← 大马士革的圣约翰

巴兰和约萨法特

§1.6-1.8

阿本内尔王的统治与对基督徒的残酷迫害

印度国王阿本内尔虽享尽世俗荣华却因子嗣难求而忧虑;眼见基督徒与修道士人数剧增,他勃然大怒并颁发残酷迫害令强迫弃教,使信众遭遇严峻试炼。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.6

οὕτω καλῶς ἐχόντων τῶν πραγμάτων, καὶ χρυσαῖς πτέρυξι, τὸ δὴ λεγόμενον, εἰς οὐρανοὺς πολλῶν ἀνιπταμένων, ἀνίσταταί τις βασιλεὺς ἐν τῇ αὐτῇ χώρᾳ, Ἀβεννὴρ τοὔνομα, μέγας μὲν γενόμενος πλούτῳ καὶ δυναστείᾳ καὶ τῇ κατὰ τῶν ἀντικειμένων νίκῃ, γενναῖός τε ἐν πολέμοις, καὶ μεγέθει σώματος ἅμα δὲ καὶ προσώπου ὡραιότητι σεμνυνόμενος, πᾶσί τε τοῖς κοσμικοῖς καὶ θᾶττον μαραινομένοις προτερήμασιν ἐγκαυχώμενος· κατὰ ψυχὴν δὲ ἐσχάτῃ πιεζόμενος πτωχείᾳ καὶ πολλοῖς κακοῖς συμπνιγόμενος, τῆς ἑλληνικῆς ὑπάρχων μοίρας, καὶ σφόδρα περὶ τὴν δεισιδαίμονα πλάνην τῶν εἰδώλων ἐπτοημένος. πολλῇ δὲ συζῶν οὗτος τρυφῇ καὶ ἀπολαύσει τῶν ἡδέων καὶ τερπνῶν τοῦ βίου, καὶ ἐν οὐδενὶ τῶν θελημάτων καὶ ἐπιθυμιῶν αὐτοῦ ἀποστερούμενος, ἓν εἶχε τὸ τὴν εὐφροσύνην αὐτῷ ἐγκόπτον καὶ μερίμναις αὐτοῦ βάλλον τὴν ψυχήν, τὸ τῆς ἀτεκνίας κακόν. ἔρημος γὰρ ὑπάρχων παίδων, διὰ φροντίδος εἶχε πολλῆς ὅπως, τοῦ τοιούτου λυθεὶς δεσμοῦ, τέκνων κληθείη πατήρ, πρᾶγμα τοῖς πολλοῖς εὐκταιότατον. τοιοῦτος μὲν ὁ βασιλεύς, καὶ οὕτως ἔχων τῆς γνώμης. Τὸ δὲ εὐκλεέστατον γένος τῶν χριστιανῶν καὶ τὰ τῶν μοναχῶν πλήθη παρ’ οὐδὲν θέμενοι τὸ τοῦ βασιλέως σέβας, καὶ τὴν αὐτοῦ μὴ δεδοικότες ὅλως ἀπειλήν, προέκοπτον τῇ τοῦ Χριστοῦ χάριτι, εἰς λόγου κρείττονα πληθὺν ἐπιδιδόντες, καὶ βραχὺν μὲν ποιούμενοι τοῦ βασιλέως λόγον, τῶν δὲ πρὸς θεραπείαν φερόντων Θεοῦ διαφερόντως ἐχόμενοι. καὶ διὰ τοῦτο πολλοὶ τῶν τὴν μοναδικὴν ἐπανῃρημένων τάξιν, πάντα μὲν ἐπίσης τὰ ἐνταῦθα τερπνὰ διέπτυον, πρὸς ἓν δὲ μόνον τοῦτο εἶχον ἐρωτικῶς, τὴν εὐσέβειαν, καὶ τὸν ὑπὲρ Χριστοῦ θάνατον ἐδίψων, καὶ τῆς ἐκεῖθεν ὠρέγοντο μακαριότητος.

正当诸事如此顺利推进,许多人如俗语所说乘着金色翅膀飞升上天之际,同邦之中兴起了一位名为阿本内尔的国王。他在财富、权势以及对敌对者的胜利上盛极一时,征战中勇猛果敢,以躯体的魁伟与容貌的俊美自负,并夸耀一切现世而速朽的优越特质;然而在灵魂深处,他却被极度的贫乏所压迫,被诸般恶行所窒息,属于异教徒之列,对偶像那迷信的错谬神魂颠倒。他沉湎于奢华的生活,享受着生命中的甜美与愉悦,随心所欲,无所匮乏,但却有一件事阻断了他的喜乐,使他的灵魂陷入忧虑:那便是无嗣的祸患。因膝下无子,他极费心思,力求脱此羁绊,得以被称为众子之父——这在世人眼中乃是至为可求之事。国王其人如此,心意亦复如是。然而,尊荣卓绝的基督徒族类与修士的群体全然不把国王的威仪放在眼里,亦毫不畏惧他的恐吓,因着基督的恩典不断长进,人数增长到难以言表的地步;他们对国王几乎不加理会,却唯独坚执于那些导向侍奉神之事。因此,许多承当修道职分的人,同样鄙弃此处尘世一切享乐,唯独对一事怀有炽热的渴慕,那便是敬虔;他们渴求为基督而死,向往彼岸的福乐。

