- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:19.161-19.163
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴拉姆悉心以圣经和正统教理教导王子,使其预备受洗,并在受洗当日系统阐述了三位一体与基督神人二性结合的正统信条。
Τοῖς τοιούτοις οὖν δόγμασι καὶ λόγοις σωτηρίοις κατηχήσας ὁ Βαρλαὰμ τὸν τοῦ βασιλέως υἱὸν καὶ πρὸς τὸ θεῖον βάπτισμα εὐτρεπίσας, νηστεύειν τε καὶ εὔχεσθαι ἐντειλάμενος, κατὰ τὸ ἔθος, ἐφ’ ἱκανὰς ἡμέρας, οὐ διέλιπε συχνάζων1 πρὸς αὐτόν, καὶ πᾶσαν δογματικὴν φωνὴν τῆς ὀρθοδόξου πίστεως ἐκδιδάσκων καὶ τὸ θεῖον Εὐαγγέλιον ὑπαγορεύων αὐτῷ, πρὸς δὲ καὶ τὰς ἀποστολικὰς παραινέσεις καὶ τὰς προφητικὰς ῥήσεις ἑρμηνεύων· θεοδίδακτος γὰρ ὢν ὁ ἀνὴρ πᾶσαν ἐπὶ στόματος Παλαιάν τε καὶ Καινὴν Γραφὴν ἔφερε, καί, τῷ θείῳ κινούμενος Πνεύματι, ἐφώτισεν αὐτὸν πρὸς τὴν ἀληθῆ θεογνωσίαν. ἐν αὐτῇ δὲ τῇ ἡμέρᾳ ὅτε βαπτισθῆναι ἔμελλε, διδάσκων αὐτόν, ἔλεγεν· Ἰδοὺ τὴν τοῦ Χριστοῦ ἐπείγῃ λαβεῖν σφραγῖδα, καὶ τῷ φωτὶ σημειωθῆναι τοῦ προσώπου Κυρίου. καὶ υἱὸς μὲν γίνῃ Θεοῦ, ναὸς δὲ τοῦ ἁγίου καὶ ζωοποιοῦ Πνεύματος. πίστευε τοίνυν εἰς Πατέρα, καὶ Υἱόν, καὶ Ἅγιον Πνεῦμα, τὴν ἁγίαν καὶ ζωαρχικὴν Τριάδα ἐν τρισὶν ὑποστάσεσι καὶ μιᾷ θεότητι δοξαζομένην, διαιρετὴν μὲν ταῖς ὑποστάσεσι καὶ ταῖς ὑποστατικαῖς ἰδιότησιν, ἡνωμένην δὲ τῇ οὐσίᾳ· ἕνα μὲν γινώσκων Θεὸν ἀγέννητον, τὸν Πατέρα, ἕνα δὲ γεννητὸν Κύριον, τὸν Υἱόν, φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· ἀγαθοῦ γὰρ Πατρὸς ἀγαθὸς ἐγεννήθη Υἱός, φωτὸς δὲ τοῦ ἀγεννήτου φῶς ἐξέλαμψε τὸ ἀΐδιον, καὶ ἐκ τῆς ὄντως ζωῆς ἡ ζωοποιὸς προῆλθε πηγή, καὶ ἐκ τῆς αὐτοδυνάμεως ἡ τοῦ Υἱοῦ δύναμις ἐξεφάνη, ὅς ἐστιν ἀπαύγασμα τῆς δόξης καὶ Λόγος ἐνυπόστατος, ἐν ἀρχῇ ὢν πρὸς τὸν Θεὸν καὶ Θεὸς ἄναρχός τε καὶ ἀΐδιος· δι᾽ οὗ τὰ πάντα ἐγένετο τὰ ὁρατὰ καὶ τὰ ἀόρατα· καὶ ἓν εἰδὼς2 Πνεῦμα Ἅγιον, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, Θεὸν τέλειον, καὶ ζωοποιόν, καὶ ἁγιασμοῦ παρεκτικόν, ταυτοθελές, ταυτοδύναμον, συναΐδιον, ἐνυπόστατον. οὕτως οὖν προσκύνει τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Ἅγιον Πνεῦμα ἐν τρισὶν ὑποστάσεσιν, εἴτ’ οὖν ἰδιότησι, καὶ θεότητι μιᾷ· κοινὸν μὲν γὰρ τῶν τριῶν ἡ θεότης, καὶ μία αὐτῶν ἡ φύσις, μία οὐσία, μία δόξα, μία βασιλεία, μία δύναμις, μία ἐξουσία· κοινὸν δὲ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι τὸ ἐκ τοῦ Πατρός,3 ἴδιον δὲ τοῦ Πατρὸς μὲν ἡ ἀγεννησία, Υἱοῦ δὲ ἡ γέννησις, Πνεύματος δὲ ἡ ἐκπόρευσις. Οὕτω μὲν οὖν ταῦτα πίστευε· καταλαβεῖν δὲ τὸν τρόπον τῆς γεννήσεως ἢ τῆς ἐκπορεύσεως μὴ ἐπιζήτει (ἀκατάληπτος γάρ)· ἐν εὐθύτητι καρδίας ἀπεριέργως προσδέχου