← 大马士革的圣约翰

巴兰和约萨法特

§18.159-18.161

关于真正财富的教导与施舍的劝勉

针对约阿萨夫的疑问,巴拉姆阐明真正的富足在于舍弃物欲、委身于神的属灵丰盛,而物质财富实为极度贫穷。他劝告约阿萨夫将财物施舍给穷人以积攒天上的财宝,并披戴圣灵的全副军装以迎战魔鬼。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18.159

πτωχείᾳ πρὸ μικροῦ ἔλεγες,1 πῶς δὲ νῦν μὲν πένητά με ἀποκαλεῖς, ὅταν δὲ ὑπερπλουτήσω οὐκ εὐμετάδοτον γενέσθαι λέγεις τὸν εὐμετάδοτον νῦν καθεστηκότα; Ὁ δὲ Βαρλαὰμ ἀπεκρίνατο· Οὐ πτωχείᾳ τούτους ἔφην ταλαιπωρεῖσθαι, ἀλλὰ πλούτῳ κομᾶν ἀκενώτῳ. τὸ γὰρ ἀεὶ τοῖς χρήμασι προστιθέναι χρήματα, καὶ μὴ τῆς ὁρμῆς χαλινοῦσθαι, ἀλλὰ καὶ πλειοτέρων ἀκορέστως ὀρέγεσθαι, τοῦτο πενίας ἐσχάτης ἐστί. τοὺς δὲ τῶν παρόντων μὲν ὑπεριδόντας πόθῳ τῶν αἰωνίων, καὶ σκύβαλα ταῦτα ἡγησαμένους, ἵνα Χριστὸν μόνον κερδήσωσι, πᾶσαν δὲ βρωμάτων καὶ ἐνδυμάτων ἀποθεμένους μέριμναν καὶ τῷ Κυρίῳ ταύτην ἐπιρρίψαντας, εὐφραινομένους δὲ τῇ ἀκτησίᾳ, ὡς οὐκ ἄν τις τῶν φιλοκόσμων εὐφρανθείη πλούτῳ καὶ χρήμασι βρίθων, καὶ τὸν πλοῦτον τῆς ἀρετῆς ἀφθόνως ἑαυτοῖς συναγηοχότας, ταῖς ἐλπίσι τε τῶν ἀτελευτήτων τρεφομένους ἀγαθῶν, εἰκότως πλουσιωτέρους σου καὶ πάσης τῆς ἐπιγείου βασιλείας καλέσαιμι.2 τοῦ δὲ Θεοῦ συνεργοῦντός σοι, ἐπιλήψῃ καὶ αὐτὸς τῆς τοιαύτης πνευματικῆς περιουσίας, ἥνπερ ἐν ἀσφαλείᾳ τηρῶν καὶ τοῦ πλείονος ἀεὶ δικαίως ἐφιέμενος, οὐκ ἂν θελήσειάς τι ταύτης κατακενοῦν ὅλως. αὕτη γάρ ἐστιν ἀληθὴς περιουσία· ὁ δὲ τοῦ αἰσθητοῦ πλούτου ὄγκος βλάψειε μᾶλλον τοὺς αὐτοῦ φίλους ἢ ὠφελήσειεν. εἰκότως οὖν πενίαν ἐσχάτην τοῦτον ἀπεκάλεσα, ὅνπερ οἱ ἐρασταὶ τῶν οὐρανίων ἀγαθῶν πάντη ἀπαρνησάμενοι ἔφυγον ἀπ’ αὐτοῦ, ὡς φεύγει τις ἀπὸ ὄφεως. εἰ δέ, ὃν ἀπέκτειναν ἐχθρὸν καὶ τοῖς ποσὶ συνεπάτησαν οἱ συνασκηταί μου καὶ συστρατιῶται, τοῦτον αὖθις ζῶντα παρὰ σοῦ λαβὼν αὐτοῖς ἀπενέγκω, καὶ πρόξενος πολέμων καὶ παθῶν γένωμαι, ἔσομαι αὐτοῖς πάντως ἄγγελος πονηρός· ὅπερ μὴ γένοιτό μοι ποιῆσαι.3 Τὰ αὐτὰ δέ μοι νόει καὶ περὶ ἐνδυμάτων. τοῖς γὰρ ἀπεκδυσαμένοις τὴν τῆς παλαιότητος καταφθορὰν καὶ τὸ τῆς παρακοῆς ἔνδυμα, ὅσον τὸ ἐπ̓ αὐτοῖς, ἀποθεμένοις, τὸν Χριστὸν δὲ ὡς ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης ἐνδεδυμένοις, πῶς αὐτοὺς πάλιν τοὺς δερματίνους ἀμφιάσαιμι χιτῶνας καὶ τὸ τῆς αἰσχύνης περιθήσομαι περιβόλαιον; ἀλλὰ τοὺς μὲν ἐμοὺς ἑταίρους μηδενὸς τῶν τοιούτων ἐπιδεομένους γινώσκων, τῇ τῆς ἐρήμου δὲ ἀρκουμένους ἀσκήσει καὶ τρυφὴν ταύτην λογιζομένους ἀληθεστάτην, τὰ χρήματα καὶ ἱμάτια, ἅπερ τούτοις ἔλεγες παρασχεῖν, τοῖς πένησι διανείμας, θησαυρὸν ἑαυτῷ εἰς τὸ μέλλον ἄσυλον θησαύρισον, τὸν Θεὸν ἑαυτῷ ταῖς ἐκείνων εὐχαῖς ἐπίκουρον θέμενος· οὕτω γὰρ μᾶλλον συνεργῷ τῷ πλούτῳ πρὸς τὰ καλὰ χρήσαιο. εἶτα καὶ τὴν πανοπλίαν τοῦ πνεύματος περιβαλλόμενος, καὶ τὴν μὲν ὀσφὺν ἐν ἀληθείᾳ περιζωσάμενος, ἐνδυσάμενος δὲ καὶ τὸν τῆς δικαιοσύνης θώρακα, περιθέμενός τε καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου, καὶ τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης ὑποδησάμενος, μετὰ χεῖράς τε τὸν τῆς πίστεως ἀναλαβὼν θυρεόν, καὶ τὴν τοῦ πνεύματος μάχαιραν, ἥ ἐστι ῥῆμα Θεοῦ, καὶ πάντοθεν ἄριστα καθοπλισθεὶς καὶ περιφραξάμενος, οὕτω πεποιθὼς πρὸς τὸν κατὰ τῆς ἀσεβείας ἔξελθε πόλεμον, ὡς ἄν, ταύτην τροπωσάμενος καὶ τὸν αὐτῆς ἀρχηγὸν διάβολον εἰς γῆν καταρράξας, τοῖς τῆς νίκης στεφάνοις κοσμηθήσῃ ἐκ τῆς ζωαρχικῆς δεξιᾶς τοῦ Δεσπότου.

……极度的贫穷,你方才如是说;而你如今又怎能称我为贫穷,并说当我极度富足之时,现今慷慨好施的我反倒会变得不愿施舍呢?”巴拉姆回答道:“我并未说他们因贫穷而受尽磨难,而是说他们因享有取之不尽的财富而自豪。因为不断将钱财累加于钱财之上,不遏制自己的冲动,反而永不知足地渴求更多,这才是极度的贫穷。相反,那些因向往永恒事物而蔑视现世、将现世之物看作粪土以求单单赢得基督的人,那些卸下对饮食与衣裳的一切忧虑并将其托付给主的人,那些以一无所有为乐——其喜乐之甚,绝非任何贪恋世俗者即使金银财宝堆积如山所能体会——并将美德的财富丰盛地积聚于自身、靠着永无止境的美善之盼望得以滋养的人,我理当称他们比你以及地上整个王国都更为富足。在神的协助下,你自己亦将得着这般的属灵丰盛;当你妥善保守它并始终公义地渴求更大之物时,你决不会愿意将它丝毫倒空。因为这才是真正的丰盛;而感官财富的重负对爱慕它的人而言,害处远甚于益处。因此,我理当将这种财富称为极度的贫穷,因为天国美善的爱慕者们早已断然弃绝了它,自它面前逃离,犹如人逃避毒蛇一般。然而,对于我的苦修同伴与军旅同道所击杀并践踏在脚下的仇敌,若我再次从你手中活着领受并将它带回给他们,成为战争与情欲的祸媒,那我对他们而言必成了一个恶使;愿我绝不做出这等事来!关于衣裳,你亦当同样作如是观:那些脱去了陈旧败坏,且在自身能力所及之内卸下悖逆之衣,并将基督作为救恩的外袍与喜乐的内袍披戴在身的人,我怎能再次让他们穿上皮衣,并为他们披上羞耻的披巾呢?相反,你既知我的同伴并不缺乏这等事物,而是安于旷野的苦修并将此视为至真之奢华,就当将你所说要供给他们的金钱与衣裳分给穷人,藉着他们的祈祷使神成为你的助佑,为你自己在将来积攒无法被劫掠的财宝;因为如此一来,你方能更好地将财富作为行善的帮手加以使用。然后,你当披戴圣灵的全副军装,以真理束腰,穿上公义的护胸甲,戴上救恩的头盔,脚穿和平之福音的预备之鞋,手中拿起信德的藤牌与圣灵的宝剑, 即神的道;在四面皆装备完备且受到周全防护的情形下,如此怀着坚定的信靠迈向抵抗不敬虔的争战,以便在击溃不敬虔并将它的魁首魔鬼击倒在地之后,得以从主宰者赐予生命的右手接受荣耀的胜利冠冕。”

语法注3 条
  1. 18.159πτωχείᾳ πρὸ μικροῦ ἔλεγες

    这里的与格 πτωχείᾳ 承接上一段结尾处的内容(οὕσπερ πολλῇ συζῆν ἀκτημοσύνῃ καὶ ἐσχάτῃ ταλαιπωρεῖσθαι),作 ταλαιπωρεῖσθαι 的方式或原因与格(“在极度的贫困中受尽折磨”)。它与紧接着的 πῶς δὲ νῦν μὲν... 相呼应,引出约阿萨夫对前后说法不一的质询。

  2. 18.159τοὺς δὲ τῶν παρόντων μὲν ὑπεριδόντας ... εἰκότως πλουσιωτέρους σου καὶ πάσης τῆς ἐπιγείου βασιλείας καλέσαιμι

    这是一个带有大幅倒装与离隔的长句双宾格结构(二重对格)。核心句式为:τοὺς ... ὑπεριδόντας [及其并列的一系列宾格分词] πλουσιωτέρους σου ... καλέσαιμι(“我理当称那些轻视……的人比你更为富足”)。潜在希求法动词 καλέσαιμι 统领宾语冠词 τοὺς 及其修饰的一长串分词(ἡγησαμένους, ἀποθεμένους, ἐπιρρίψαντας, εὐφραινομένους, συναγηοχότας, τρεφομένους),并带宾语补足语 πλουσιωτέρους。

  3. 18.160ὅπερ μὴ γένοιτό μοι ποιῆσαι

    中性关系代词 ὅπερ(指代前述整个假设情境)与表达愿望/祈求避忌的否定希求法(μὴ γένοιτο)以及作主语/补语的不定词(ποιῆσαι)结合,构成惯用句式:“愿绝不临到我去做此事”(即“愿我绝不做出这等事”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:18.159-18.161