← 大马士革的圣约翰

巴兰和约萨法特

§19.167-19.169

约萨法特的洗礼、领圣事与守道劝勉

巴尔拉姆在讲明十字架与正统信仰后,为约萨法特王子施行洗礼并分赐圣体圣事,随后勉励这位新领洗的王子远离罪恶、在美德与诫命中行事为人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19.167

ἡμῶν Χριστὸν τὸν Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ δόντα ἡμῖν τοῦτον1 σύμβολον τῆς κατὰ τοῦ διαβόλου νίκης· φρίττει γὰρ καὶ τρέμει, μὴ φέρων καθορᾶν αὐτοῦ τὴν δύναμιν. ἐν τοῖς τοιούτοις δόγμασι καὶ μετὰ τοιαύτης πίστεως βαπτισθήσῃ, ἄτρεπτον ταύτην καὶ ἀμιγῆ πάσης αἱρέσεως φυλάττων μέχρις ἐσχάτης ἀναπνοῆς. πᾶσαν δὲ διδασκαλίαν καὶ πᾶσαν δογματικὴν φωνήν, ταύτῃ τῇ ἀμωμήτῳ ἀνθισταμένην πίστει, βδελύσσου, καὶ ἀλλοτρίωσιν λογίζου εἶναι Θεοῦ.2 φησὶ γὰρ ὁ Ἀπόστολος, ὅτι Κἂν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ’ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω. οὐκ ἔστι γὰρ ἄλλο Εὐαγγέλιον καὶ ἄλλη πίστις, πλὴν ἡ διὰ τῶν ἀποστόλων κηρυχθεῖσα, καὶ διὰ τῶν θεοφόρων Πατέρων ἐν διαφόροις συνόδοις βεβαιωθεῖσα, καὶ τῇ καθολικῇ Ἐκκλησίᾳ βεβαιωθεῖσα. Ταῦτα εἰπὼν ὁ Βαρλαάμ, καὶ τὸ τῆς πίστεως σύμβολον τὸ ἐκτεθὲν ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ διδάξας τὸν τοῦ βασιλέως υἱόν, ἐβάπτισεν αὐτὸν εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος εἰς τὴν κολυμβήθραν τοῦ ὕδατος τὴν οὖσαν ἐν τῷ παραδείσῳ αὐτοῦ. καὶ ἦλθεν ἐπ̓ αὐτὸν ἡ χάρις τοῦ Ἁγίου Πνεύματος. ἐπανελθὼν δὲ εἰς τὸν αὐτοῦ κοιτῶνα, καὶ τὴν ἱερὰν ἐπιτελέσας μυσταγωγίαν τῆς ἀναιμάκτου θυσίας, μετέδωκεν αὐτῷ τῶν ἀχράντων τοῦ Χριστοῦ μυστηρίων, καὶ ἠγαλλιάσατο τῷ Πνεύματι, δόξαν ἀναπέμπων Χριστῷ τῷ Θεῷ. Εἶπε δὲ πρὸς αὐτὸν ὁ Βαρλαάμ· Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ ἀναγεννήσας σε εἰς ἐλπίδα ζῶσαν, εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον, καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν διὰ Πνεύματος ἁγίου. σήμερον γὰρ ἐλευθερωθεὶς ἀπὸ τῆς ἁμαρτίας ἐδουλώθης τῷ Θεῷ, τὸν ἀρραβῶνα δεξάμενος τῆς αἰωνίου ζωῆς, καί, τὸ σκότος ἀπολιπών, φῶς ἐνεδύσω, καταταγεὶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ· Ὅσοι γάρ, φησίν, ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ· ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλ’ υἱὸς καὶ κληρονόμος Θεοῦ διὰ Ἰησοῦ Χριστοῦ ἐν Πνεύματι Ἁγίῳ. διό, ἀγαπητέ, σπούδασον ἄσπιλος καὶ ἀμώμητος αὐτῷ εὑρεθῆναι, ἐργαζόμενος τὸ ἀγαθὸν ἐπὶ τῷ θεμελίῳ τῆς πίστεως· πίστις γὰρ χωρὶς ἔργων νεκρά ἐστιν, ὥσπερ καὶ ἔργα δίχα πίστεως, καθὼς καὶ πρότερον μέμνημαι λαλήσας σοι.

