← 大马士革的圣约翰

巴兰和约萨法特

§2.14-2.16

隐士拒绝国王诱劝并阐明基督救恩

隐士引述他们过去在世俗军役中的忠诚,坚决拒绝了国王诱逼其放弃对上帝虔敬的企图,阐明了基督道成肉身与救赎的恩典,并痛斥了偶像崇拜与贪恋世俗的虚妄。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.14

ἕως μὲν γὰρ περὶ μόνην τὴν κοσμικὴν στρατείαν ἐξηταζόμεθα, οὐδὲν τῶν δεόντων ἡμεῖς ἐνελίπομεν· μαρτυρήσεις μοι καὶ αὐτὸς ὅτιπερ οὐδὲ ῥᾳθυμίαν τινὰ οὐδὲ ἀμέλειάν ποτε ἐνεκλήθημεν. Ἐπεὶ δὲ καὶ αὐτὸ τῶν καλῶν τὸ κεφάλαιον ἀφελέσθαι ἐφιλονείκησας ἡμᾶς, τὴν εὐσέβειαν, καὶ τὸν Θεὸν ζημιῶσαι τὴν ἐσχάτην ταύτην ζημίαν,1 τιμῶν τε διὰ τοῦτο καὶ φιλοτιμίας ἀναμιμνήσκεις, πῶς οὐκ ἀμαθῶς ἔχειν σε τοῦ καλοῦ δικαίως ἂν εἴποιμι, ὅτι καὶ παραβάλλεις ὅλως αὐτὰ πρὸς ἄλληλα, εὐσέβειάν φημι πρὸς τὸν Θεὸν καὶ φιλίαν ἀνθρωπίνην καὶ δόξαν τὴν ἴσα παραρρέουσαν ὕδατι; πῶς δέ σοι καὶ κοινωνοὶ ἐσόμεθα ἐπὶ τούτῳ, καὶ οὐχί, τοὐναντίον, καὶ φιλίαν, καὶ τιμήν, καὶ στοργὴν τέκνων καὶ εἴ τι ἄλλο μεῖζον ἦν, ἀρνησόμεθα; ὁρῶντές σε μᾶλλον, ὦ βασιλεῦ, ἀγνωμονοῦντα πρὸς τὸν Θεόν, τὸν καὶ αὐτό σοι τὸ εἶναι καὶ τὸ ἀναπνεῖν παρεχόμενον, ὅς ἐστι Χριστὸς Ἰησοῦς, ὁ Κύριος τῶν ἁπάντων, ὃς συνάναρχος ὢν καὶ συναΐδιος τῷ Πατρὶ καὶ τοὺς οὐρανοὺς τῷ λόγῳ καὶ τὴν γῆν ὑποστήσας, τὸν ἄνθρωπόν τε χερσὶν οἰκείαις ἐδημιούργησε καὶ ἀθανασίᾳ τοῦτον ἐτίμησε, καὶ βασιλέα τῶν ἐπὶ γῆς κατεστήσατο, καθάπερ τινὰ βασίλεια τὸ κάλλιστον ἁπάντων ἀποτάξας αὐτῷ, τὸν παράδεισον.

因为当我们仅仅在世俗的军役中接受考查时,我们未曾有负任何当尽的本分;你自己也可以为我作证,我们从未因任何懈怠或疏忽而遭受指责。然而,既然你执意要从我们手中夺去一切善事的首要冠冕,即虔敬,并使我们遭受失去上帝这一极端的损失,为此还向我们重提尊荣与功名,那我岂不能正当地指出你对真正的善一无所知吗?因为你竟将这些事物相提并论——我指的是对上帝的虔敬,与世人的友情以及如流水般逝去的虚荣。我们又怎能在此事上与你同流合污,而不是恰恰相反,宁可舍弃友情、尊荣、儿女之爱,以及任何可能更为重大的事物呢?国王啊,更何况我们看到你正忘恩负义地对待上帝,而正是祂赋予了你存在与呼吸;祂就是耶稣基督,万有之主,祂与父同无始基、同为永恒,藉着祂的道奠定了天地,又以亲手造了人,赐予他不朽的尊荣,立他为地上万物的君王,将一切中最美好的乐园赐予他,如同专属的王宫。