§1.7

ἐκήρυττον οὖν, οὐ φόβῳ τινὶ καὶ ὑποστολῇ, ἀλλὰ καὶ λίαν εὐπαρρησιάστως τὸ τοῦ Θεοῦ σωτήριον ὄνομα, καὶ οὐδὲν ὅ τι μὴ1 Χριστὸς αὐτοῖς διὰ στόματος ἦν, τήν τε ῥευστὴν καὶ εὐμάραντον φύσιν τῶν παρόντων καὶ τὸ πάγιον καὶ ἄφθαρτον τῆς μελλούσης ζωῆς φανερῶς πᾶσιν ὑπεδείκνυον, καὶ οἱονεὶ ἀφορμὰς παρεῖχον καὶ σπέρματα πρὸς τὸ οἰκείους γενέσθαι Θεῷ καὶ τῆς ἐν Χριστῷ κρυπτομένης ἀξιωθῆναι ζωῆς. ἐντεῦθεν πολλοί, τῆς ἡδίστης ἐκείνης διδασκαλίας ἀπολαύοντες, τοῦ μὲν πικροῦ τῆς ἀπάτης ἀφίσταντο σκότους, τῷ δὲ γλυκεῖ τῆς ἀληθείας φωτὶ προσετίθεντο· ὡς καί τινας τῶν ἐνδόξων καὶ τῆς συγκλήτου βουλῆς πάντα ἀποτίθεσθαι τὰ τοῦ βίου βάρη καὶ λοιπὸν γίνεσθαι μοναχούς. Ὁ δὲ βασιλεύς, ὡς ἤκουσε ταῦτα, ὀργῆς ὅτι πλείστης πληρωθεὶς καὶ τῷ θυμῷ ὑπερζέσας, δόγμα αὐτίκα ἐξέθετο, πάντα Χριστιανὸν βιάζεσθαι τοῦ ἐξόμνυσθαι2 τὴν εὐσέβειαν. ὅθεν καινὰ μὲν κατ’ αὐτῶν εἴδη βασάνων ἐπενόει καὶ ἐπετήδευε, καινοὺς δὲ τρόπους θανάτων ἠπείλει. καὶ γράμματα κατὰ πᾶσαν τὴν ὑποτελῆ αὐτῷ χώραν ἐπέμπετο ἄρχουσι καὶ ἡγεμόσι, τιμωρίας κατὰ τῶν εὐσεβῶν καὶ σφαγὰς ἀδίκους ἀποφαινόμενα. ἐξαιρέτως δὲ κατὰ τῶν τοῦ μοναδικοῦ σχήματος λογάδων θυμομαχῶν, ἄσπονδον ἤγειρε τὸν πρὸς αὐτοὺς καὶ ἀκήρυκτον πόλεμον.

于是,他们绝非出于恐惧与退缩,而是极其放胆无畏地宣扬神救世的圣名,口中所出无非是基督;他们向所有人公开阐明眼前事物那流变与速朽的本性,以及来世生命那坚实与不朽的特质,仿佛提供了亲近神并得享那隐藏在基督里之生命的契机与种子。由此,许多人领受了那至甜美的教导,离弃虚妄苦涩的黑暗,归附真理甘甜的光明;以致连某些显贵与元老院议员也卸下今生一切重担,从此成为修士。国王一听闻这些事,勃然大怒,怒火中烧,随即颁布法令,强迫所有基督徒背弃敬虔信仰。为此,他构思并施行了针对他们的新型酷刑,并以新型死法相威胁。公文亦被派送到他统辖的全地官长与行省总督手中,昭示对敬虔之人的惩罚与不公的屠戮。他尤其对身披修道外袍的精英领袖们愤恨不已,向他们挑起了一场不可调解且绝不休战的战争。

§1.8

ταύτῃ τοι καὶ πολλοὶ μὲν τῶν πιστῶν τὴν διάνοιαν ἀνεσαλεύοντο, ἄλλοι δέ, τὰς βασάνους μὴ δυνηθέντες ὑπενεγκεῖν, τῷ ἀθεμίτῳ αὐτοῦ εἶκον προστάγματι. οἱ δὲ τοῦ μοναχικοῦ τάγματος ἡγεμόνες καὶ ἀρχηγοί, οἱ μέν, ἐλέγχοντες αὐτοῦ τὴν ἀνομίαν, τὸ διὰ μαρτυρίου ὑπήνεγκαν τέλος καὶ τῆς ἀλήκτου ἐπέτυχον μακαριότητος· οἱ δὲ ἐν ἐρημίαις καὶ ὄρεσιν ἀπεκρύπτοντο, οὐ δέει τῶν ἠπειλημένων βασάνων, ἀλλ’ οἰκονομίᾳ τινὶ θειοτέρᾳ.

正因如此,信徒中确有许多人心意动摇,另有些人因不能承受酷刑,屈从了他那非法的命令。然而,修道阶层的领袖与导师们,有的斥责他的不法行径,经由殉道忍受了终局,获得了永不休止的福乐;有的则隐匿于荒漠与山岳之中,并非出于对所威胁酷刑的畏惧,而是出于某种更为神圣的经纶安排。

语法注2 条
  1. 1.7οὐδὲν ὅ τι μὴ

    意为“除……之外别无他物(唯有……)”的限定惯用短语(相当于拉丁语 nihil aliud nisi,由代词 οὐδέν 与关系代词 ὅ τι 凝固而成)。在此处统摄 Χριστός,表示“他们口中所出的除了基督之外别无他言”,用以强调其宣讲内容的纯一。

  2. 1.7τοῦ ἐξόμνυσθαι

    带冠词不定词的属格(articular infinitive in genitive),作动词 βιάζεσθαι(强迫)及其宾格宾语 πάντα Χριστιανόν 的目的或结果补足语,意即“强迫所有基督徒宣誓弃绝(敬虔信仰)”。在后世希腊语中,τοῦ 引导的不定词常替代目的或结果从句,用以表示动作的目标或结果。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:1.6-1.8