——基督,世人的神与救主,并将此〔十字架〕作为战胜魔鬼的凭据赐给了我们;因为魔鬼战栗战抖,无法忍受注视其权能。你当在这样的教义中并带着这样的信仰受洗,直到最后一口气都要持守这信仰不变且不染任何异端。凡反对这无瑕信仰的一切教导与一切教义言论,你都要厌弃,并视其为与神的背离。因为使徒说:“无论是我们,是天上下来的使者,若传福音给你们,与我们所传给你们的不同,他就应当被咒诅。”因为除了藉着使徒们所宣扬、藉着荷神圣教父们在各次公会议中所确立、并在大公教会中得以确立者之外,别无其他福音与别的信仰。巴尔拉姆说了这些话,并将尼西亚公会议中阐明的信仰信条教授给国王的儿子之后,在位于其园林中的水池里,奉父、子及圣灵的名给他施行了洗礼。圣灵的恩典降临在他身上。随后他回到他的寝室,举行了无血之祭的神圣秘礼,使他领受了基督无玷的圣事,并在圣灵中欢欣,归荣耀于神基督。巴尔拉姆对他说道:“我们主耶稣基督的父神是应当称颂的,祂照着自己的大怜悯,在我们主耶稣基督里藉着圣灵,重生了你,使你有活泼的盼望,可以得着不能朽坏、不能玷污、不能衰残、存留在天上的基业。因为今天你已脱离了罪恶,作了神的仆人,领受了永生的凭据;你脱离了黑暗,披戴了光明,列身于神儿女荣耀的自由之中。正如经上所说:‘凡接待祂的,就是信祂名的人,祂就赐他们权柄作神的儿女。’因此,你不再是奴仆,乃是儿子,且是藉着耶稣基督在圣灵里承受神基业的人。所以,亲爱的人,务要在信仰的根基上行善,竭力使自己在那位面前被显为没有瑕疵、无可指摘;因为正如我记得先前曾对你说过的,信心若没有行为就是死的,正如行为若没有信心也是死的一样。

§19.169

ἀποθέμενος οὖν λοιπὸν πᾶσαν κακίαν, καὶ πάντα τὰ ἔργα τοῦ παλαιοῦ ἀνθρώπου μισήσας τὰ φθειρόμενα κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, ὡς ἀρτιγέννητον βρέφος τὸ λογικὸν καὶ ἄδολον γάλα τῶν ἀρετῶν ἐπιπόθησον πιεῖν, ἵνα ἐν αὐτῷ αὐξηθῇς, καὶ φθάσῃς εἰς τὴν ἐπίγνωσιν τῶν ἐντολῶν τοῦ Υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, μηκέτι νήπιος ὢν ταῖς φρεσί, κλυδωνιζόμενος καὶ περιφερόμενος τῇ ζάλῃ καὶ τρικυμίᾳ τῶν παθῶν, ἀλλὰ τῇ μὲν κακίᾳ νηπιάζων, πρὸς δὲ τὸ ἀγαθὸν στερέμνιον καὶ πεπαγιωμένον ἔχων τὸν νοῦν, καὶ ἀξίως περιπατῶν τῆς κλήσεως ἧς ἐκλήθης ἐν φυλακῇ τῶν ἐντολῶν τοῦ Κυρίου, ἀποσεισάμενος ἑαυτοῦ καὶ ἀλλοτριώσας τὴν ματαιότητα τῆς προτέρας ἀναστροφῆς, καθὼς τὰ ἔθνη περιπατεῖ ἐν τῇ ματαιότητι τοῦ νοὸς αὐτῶν, ἐσκοτισμένοι τῇ διανοίᾳ καὶ ἀπηλλοτριωμένοι τῆς δόξης τοῦ Θεοῦ,3 ὑποτεταγμένοι ταῖς ἐπιθυμίαις αὐτῶν καὶ ἀλόγοις ὁρμαῖς. σὺ δέ, ὥσπερ προσῆλθες Θεῷ

所以,如今当脱去一切恶毒,恨恶那照着欺骗的情欲败坏的旧人的一切作为,像刚生的婴孩一样,切慕饮用美德那属理智且纯净的灵奶,使你在其中渐长,并得以认识神儿子的诫命,成为完全人,达到基督丰满身量的高度,不再在心志上作小孩子,被情欲的狂澜与巨浪摇撼漂移;倒要在恶事上作婴孩,在向善上拥有坚固稳健的心志,在谨守主诫命之中,行事为人配得过你所蒙的呼召,从自身摆脱并弃绝先前生活方式的虚妄,正如外邦人在他们心思的虚妄中行事,理解力昏暗,与神的荣耀隔绝,屈从于自身的情欲与盲目的冲动。但你,正如已经归向了神,

语法注3 条
  1. 19.167ἡμῶν Χριστὸν τὸν Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ δόντα ἡμῖν τοῦτον

    属格ἡμῶν接续上一分段末尾的τοῦ γένους(“我们人类的”),而宾格词组Χριστὸν τὸν Θεόν及分词δόντα则同格修饰上一分段末尾介词διά的宾语τὸν κρεμασθέντα(“因着为我们人类的救恩被悬挂其上的那位,即世人的神与救主基督,祂将此十字架赐给我们……”)。

  2. 19.167ἀλλοτρίωσιν λογίζου εἶναι Θεοῦ

    λογίζου支配带宾格的不定式结构,其逻辑主语为前文受修饰的宾格短语(πᾶσαν διδασκαλίαν等)。名词ἀλλοτρίωσις(疏离、隔绝)后附的属格Θεοῦ为表分离或关联的属格,意为“与神的疏离/背离”。

  3. 19.169καθὼς τὰ ἔθνη περιπατεῖ ἐν τῇ ματαιότητι τοῦ νοὸς αὐτῶν, ἐσκοτισμένοι τῇ διανοίᾳ καὶ ἀπηλλοτριωμένοι τῆς δόξης τοῦ Θεοῦ

    中性复数主语τὰ ἔθνη按常规搭配单数动词περιπατεῖ,但随后的分词ἐσκοτισμένοι和ἀπηλλοτριωμένοι采用了阳性复数形式,这是依意合构词(constructio ad sensum,即指代异邦人群体),化用了以弗所书4:17-18的句式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:19.167-19.169