τῶν παρόντων αἰχμάλωτον κατεῖχεν. Ὅτε δὲ εὐδόκησεν ἡ χρηστότης καὶ ἀγαθοσύνη τοῦ Σωτῆρος ἡμῶν Θεοῦ ἐξελέσθαι με τῆς χαλεπῆς ἐκείνης αἰχμαλωσίας, ἐνίσχυσέ μου τὸν νοῦν περιγενέσθαι τοῦ νόμου τῆς ἁμαρτίας, καὶ διήνοιξέ μου τοὺς ὀφθαλμοὺς διακρίνειν τὸ φαῦλον ἀπὸ τοῦ κρείττονος. τότε δή, τότε κατενόησα καὶ εἶδον, καὶ ἰδοὺ πάντα τὰ παρόντα ματαιότης καὶ προαίρεσις πνεύματος, καθά που καὶ Σολομῶν ὁ σοφώτατος ἐν τοῖς αὐτοῦ ἔφη συγγράμμασι· τότε περιῃρέθη τῆς καρδίας μου τὸ κάλυμμα τῆς ἁμαρτίας, καὶ ἡ ἐκ σωματικῆς παχύτητος ἐπικειμένη τῇ ψυχῇ μου ἀμαύρωσις διεσκεδάσθη, καὶ ἔγνων εἰς ὃ γέγονα καὶ ὅτι δεῖ με πρὸς τὸν δημιουργὸν ἀναβῆναι, διὰ τῆς τῶν ἐντολῶν ἐργασίας.
曾经我也执着于这些;然而那言语的力量不断刺痛我的灵魂,唤醒那统摄一切的心思去选择更善之事。但那罪的律反抗我心思中的律,如同用铁镣将我束缚,藉着对眼前事物的眷恋将我囚禁。然而,当我们救主上帝的慈爱与良善乐意将我从那严酷的囚禁中拯救出来之时,祂坚固了我的心智以胜过罪的律,并开启了我的双眼去分辨卑劣与更善之事。就在那时,正是那时,我洞察并看见了:看哪,眼前的一切尽是虚空,都是捕风,正如极具智慧的所罗门在其著作中某处所言;那时,罪恶的遮盖从我心头除去,因肉体愚顽而压在我灵魂之上的昏暗全然消散,我也明白了自己受造成就何事,以及我必须藉着遵行诫命上升归于造物主。
ὅθεν, πάντα καταλιπών, αὐτῷ ἠκολούθησα καὶ εὐχαριστῶ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, ὅτι ἐρύσατό με τοῦ πηλοῦ καὶ τῆς πλινθείας, καὶ τοῦ ἀπηνοῦς καὶ ὀλεθρίου ἄρχοντος τοῦ σκότους τοῦ αἰῶνος τούτου, καὶ ἔδειξέ μοι ὁδὸν σύντομον καὶ ῥᾳδίαν, δι’ ἧς δυνήσομαι ἐν τῷ ὀστρακίνῳ τούτῳ σώματι τὴν ἀγγελικὴν ἀσπάσασθαι πολιτείαν, ἥνπερ φθάσαι ζητῶν, τὴν στενὴν καὶ τεθλιμμένην εἱλόμην βαδίζειν ὁδόν, πάνυ καταγνοὺς τῆς τῶν παρόντων ματαιότητος καὶ τῆς ἀστάτου φορᾶς τούτων καὶ περιφορᾶς, καὶ μὴ πειθόμενος ἄλλο τι καλὸν ὀνομάζειν πρὸ τοῦ ὄντος καλοῦ, οὗπερ σὺ ἐλεεινῶς, ὦ βασιλεῦ, διερράγης τε καὶ διέστης. ὅθεν καὶ ἡμεῖς διέστημέν σου καὶ διῃρέθημεν, διὰ τὸ εἰς σαφῆ καὶ ὡμολογημένην σέ τε καταπίπτειν ἀπώλειαν καὶ πρὸς ἴσον κατενεχθῆναι καὶ ἡμᾶς κίνδυνον ἀναγκάζειν.2
因此,我撇下一切跟随了祂;我藉着我们的主耶稣基督感谢上帝,因祂将我从泥泞与砖窑的苦役中、以及从这世代幽暗的残酷毁灭之掌权者手中救拔出来,并指给我一条捷径与坦途,使我得以在这瓦器般的肉身中拥抱天使般的生命秩序。为追求达到这一境界,我选择行走于狭窄艰难的道路上,全然看透了眼前事物的虚空及其无常的浮沉与流转,绝不承认在真正的至善之前还有任何所谓的美好——国王啊,可悲的是,你正是从这至善中割裂并疏离了出去。因此,我们也离开了你并与你分别,因为你正堕入分明而公认的灭亡之中,并强逼我们也一同坠入同等的危险。”
- 2.11τῶν ὄντων μὲν καταφρονεῖν ὡς μὴ ὄντων, τῶν μὴ ὄντων δὲ ὡς ὄντων ἀντέχεσθαί τε καὶ περιέχεσθαι
动词 καταφρονεῖν(轻视)与 ἀντέχεσθαι / περιέχεσθαι(执着、依恋)均要求属格补足语。此处 τῶν ὄντων(实存之物)与 τῶν μὴ ὄντων(非实存之物)构成工整对仗,其后各由连词 ὡς 引导的分词短语(ὡς μὴ ὄντων / ὡς ὄντων)表示主观视之的假定(“视若……”、“仿佛……”)。
- 2.13διὰ τὸ εἰς σαφῆ καὶ ὡμολογημένην σέ τε καταπίπτειν ἀπώλειαν καὶ πρὸς ἴσον κατενεχθῆναι καὶ ἡμᾶς κίνδυνον ἀναγκάζειν
此句为介词 διά 支配带冠词不定式(τό)的因果结构(“因为……”),其内部包含两组对格加不定式的并列结构。前半部分以 σέ 为逻辑主语搭配 καταπίπτειν(“你坠入灭亡”);后半部分隐去的主语(承前为“你”)支配及物不定式 ἀναγκάζειν(其宾语为 ἡμᾶς,“强迫我们”),进而再带动被动不定式 κατενεχθῆναι(“被拉下至同等危险中”)。