ὅτι ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ Ἅγιον Πνεῦμα κατὰ πάντα ἕν εἰσι, πλὴν τῆς ἀγεννησίας καὶ τῆς γεννήσεως καὶ τῆς ἐκπορεύσεως, καὶ ὅτι ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Θεὸς διὰ τὴν ἡμετέραν σωτηρίαν κατῆλθεν ἐπὶ τῆς γῆς εὐδοκίᾳ τοῦ Πατρὸς καὶ συνεργίᾳ τοῦ ἁγίου Πνεύματος, ἀσπόρως συλληφθεὶς ἐν τῇ μήτρᾳ τῆς ἁγίας Παρθένου καὶ Θεοτόκου Μαρίας διὰ Πνεύματος Ἁγίου, καὶ ἀφθόρως ἐξ αὐτῆς γεννηθείς, καὶ ἄνθρωπος τέλειος γενόμενος, καὶ ὅτι αὐτὸς Θεὸς τέλειός ἐστι καὶ ἄνθρωπος τέλειος, γενόμενος ἐκ δύο φύσεων, θεότητός τε καὶ ἀνθρωπότητος, καὶ ἐν δύο φύσεσι4 νοεραῖς, θελητικαῖς τε καὶ ἐνεργητικαῖς καὶ αὐτεξουσίοις, καὶ κατὰ πάντα τελείως ἐχούσαις κατὰ τὸν ἑκάστῃ πρέποντα ὅρον τε καὶ λόγον, θεότητι, φημί, καὶ ἀνθρωπότητι, μιᾷ δὲ συνθέτῳ ὑποστάσει. καὶ ταῦτα ἀπεριέργως δέχου, μηδόλως τὸν τρόπον μαθεῖν ἐκζητῶν, πῶς ἑαυτὸν ἐκένωσεν ὁ Υἱὸς τοῦ Θεοῦ καὶ ἄνθρωπος γέγονεν ἐκ παρθενικῶν
巴拉姆就这样以如此救恩的教理和言语对王子施以教导,使他预备好接受神圣的洗礼,并按惯例嘱咐他在足量的日子里禁食祈祷;巴拉姆不断频繁地去到他那里,向他讲授正统信仰的每一条教义信条,向他口述神圣的福音,此外还向他阐释使徒的训诫与先知的预言;因为此人受神指教,新旧两约全书常含口中,并在圣灵的感动下,光照他认识真切的知神之道。在他即将受洗的那一天,巴拉姆教导他说:“看哪,你正渴望领受基督的印记,被主面容之光所标记;你将成为神的儿子,并成为至圣且赐生命的圣灵的圣殿。因此,你当信父、子及圣灵,信那在三个位格与唯一神性中受赞颂的至圣且为生命本源的三位一体,在位格与其位格固有特质上固然相分,在本体上却相统一:当认明唯一无生的神,即父;以及唯一受生的主,即子,出自光之光,出自真神之真神,在万世之前受生;因为从美善的父生出美善的子,从无生的光辉映出永远的光,从本然的生命涌流出赐生命的泉源,从能力本身显明了子的能力——子正是其荣耀的发光与实质之道,太初便与神同在,是无始且永远的神,万有无论有形无形皆是藉着祂而造的;亦当认明唯一的圣灵,祂由父所发出,是完全的神、赐生命者、圣化的施予者,同意志、同能力、共永远、实质存立。因此,你当在三个位格或特质以及唯一的神性中,敬拜父、子与圣灵;因为神性为三者共有,祂们的本性为一,本体为一,荣耀为一,国度为一,力量为一,权柄为一;由父而出乃是子与圣灵所共有,而无生唯独属于父,受生唯独属于子,发出唯独属于圣灵。因此,你当这样坚信这些事;但切莫试图去理解受生或发出的方式(因为那是无法测度的);当以正直的心毫无妄加揣度地接受:父、子与圣灵在一切事上皆为一体,唯除无生、受生与发出之外;并接受神独生的子、神的道与神,为了我们的救恩,按着父的善意并在圣灵的协助下,降临于世,藉着圣灵无种地受孕于至圣童贞女暨上帝之母马利亚的腹中,不朽坏地由她而生,成为完全的人;并且祂自身是完全的神与完全的人,由神性与人性这两种本性所成,且存在于两种理智的、具意志的、具活力的、自由自主的、并在一切事上按适合各自的界说与原理而达到完全的本性之中——即神性与人性之中——存于唯一复合的位格里。你亦当毫无妄加揣度地接纳这些事,绝不要试图探究神的儿子是如何倒空自己并从童贞的〔血〕成为人的方式——”
- 19.161οὐ διέλιπε συχνάζων
动词 διαλείπω 搭配补充分词 συχνάζων,构成固定句式,意为“不断频繁造访/未曾停止经常前往”。
- 19.162ἕνα μὲν γινώσκων... καὶ ἓν εἰδὼς
分词 γινώσκων 与 εἰδὼς 依附于祈使动词 πίστευε,具体限定信德的内容与方式(“认明……并认明……”),在上下文中具有实际的劝勉功能。
- 19.162κοινὸν δὲ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι τὸ ἐκ τοῦ Πατρός
带冠词的介词短语 τὸ ἐκ τοῦ Πατρός(“由父而出/出于父者”)充当主语,κοινόν 为表语形容词,与格 Υἱῷ καὶ Ἁγίῳ Πνεύματι 表示所属/关联(“为子与圣灵所共有”)。
- 19.163ἐκ δύο φύσεων... καὶ ἐν δύο φύσεσι
基督论的标准教义公式:介词 ἐκ 与 ἐν 严格形成对照,ἐκ δύο φύσεων(“由二性所成”,指神人二性的来源)与 ἐν δύο φύσεσι(“存于二性之中”,指道成肉身之后仍在两本性中不相混乱地存立),忠实承袭了迦克墩公会议以来的传统表述。
