← 大马士革的圣约翰

巴兰和约萨法特

§19.164-19.166

道成肉身、圣事与圣像敬礼的教义

巴拉姆向王子阐明了道成肉身之方式的不可测度、基督的受难与复活、末日审判、恶源于自由意志与疏忽,并教导了洗礼、圣体圣事以及对圣像和十字架敬礼的正统意义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19.164

αἱμάτων ἀσπόρως τε καὶ ἀφθάρτως,1 ἢ τίς ἡ τῶν δύο φύσεων ἐν μιᾷ ὑποστάσει συνέλευσις; πίστει γὰρ ταῦτα ἐδιδάχθημεν κατέχειν τὰ θειώδως ἡμῖν ἐκ τῆς θείας Γραφῆς εἰρημένα· τὸν δὲ τρόπον καὶ ἀγνοοῦμεν καὶ λέγειν οὐ δυνάμεθα. Πίστευε τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν διὰ σπλάγχνα ἐλέους γενόμενον ἄνθρωπον, πάντα τε ἀναδέξασθαι τὰ τῆς ἀνθρωπότητος φυσικὰ καὶ ἀδιάβλητα πάθη ʽἐπείνησε γάρ, καὶ ἐδίψησε, καὶ ὕπνωσε, καὶ ἐκοπίασε, καὶ ἠγωνίασε φύσει τῆς ἀνθρωπότητος, καὶ ὑπὲρ τῶν ἀνομιῶν ἡμῶν ἤχθη εἰς θάνατον, ἐσταυρώθη, καὶ ἐτάφη, θανάτου γευσάμενος, τῆς θεότητος ἀπαθοῦς καὶ ἀτρέπτου διαμεινάσης· οὐδὲν γὰρ ὅλως τῶν παθῶν τῇ ἀπαθεῖ προσάπτομεν φύσει· ἀλλὰ τῷ προσλήμματι γινώσκομεν αὐτὸν παθόντα καὶ ταφέντα, καὶ τῇ θείᾳ δόξῃ ἐκ νεκρῶν ἀναστάντα, ἐν ἀφθαρσίᾳ τε εἰς οὐρανοὺς ἀνεληλυθότα, καὶ ἥξειν πάλιν μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκροὺς οἷς αὐτὸς οἶδε λόγοις θεοειδεστέρου σώματος, καὶ ἀποδώσειν2 ἑκάστῳ τοῖς δικαίοις αὐτοῦ σταθμοῖς. ἀναστήσονται γὰρ οἱ νεκροὶ καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις· καὶ οἱ μὲν τὰς τοῦ Χριστοῦ φυλάξαντες ἐντολὰς καὶ τῇ ὀρθῇ συναπελθόντες πίστει κληρονομήσουσι ζωὴν αἰώνιον, οἱ δ’ ἐν ἁμαρτίαις καταφθαρέντες καὶ τῆς ὀρθῆς ἐκκλίναντες πίστεως εἰς κόλασιν αἰώνιον ἀπελεύσονται. πίστευε μὴ οὐσίαν τινὰ εἶναι τοῦ κακοῦ ἢ βασιλείαν, μηδὲ ἄναρχον αὐτὴν ὑπολάμβανε ἢ παρ’ ἑαυτῆς ὑποστᾶσαν, ἢ παρὰ τοῦ Θεοῦ γενομένην· ἄπαγε τῆς ἀτοπίας·3 ἀλλ’ ἡμέτερον ἔργον τοῦτο καὶ τοῦ διαβόλου, ἐκ τῆς ἡμετέρας ἀπροσεξίας ἐπεισελθὸν ἡμῖν διὰ τὸ αὐτεξουσίους ἡμᾶς γεγενῆσθαι, καὶ αὐτοπροαιρέτῳ βουλήσει τοῦτο ἐκλέγεσθαι, εἴτε ἀγαθόν, εἴτε καὶ φαῦλον. πρὸς τούτοις ὁμολόγει ἓν βάπτισμα ἐξ ὕδατος καὶ Πνεύματος εἰς ἄφεσιν ἁμαρτιῶν. Δέχου καὶ τὴν μετάληψιν τῶν ἀχράντων τοῦ Χριστοῦ μυστηρίων, πιστεύων ἐν ἀληθείᾳ σῶμα καὶ αἷμα ὑπάρχειν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἃ δέδωκε τοῖς πιστοῖς εἰς ἄφεσιν ἁμαρτιῶν. ἐν τῇ νυκτὶ γὰρ ᾗ παρεδίδοτο, διαθήκην καινὴν διέθετο τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις, καὶ δι’ αὐτῶν πᾶσι τοῖς εἰς αὐτὸν πιστεύουσιν, εἰπών· Λάβετε, φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν. ὁμοίως δὲ καὶ τὸ ποτήριον λαβὼν δέδωκεν αὐτοῖς, λέγων· Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτό ἐστι τὸ αἷμά μου, τὸ τῆς καινῆς διαθήκης, τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. αὐτὸς οὖν ὁ Λόγος τοῦ Θεοῦ ὁ ζῶν, καὶ ἐνεργής, καὶ πάντα ποιῶν τῇ δυνάμει αὐτοῦ, ποιεῖ καὶ μετασκευάζει διὰ τῆς θείας ἐνεργείας τὸν ἄρτον καὶ τὸν οἶνον τῆς προσφορᾶς σῶμα αὐτοῦ καὶ αἷμα, τῇ ἐπιφοιτήσει τοῦ Ἁγίου Πνεύματος, εἰς ἁγιασμὸν καὶ φωτισμὸν τῶν πόθῳ μεταλαμβανόντων. Προσκύνει πιστῶς τιμῶν καὶ ἀσπαζόμενος τὸ σεβάσμιον ἐκτύπωμα τοῦ Δεσποτικοῦ χαρακτῆρος τοῦ δι’ ἡμᾶς ἐνανθρωπήσαντος Θεοῦ Λόγου, αὐτὸν δοκῶν τὸν Κτίστην ὁρᾶν ἐν τῇ εἰκόνι. Ἡ τιμὴ γὰρ τῆς εἰκόνος, φησί τις τῶν ἁγίων, ἐπὶ τὸ πρωτότυπον διαβαίνει· πρωτότυπον δέ ἐστι τὸ εἰκονιζόμενον, ἐξ οὗ τὸ παράγωγον γίνεται. τὴν γὰρ ἐν εἰκόνι βλέποντες γραφήν, τοῖς τοῦ νοὸς ὀφθαλμοῖς πρὸς τὴν ἀληθινὴν διαβαίνομεν ἰδέαν οὗ ἐστιν ἡ εἰκών, εὐσεβῶς προσκυνοῦντες τὴν τοῦ δι’ ἡμᾶς σαρκωθέντος μορφήν, οὐ θεοποιούμενοι, ἀλλ’ ὡς εἰκόνα τοῦ σαρκωθέντος Θεοῦ κατασπαζόμενοι,4 πόθῳ καὶ ἀγάπῃ τοῦ κενώσαντος ἑαυτὸν δι’ ἡμᾶς μέχρι καὶ δούλου μορφῆς· ὁμοίως καὶ τῆς ἀχράντου Μητρὸς αὐτοῦ καὶ πάντων τῶν ἁγίων τὰ ἐκτυπώματα τούτῳ τῷ λόγῳ περιπτυσσόμενοι. ὡσαύτως δὲ καὶ τὸν τύπον τοῦ ζωοποιοῦ καὶ σεβασμίου σταυροῦ πίστει προσκυνῶν κατασπάζου διὰ τὸν κρεμασθέντα ἐν αὐτῷ σαρκὶ ἐπὶ σωτηρίᾳ τοῦ γένους

