- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:18.156-18.158
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
约阿萨夫亲见巴拉姆极度苦修的躯体后大受震动,恳求随同前往旷野,巴拉姆则以瞪羚幼崽的比喻劝他留居原地受洗,并称旷野苦修者远比王室更为富有。
καὶ νῦν ἰδοὺ τῇ τοῦ Θεοῦ δυνάμει, ὅσον τὸ ἐπ’ ἐμοί, τὴν διακονίαν μου πεποίηκα, τὴν αὐτοῦ καταγγείλας σοι γνῶσιν καὶ τὸ τῶν προφητῶν καὶ ἀποστόλων γνωρίσας κήρυγμα, διδάξας τε ἀπλανῶς καὶ φιλαλήθως τὴν τῶν παρόντων ματαιότητα καὶ οἵων κακῶν ὁ κόσμος γέμει, χαλεπῶς ἀπατῶν τοὺς αὐτῷ πειθομένους καὶ πολυτρόπως αὐτοὺς παγιδεύων. λοιπὸν πορευθῆναί με δεῖ ὅθεν ἐλήλυθα. καὶ τηνικαῦτα, τὸ ἀλλότριον ἀποθέμενος σχῆμα, τὸ ἴδιον ἔσομαι ἐνδεδυμένος. Δυσωπεῖ τοίνυν τὸν γέροντα ὁ Ἰωάσαφ ὀφθῆναι αὐτῷ τῷ συνήθει αὐτοῦ ἐνδύματι. τότε ὁ Βαρλαὰμ ἀπεκδυσάμενος ὃ ἦν περιβεβλημένος ἱμάτιον, θέαμα ὤφθη φοβερὸν τῷ Ἰωάσαφ. ἦν γὰρ ἡ πᾶσα μὲν τῆς σαρκὸς ποιότης δεδαπανημένη, μεμελανωμένον δὲ τὸ δέρμα ἐκ τῆς ἡλιακῆς φλογώσεως καὶ περιτεταμένον τοῖς ὀστέοις, ὡς εἴ τις δοράν τινα περιτείνει ἐν λεπτοῖς καλάμοις· τρίχινον δέ τι ῥάκος ἐρρικνωμένον καὶ λίαν τραχὺ περιεζώννυτο ἐξ ὀσφύος μέχρι γονάτων· ὅμοιον δὲ τούτου παλλίον περιεβέβλητο κατὰ τῶν ὤμων. Ὑπερθαυμάσας δὲ ὁ Ἰωάσαφ τῆς σκληρᾶς ταύτης διαγωγῆς τὸ ἐπίπονον, καὶ τὸ τῆς καρτερίας ὑπερβάλλον ἐκπλαγείς, σφοδρῶς ἐδάκρυε, καί φησι πρὸς τὸν γέροντα· Ἐπεί με τῆς πικρᾶς τοῦ διαβόλου δουλείας ἐλευθερῶσαι ἥκεις, τέλος σου τῇ εὐεργεσίᾳ ἐπιθεὶς Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου,1 καί, παραλαβών με μετὰ σοῦ, ἄγωμεν ἐντεῦθεν, ἵνα τέλεον λελυτρωμένος τῆς τοῦ κόσμου ἀπάτης τὴν σφραγῖδα τηνικαῦτα δέξωμαι τοῦ σωτηρίου βαπτίσματος, καὶ κοινωνός σοι τῆς θαυμαστῆς ταύτης φιλοσοφίας καὶ ὑπερφυοῦς ἀσκήσεως γένωμαι. Εἶπε δὲ Βαρλαὰμ πρὸς αὐτόν· Νεβρὸν δορκάδος ἔτρεφέ τις τῶν πλουσίων. αὐξηθεῖσα δὲ αὕτη τὰς ἐρήμους ἐπόθει, τῇ φυσικῇ ἑλκομένη ἕξει. ἐξελθοῦσα τοίνυν ἐν μιᾷ, εὑρίσκει ἀγέλην δορκάδων βοσκομένων καὶ ἐχομένη τούτων περιῆγεν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ, ὑποστρέφουσα μὲν τὸ πρὸς ἑσπέραν, ἅμα δὲ πρωΐ, τῇ τῶν ὑπουργούντων ἀμελείᾳ, ἐξερχομένη καὶ τοῖς ἀγρίοις συναγελάζουσα. ἐκείνων δὲ πορρωτέρω μεταθεμένων νέμεσθαι, συνηκολούθησε καὶ αὐτή. οἱ δὲ τοῦ πλουσίου ὑπηρέται, τοῦτο αἰσθόμενοι, ἐφ’ ἵππων ἀναβάντες, κατεδίωξαν ὀπίσω αὐτῶν, καὶ τὴν μὲν ἰδίαν δορκάδα ζωγρήσαντες, καὶ ἐπαναστρέψαντες οἴκαδε, ἀπρόϊτον τοῦ λοιποῦ ἔθεντο· τῆς δὲ λοιπῆς ἀγέλης τὰς μὲν ἀπέκτειναν, τὰς δὲ κακῶς διέθεντο. τὸν αὐτὸν δὴ τρόπον δέδοικα γενέσθαι καὶ ἐφ’ ἡμᾶς, εἰ συνακολουθήσεις μοι· μήποτε καὶ τῆς σῆς ἀποστερηθῶ συνοικήσεως, καὶ κακῶν πολλῶν τοῖς ἑταίροις μου γένωμαι πρόξενος κρίματός τε αἰωνίου τῷ σῷ γεννήτορι. ἀλλὰ τοῦτό σε βούλεται ὁ Κύριος, νῦν μὲν σημειωθῆναι τῇ σφραγῖδι τοῦ θείου βαπτίσματος, καὶ μένειν ἐπὶ χώρας, πάσης ἀντεχόμενον εὐσεβείας καὶ τῆς τῶν ἐντολῶν τοῦ Χριστοῦ ἐργασίας.
“如今看哪,靠着神的大能,就我而言,我已经尽了我的职分,向你传扬了对祂的认识,阐明了先知与使徒的宣道,并毫无偏差且以爱真理之心教导了现世的虚妄,以及这世界充满了何等邪恶,残酷地欺骗那些听从它的人,并以千方百计诱捕他们。此后我必须回到我来之处;届时,我将脱下这异样的装束,穿上属于我自己的衣裳。”于是约阿萨夫恳求老人以他惯常的装束显现给他看。巴拉姆便脱去他所披的外衣,在约阿萨夫面前显出一幅令人敬畏的景象。因为他的血肉之躯已彻底耗尽,皮肤因烈日灼烧而焦黑,紧绷在骨骼之上,恰如有人将兽皮蒙在纤细的芦苇上一般;一条皱缩且极其粗糙的粗毛破布自腰间裹至膝盖,一条相似的小披风则披在肩头。约阿萨夫对这种严酷生活的艰辛极感惊异,并为其超绝的忍耐所震撼,痛哭流涕,对老人说道:“你既来将我从魔鬼残酷的奴役中释放出来,就请为你施行的恩惠画上圆满的句号,领我的灵魂出监牢吧; 求你带上我,让我们离开这里,好叫我彻底从世界的虚妄中赎买出来,届时领受救恩洗礼的印记,与你一同在这奇妙的哲学与超绝的苦修中有份。”巴拉姆却对他说:“有一位富人曾喂养一只瞪羚幼崽。这只小兽长大后,因受天生习性的吸引而向往旷野。有一日它走出去,遇见一群正在吃草的瞪羚,便跟随它们在林间原野上游荡,傍晚时返回,清晨又因仆役的懈怠而溜出,与野兽结群。后来那群瞪羚迁往更远之处觅食,它也紧随其后。富人的仆役察觉此事,便策马追赶,生擒了他们自己的瞪羚带回家中,自此禁足;而对于其余的兽群,他们杀死了几只,重创了其余的。同样地,我也害怕若是你随我而去,这样的事也会发生在我们身上:免得我既失去与你的同住,又给我的同道招来诸多祸患,更使你的父亲招致永远的审判。然而主对你的旨意乃是:如今先受神圣洗礼的印记,留在此地,坚守一切敬虔并践行基督的诫命。
ἐπὰν δὲ δῴη καιρὸν ὁ πάντων δοτὴρ τῶν καλῶν, τηνικαῦτα καὶ ἐλεύσῃ πρὸς ἡμᾶς, καὶ τὸ ὑπόλοιπον τῆς παρούσης ζωῆς ἀλλήλοις συνοικήσαιμεν.2 πέποιθα δὲ τῷ Κυρίῳ καὶ ἐν τῇ μελλούσῃ διαγωγῇ ἀδιαστάτους ἡμᾶς εἶναι. Αὖθις δὲ ὁ Ἰωάσαφ δακρύων φησὶ πρὸς αὐτόν· Εἰ τῷ Κυρίῳ ταῦτα δοκεῖ, τὸ θέλημα αὐτοῦ γενέσθω. τελειώσας οὖν με λοιπὸν τῷ θείῳ βαπτίσματι, καὶ λαβὼν παρ’ ἐμοῦ χρήματα καὶ ἱμάτια εἰς διατροφὴν καὶ ἀμφίασιν σοῦ τε καὶ τῶν ἑταίρων σου, ἄπελθε εἰς τὸν τόπον τῆς ἀσκήσεώς σου, τῇ τοῦ Θεοῦ εἰρήνῃ φρουρούμενος. κἀμοῦ μὴ διαλίπῃς ὑπερευχόμενος, ἵνα μὴ ἐκπέσοιμι τῆς ἐλπίδος μου, ἀλλὰ θᾶττον ἰσχύσω καταλαβεῖν σε καὶ ἐν ἡσυχίᾳ βαθείᾳ τῆς παρὰ σοῦ ἀπολαύειν ὠφελείας. Ὁ δὲ Βαρλαὰμ ἔφη· Τὴν μὲν τοῦ Χριστοῦ σε λαβεῖν σφραγῖδα τὸ κωλῦον οὐδέν. εὐτρέπισον λοιπὸν σεαυτόν· καί, τοῦ Κυρίου συνεργοῦντος, τελειωθήσῃ. περὶ ὧν δὲ εἶπας χρημάτων τοῖς ἑταίροις μου παρασχεῖν, πῶς ἔσται τοῦτο, σὲ τὸν πένητα τοῖς πλουσίοις ἐλεημοσύνην διδόναι;3 οἱ πλούσιοι γὰρ ἀεὶ τοὺς πένητας εὐεργετοῦσιν, οὐ μὴν δὲ οἱ ἄποροι τοὺς εὐπόρους. ὁ γὰρ ἔσχατος πάντων τῶν ἑταίρων μου πλουσιώτερός σου ἀσυγκρίτως καθέστηκεν. ἀλλὰ πέποιθα εἰς τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ καί σε ὅσον οὕπω ὑπερπλουτῆσαι· καὶ οὐκ εὐμετάδοτος τηνικαῦτα ἔσῃ. Εἶπε δὲ ὁ Ἰωάσαφ πρὸς αὐτόν· Σαφήνισόν μοι τὸν λόγον, πῶς ὁ πάντων ἔσχατος τῶν σῶν ἑταίρων ὑπέρκειταί μου τῷ πλούτῳ, οὕσπερ πολλῇ συζῆν ἀκτημοσύνῃ καὶ ἐσχάτῃ ταλαιπωρεῖσθαι
待赐诸般美善者赐下时机,届时你亦将前往我们那里,我们便可在今生余下的岁月里共同生活。我亦深信在主里,我们于来世的生活中亦将永不分离。”约阿萨夫再次流泪对他说道:“若主以为善,愿祂的旨意成就。那么请以神圣洗礼成全我,并从我这里收下供你及你的同伴维持生计与穿着的金钱与衣裳,在神的平安护佑下返回你的苦修之地吧。且请不要停止为我代祷,免得我失落了盼望,反倒能更快赶上你,并在深邃的宁静中得享从你而来的益处。”巴拉姆说道:“至于你领受基督的印记,并无任何阻碍。你当预备好自己;在主的协助下,你必得完全。然而论及你所说提供给我同伴的金钱,岂有此理,你这贫穷之人竟要向富足之人施舍吗?因为向来是富人周济穷人,绝非匮乏者周济充裕者。我同伴中最微小的一位,其富足亦无可比拟地超越于你。但我仰赖神的怜悯,深信你不日亦将极度富足;届时你便不会如此轻易施舍了。”约阿萨夫对他说:“请向我阐明这番话:为何你同道中最微小的一位能在财富上胜过我,而他们分明过着极度一无所有的生活,忍受着无以复加的苦难……”
- 18.156τέλος σου τῇ εὐεργεσίᾳ ἐπιθεὶς Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου
祈使语气动词 Ἐξάγαγε 系直接引用自《七十士译本》诗篇(第141篇第8节),紧接在分词 ἐπιθείς 之后充当主要祈使动词。在句法上,它充当嵌入句中的圣经呼求:“为你所施的恩惠画上句号,‘领我的灵魂出监牢’吧”。
- 18.158ἐπὰν δὲ δῴη καιρὸν ... συνοικήσαιμεν
连词 ἐπάν 后接希求语气 δῴη 而非古典常规的虚拟语气,主句亦使用未带 ἄν 的希求语气 συνοικήσαιμεν。这体现了后世拜占庭希腊语中希求语气的扩展用法,用以表达未来不确定的假定或伴随愿望的潜势陈述。
- 18.158σὲ τὸν πένητα τοῖς πλουσίοις ἐλεημοσύνην διδόναι
位于疑问句 πῶς ἔσται τοῦτο 之后的“对格加不定词”结构(主语 σὲ τὸν πένητα + 宾语 ἐλεημοσύνην + 不定词 διδόναι)。该结构同格解释指示代词 τοῦτο 的具体内容,意为“你这贫者向富者施舍,这事怎能发生”。