§2.15

ὁ δέ, φθόνῳ κλαπεὶς καὶ ἡδονῇ (φεῦ μοι) δελεασθείς, ἀθλίως τούτων ἐξέπεσε πάντων· καὶ ὁ πρὶν ζηλωτὸς ἐλεεινὸς ὡρᾶτο καὶ δακρύων διὰ τὴν συμφορὰν ἄξιος. ὁ πλάσας τοίνυν ἡμᾶς καὶ δημιουργήσας φιλανθρώποις πάλιν ἰδὼν ὀφθαλμοῖς τὸ τῶν οἰκείων χειρῶν ἔργον, τὸ Θεὸς εἶναι μὴ μεταβαλών, ὅπερ ἦν ἀπ’ ἀρχῆς, ἐγένετο δι᾽ ἡμᾶς ἀναμαρτήτως ὅπερ ἡμεῖς,2 καὶ σταυρὸν ἑκουσίως καὶ θάνατον ὑπομείνας, τὸν ἄνωθεν τῷ ἡμετέρῳ γένει βασκαίνοντα κατέβαλε πολέμιον, καί, ἡμᾶς τῆς πικρᾶς ἐκείνης αἰχμαλωσίας ἀνασωσάμενος, τὴν προτέραν ἀπέδωκε φιλαγάθως ἐλευθερίαν, καί, ὅθεν διὰ τὴν παρακοὴν ἐκπεπτώκαμεν, ἐκεῖ πάλιν διὰ φιλανθρωπίαν ἡμᾶς ἐπανήγαγε, μείζονος ἡμᾶς ἢ πρότερον τιμῆς ἀξιώσας. Τὸν δὴ τοιαῦτα δι’ ἡμᾶς παθόντα καὶ τοιούτων ἡμᾶς πάλιν καταξιώσαντα, τοῦτον αὐτὸς ἀθετεῖς καὶ εἰς τὸν ἐκείνου σταυρὸν ἀποσκώπτεις; ὅλος δὲ τῇ τρυφῇ τοῦ σώματος καὶ τοῖς ὀλεθρίοις προσηλωμένος πάθεσι, θεοὺς ἀναγορεύεις τὰ τῆς ἀτιμίας καὶ αἰσχύνης εἴδωλα; οὐ μόνον σεαυτὸν τῆς τῶν οὐρανίων ἀγαθῶν συναφείας ἀλλότριον κατεσκεύασας, ἀλλὰ καὶ πάντας τοὺς πειθομένους τοῖς σοῖς προστάγμασι ταύτης ἤδη ἀπέρρηξας, καὶ ψυχικῷ κινδύνῳ παρέδωκας. ἴσθι τοίνυν ὡς ἔγωγε οὐ πεισθήσομαί σοι, οὔτε μὴν κοινωνήσω σοι τῆς τοιαύτης εἰς τὸν Θεὸν ἀχαριστίας, οὐδὲ τὸν ἐμὸν εὐεργέτην καὶ Σωτῆρα ἀρνήσομαι, εἰ καὶ θηρίοις ἀναλώσεις, εἰ ξίφει καὶ πυρὶ παραδώσεις με, ἃ τῆς σῆς ἐξουσίας ἐστίν. οὔτε γὰρ θάνατον δέδοικα, οὔτε ποθῶ τὰ παρόντα, πολλὴν αὐτῶν καταγνοὺς τὴν ἀσθένειαν καὶ ματαιότητα. τί γὰρ αὐτῶν χρήσιμον, ἢ μόνιμον, ἢ διαρκές; καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἐν αὐτῷ τῷ εἶναι πολλὴ συνυπάρχει αὐτοῖς ἡ ταλαιπωρία, πολλὴ ἡ λύπη, πολλὴ καὶ ἀδιάσπαστος ἡ μέριμνα. τῇ γὰρ εὐφροσύνῃ αὐτῶν καὶ ἀπολαύσει πᾶσα συνέζευκται κατήφεια καὶ ὀδύνη· ὁ πλοῦτος αὐτῶν πτωχεία ἐστί, καὶ τὸ ὕψος αὐτῶν ταπείνωσις ἐσχάτη. καὶ τίς ἐξαριθμήσει τὰ τούτων κακά; ἅπερ δι’ ὀλίγων ῥημάτων ὑπέδειξέ μοι ὁ ἐμὸς θεολόγος.3 φησὶ γάρ· Ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται· καί, Μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν, καὶ ἡ ἀλαζονία τοῦ βίου· καί, ὁ κόσμος παράγεται καὶ ἡ ἐπιθυμία αὐτοῦ· ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα. τοῦτο ἐγὼ ζητῶν τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθόν, ἀφῆκα πάντα, καὶ ἐκολλήθην τοῖς τὸν αὐτὸν κεκτημένοις πόθον καὶ τὸν αὐτὸν ἐκζητοῦσι