从血中无种且不朽坏地〔成为人〕,或者二性在唯一位格中的结合究竟是怎样的方式;因为我们受教导要在信仰中坚守从圣经中以神圣方式对我们所宣讲的这些事;至于其方式,我们既不知道,也无法言说。当信神的儿子——那因怜悯的心肠而成为人者——担当了人性一切本性的且无罪的受难(因为祂按着人性的本性饥饿、口渴、睡眠、劳累并经历痛苦),为了我们的罪孽被带至死地,受十字架刑,被埋葬,尝了死味,而神性则始终无受难且不改变;因为我们绝不将受难归于无受难的本性;相反,我们认明祂是在所取的人性中受难并被埋葬,藉着神圣的荣耀从死里复活,在不朽坏中升入诸天,并将依凭祂自身所知关于更具神圣样式之身体的法则,带着荣耀再次降临,审判活人与死人,并以祂公义的天平报应各人。因为死人将要复活,坟墓中的人将要兴起;那些谨守基督诫命并持守正统信仰而离世的人,将承受永生;而那些败坏在罪恶中并偏离正统信仰的人,将进入永远的刑罚。当信并不存在恶的任何本体或国度,也不要以为它是无始的,或凭自身存立的,或由神所造的——绝无此等荒谬之事!——反之,这是我们与魔鬼的作为,是因我们被造为拥有自由意志者,并以自主的抉择去挑选(无论是善还是恶),从而由于我们的疏忽大意而侵入我们当中的。此外,当承认为了赦罪由水和圣灵而来的唯一洗礼。亦当领受基督无玷圣事的分享,真实地坚信它们就是我们神基督的身体与宝血,是祂赐给信徒为了赦免罪过的。因为在祂被出卖的那一夜,祂对祂的圣门徒与使徒们,并藉着他们对一切信祂的人立了新约,说:“你们拿去吃;这是我的身体,为了你们而掰开,为了赦免罪过。”同样,祂拿过杯来递给他们,说:“你们都从中喝;这是我新约的血,为了你们倾流,为了赦免罪过; 你们当如此行,为的是记念我。”因此,那位活泼、具活力且凭自身权能创造万有的神的道自身,藉着神圣的运行,因圣灵的临在,将奉献的饼和酒造成并转变成为祂自身的身体与宝血,使那些怀着渴慕领受的人得着圣化与光照。当以信实尊崇、亲吻并朝拜那为我们降生成人的神之圣道的主之容貌的尊贵印记,深信自己在圣像中看到了造物主自身。因为正如一位圣人所说:“对圣像的尊崇上达于原型”;原型就是被描绘的对象,派生的摹本正由其而出。因为当我们仰望圣像中的描摹时,便藉着理智之眼上升到那被图摹者的真实本体,虔敬地朝拜为我们道成肉身者的形貌,绝非将其视作神,而是作为降生成人之神的圣像来亲吻,出于对那为了我们降卑自身乃至取了奴仆之形的祂的渴求与爱;同样,按此理法,我们也拥抱祂无玷之母及众圣人的画像。照样,亦当在信仰中朝拜并亲吻那赐生命且尊贵的十字架之形,因着为了人类的救恩而肉身被悬挂其上的祂。