然而,人因受嫉妒的蒙蔽,又(唉,痛哉!)受享乐的诱惑,悲惨地从这一切中坠落了;昔日令人艳羡之人,因这祸患而显得可怜并令人扼腕垂泪。于是,塑造并造作我们的主,再次以慈爱的目光垂顾自己亲手所作之工,在未曾改变其自起初就是的‘身为上帝’之属性下,为了我们,毫无罪污地取了我们所有的样式(成为人);祂甘心承受十字架与受死,打倒了自古便嫉妒我们族类的仇敌;祂将我们从那严酷的囚禁中拯救出来,仁慈地赐还我们先前的自由;我们因悖逆从何处坠落,祂便藉着爱人之心再次将我们领回何处,使我们得蒙配受比先前更大的尊荣。正是这样一位为我们忍受如此诸般苦难、又再次使我们配得如此诸般恩典的主,你竟亲自废弃祂,并嘲弄祂的十字架吗?你全然被肉身的奢靡和毁灭性的私欲所钉牢,竟将卑贱与可耻的偶像奉为神明吗?你不仅使自己与属天福分的联合隔绝,甚至已经将一切遵从你法令的人从这联合中撕裂开来,并将他们交在灵魂的绝境之中。因此你当知道,我决不顺从你,决不与你同分这等对上帝的忘恩之罪,也决不背弃我的恩主与救主,即便你用野兽将我撕碎吞噬,或将我付诸剑刃与烈火——这些虽全在你的权柄之中。因为我既不怕死,亦不恋慕眼前的事物,因我早已看透其深重的脆弱与虚妄。因为在它们之中,究竟有何物是有益、持久或永存的呢?不仅如此,即便在其存在本身之中,也并存着极大的苦难、极大的忧伤以及极大而难以割断的挂虑。因为伴随其欢娱与享受的,乃是彻底的沮丧与痛楚;它们的财富即是赤贫,它们的高升即是至极的降卑。又有谁能数尽它们带来的祸患呢?我的神学家曾用简洁的言语向我指明了这一点。他说道:‘全世界都卧在那恶者手下’;又说:‘不要爱世界和世界上的事;因为凡世界上的事,乃是肉体的情欲、眼目的情欲,并今生的骄傲’;以及‘这世界和其上的情欲都要过去,唯独遵行上帝旨意的,是永远常存。’我正是为了寻求上帝这良善的旨意,才撇下了万事,紧紧联合于那些怀有同样渴慕、寻求同样目标的人们。

语法注3 条
  1. 2.14τὸν Θεὸν ζημιῶσαι τὴν ἐσχάτην ταύτην ζημίαν

    动词 ζημιόω(使受损失、剥夺)在此构成双宾格结构:一为损失的对象(τὸν Θεόν),另一为表示损失性质的同源/内宾格(τὴν ἐσχάτην ταύτην ζημίαν),全句意为“使[我们]蒙受丧失上帝这一终极损失”。

  2. 2.15τὸ Θεὸς εἶναι μὴ μεταβαλών, ὅπερ ἦν ἀπ’ ἀρχῆς, ἐγένετο δι᾽ ἡμᾶς ἀναμαρτήτως ὅπερ ἡμεῖς

    这是一个典型的基督论表述。带冠词不定式短语 τὸ Θεὸς εἶναι 作为分词 μεταβαλών 的宾格宾语,其表语 Θεός 与隐含的主语一致而保留主格。随后的关系从句 ὅπερ ἦν ἀπ’ ἀρχῆς(“从起初所是的”)承接该神圣本质,并与主句动词 ἐγένετο 的表语 ὅπερ ἡμεῖς(“我们所是的[样式,即人]”)形成对称。

  3. 2.16ὁ ἐμὸς θεολόγος

    由于紧随其后的引文(“全世界都卧在那恶者手下”等)出自《约翰一书》(5:19;2:15-17),此处的 ὁ ἐμὸς θεολόγος(我的神学家)明确指使徒兼福音书作者约翰,他在希腊教父传统中常被称为“神学家约翰”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:2.14-2.16