语法注4 条
  1. 19.164αἱμάτων ἀσπόρως τε καὶ ἀφθάρτως

    此短语紧承前一语段末尾的 πῶς ἑαυτὸν ἐκένωσεν ὁ Υἱὸς τοῦ Θεοῦ καὶ ἄνθρωπος γέγονεν ἐκ παρθενικῶν,其中 παρθενικῶν 修饰 αἱμάτων(“从童贞的血中”),体现了跨分段界限的句法连续性。

  2. 19.164Πίστευε τὸν Υἱὸν τοῦ Θεοῦ ... ἀναδέξασθαι ... καὶ ἥξειν ... καὶ ἀποδώσειν

    由祈使语气动词 Πίστευε 引领的“宾格加不定式”结构。宾格主语 τὸν Υἱὸν τοῦ Θεοῦ 统摄并列的不定式 ἀναδέξασθαι(过去时)、ἥξειν(将来时)与 ἀποδώσειν(将来时),中间插入的括号解释及 γινώσκομεν 从属句均为句意上的补充说明。

  3. 19.165ἄπαγε τῆς ἀτοπίας

    由 ἄπαγε(动词 ἀπάγω 的第二人称单数现在时祈使语气,充当感叹词)与表示分离的属格 τῆς ἀτοπίας 构成的惯用表达,意为“除去/退去此等荒谬!”

  4. 19.166οὐ θεοποιούμενοι, ἀλλ’ ὡς εἰκόνα τοῦ σαρκωθέντος Θεοῦ κατασπαζόμενοι

    与主动词 διαβαίνομεν 的主语一致的主格第一人称复数分词。中间态分词 θεοποιούμενοι 意为“将(圣像本身)神化/奉为神”。该句法结构凸显了神学教理上的区分:绝不将画像本身偶像化为神(οὐ θεοποιούμενοι),而是作为降生成人之神的圣像加以敬礼与亲吻(ὡς εἰκόνα... κατασπαζόμενοι)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:19.164-19.166