- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:18.153-18.155
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴拉姆引证圣经阐明不惧肉体死亡之理并以自身冒死前行为证,继而向约阿萨夫详述了旷野修士微薄的食粮、粗敝的衣着,以及自己为搭救他而借衣乔装的缘由。
καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι, ἐφ’ ᾧ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ’ ἐπενδύσασθαι,1 ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς. καὶ πάλιν· Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; καὶ αὖθις· Ἐπιθυμῶ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι. ὁ δὲ Προφήτης, Πότε ἥξω, φησί, καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; ὅτι δὲ καὶ ἐμοὶ τῷ πάντων ἐλαχιστοτέρῳ οὐδόλως τὸν αἰσθητὸν θάνατον δεδοικέναι δοκεῖ, ἔξεστί σοι γνῶναι τῷ παρ’ οὐδὲν θέμενόν με τὴν τοῦ σοῦ πατρὸς ἀπειλὴν ἀδεῶς παραγενέσθαι2 πρὸς σὲ καὶ τὸν σωτήριόν σοι καταγγεῖλαι λόγον, ἀκριβῶς περ εἰδότα ὡς, εἰ ἔλθοι αὐτῷ εἰς γνῶσιν ταῦτα, μυρίοις με, εἰ δυνατόν, καθυποβαλεῖ θανάτοις. ἀλλ’ ἔγωγε, τὸν τοῦ Θεοῦ λόγον πάντων προκρίνων καὶ αὐτοῦ ποθῶν ἐπιτυχεῖν, οὔτε πτοοῦμαι τὸν πρόσκαιρον θάνατον, οὔτε τῆς τοιαύτης αὐτὸν προσηγορίας ἄξιον ὅλως ἀποκαλῶ, τῇ Δεσποτικῇ πειθόμενος ἐντολῇ, τῇ λεγούσῃ· Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ. Ταῦτα μὲν οὖν, φησὶν ὁ Ἰωάσαφ, τῆς ἀληθινῆς ὑμῶν φιλοσοφίας τὰ κατορθώματα, ὑπεραναβεβηκότα λίαν τὴν τῶν γηΐνων φύσιν τῶν δυσαποσπάστως τῆς παρούσης ἐχόντων ζωῆς· καὶ μακάριοι ὑμεῖς τοιαύτης ἐχόμενοι ἀνδρειοτάτης γνώμης.
因为我们在这帐棚里的人叹息劳苦,并非愿意脱去,乃是愿意穿上,好叫这必死的被生命吞灭。又说:‘我真是苦啊!谁能救我脱离这取死的身体呢?’又说:‘我情愿离世与基督同在。’先知亦云:‘我几时得朝见神的面呢?’至于对我这在众人中最微小的人来说,也全然不致惧怕肉体的死亡,这一点你尽可以通过我视你父的威吓如无物、毫无惧色地来到你面前向你传扬拯救之道来获知,即便我明知倘若这些事传入他的耳中,他若能做得到,定会将我置于千万次的死地。然而我却将神的道置于万事之上并渴望得着它,既不畏惧这短暂的一死,也全然不称其配得这般名号,因为我谨遵主的诫命,那诫命说道:‘那杀身体不能杀灵魂的,不要怕他们;惟有能把身体和灵魂都灭在地狱里的,正要怕祂。’ 约阿萨夫说道:“这些事诚然是你们真正哲学的功绩,极大超越了那些对今世生命执迷不舍的属地之人的本性;持守如此英勇心志的你们是有福的。
τίς δέ σου καὶ τῶν σὺν σοὶ ἐν τῇ τοιαύτῃ ἐρήμῳ ἡ διατροφή, πόθεν δὲ τὰ ἐνδύματα καὶ ποταπά, γνώρισόν μοι φιλαλήθως. Ὁ δὲ Βαρλαὰμ φησίν. Ἡ μὲν διατροφὴ ἐκ τῶν εὑρισκομένων ἐστὶν ἀκροδρύων καὶ βοτανῶν ὧν ἡ ἔρημος τρέφει, δρόσῳ ποτιζομένη οὐρανίῳ καὶ τῇ προστάξει τοῦ Δημιουργοῦ εἴκουσα, ἐφ’ οἷς οὐδείς ἐστιν ὁ μαχόμενος ἡμῖν καὶ φιλονεικῶν καὶ τὸ πλέον ζητῶν ἁρπάζειν τῷ τῆς πλεονεξίας ὅρῳ τε καὶ λόγῳ· ἀλλ’ ἀφθόνως πᾶσι πρόκειται ἀνήροτος τροφὴ καὶ αὐτοσχέδιος τράπεζα. εἰ δέ ποτε καὶ τῶν πλησιαζόντων τις πιστῶν ἀδελφῶν ἄρτου ἐνέγκοι εὐλογίαν, ὡς παρὰ τῆς προνοίας πεμφθέντα δεχόμεθα τοῦτον ἐπ’ εὐλογίᾳ τῶν πιστῶς προσενεγκόντων. τὰ δὲ ἐνδύματα ἀπὸ ῥακίων εἰσὶ τριχίνων καὶ μηλωταρίων ἢ σεβεννίνων, πεπαλαιωμένα πάντα καὶ πολύρραφα, πάνυ κατατρύχοντα τὸ ἀσθενὲς τοῦτο σαρκίον. τὸ αὐτὸ γὰρ ἡμῖν ἐστι περιβόλαιον θέρους τε καὶ χειμῶνος, ὅπερ οὐδόλως, ἐξ ὅτου ἐνδυσόμεθα, ἐκδύσασθαι θέμις, μέχρις ἂν παλαιωθὲν τέλεον διαφθαρῇ. οὕτω γὰρ ταῖς τοῦ κρύους καὶ φλογώσεως ἀνάγκαις ταλαιπωρούμενοι τὴν τῶν μελλόντων τῆς ἀφθαρσίας ἐνδυμάτων ποριζόμεθα ἑαυτοῖς ἀμφίασιν. Τοῦ δὲ Ἰωάσαφ εἰπόντος· Πόθεν δέ σου τοῦτο τὸ ἱμάτιον ὃ περιβέβλησαι; ὁ γέρων ἔφη· Ἐν χρήσει τοῦτο παρά τινος τῶν πιστῶν ἀδελφῶν εἴληφα, τὴν πρός σε μέλλων πορείαν ποιήσασθαι· οὐ γὰρ ἔδει με τῷ συνήθει ἐνδύματι παραγενέσθαι. καθάπερ τις ἔχων προσφιλέστατον συγγενῆ αἰχμάλωτον ἐν ἀλλοδαπεῖ ἀπαχθέντα ἔθνει, καὶ τοῦτον βουλόμενος ἐκεῖθεν ἐξαγαγεῖν, ἀποθέμενος αὐτοῦ τὴν ἐσθῆτα καὶ τὸ τῶν ὑπεναντίων ὑποδὺς προσωπεῖον τὴν ἐκείνων καταλάβοι χώραν, καὶ πολυτρόπως τὸν οἰκεῖον τῆς πικρᾶς ἐλευθερώσειε τυραννίδος· τὸν αὐτὸν δὴ τρόπον κἀγὼ3 τὰ κατά σε μυηθείς, τοῦτο περιθέμενος τὸ σχῆμα, ἦλθον τὸν σπόρον τοῦ θείου κηρύγματος τῇ σῇ καταβαλεῖν καρδίᾳ, καὶ τῆς δουλείας λυτρώσασθαι τοῦ δεινοῦ κοσμοκράτορος.
然而,在这样的旷野中,你与同道之人的食物究竟是什么,衣裳又从何而来、是何形貌,请以爱真理之心告知于我。” 巴拉姆说道:“所谓食物,乃是就地可得的果实与草木,由旷野所出产,受天上甘露之润泽并顺从造物主的吩咐;对于这些食物,绝无任何人按着贪婪的规条与理据同我们相争、互竞或图谋强取多占;反之,无需耕作的食物与信手而得的席面,毫无保留地陈列于所有人面前。若有时近旁的信徒弟兄有人送来作为祝福的饼,我们便将其视作由天意所赐而领受,以此作为忠信奉献者的福分。至于衣裳,乃是由粗毛破布、羊皮或棕榈纤维制成,尽皆破旧且缀满补丁,极大磨难着这孱弱的肉躯。因为我们冬夏皆着同一件外衣,自我们穿上之后,直到其彻底陈腐毁坏为止,绝无脱下的道理。因为我们如此承受严寒与灼热之苦,为自己置办将来不朽的衣袍。” 约阿萨夫问道:“那么你身上所披的这件外衣又是从何而来的呢?”老人答道:“这是我行将动身前往你处时,自一位信徒弟兄处借得的;因为我本不当身着惯常的装束前来。正如有人若有最亲爱的同族在异邦之地被掳为囚徒,欲将其从该处领出,便脱去自己的衣裳,扮作敌对者的外貌潜入其国境,千方百计将骨肉同胞从残酷的暴政下解救出来;同样地,我既获悉关于你的诸事,便披上这副行头来到此处,为要将神圣宣道的种子播入你的心田,并将你从那可怖的世界统治者的奴役中赎买出来。”
- 18.153ἐφ’ ᾧ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ’ ἐπενδύσασθαι
短语 ἐφ’ ᾧ 系承袭新约圣经(哥林多后书 5:4)引文的连词用法。它可表条件(“在……条件下”)或原因(“因为”),在此处与否定词 οὐ 连用,用于界定动机,意为“并非因为我们想要脱去,而是……”。
- 18.153ἔξεστί σοι γνῶναι τῷ παρ’ οὐδὲν θέμενόν με τὴν τοῦ σοῦ πατρὸς ἀπειλὴν ἀδεῶς παραγενέσθαι
带冠词不定式的与格 τῷ ... παραγενέσθαι 作表手段或原因的工具性与格(“通过……来到”)。宾格代词 με 用作该不定式的逻辑主语,与之同格一致的分词 θέμενον 以及后文的 εἰδότα 共同构成了宾格不定式结构,修饰主句 ἔξεστί σοι γνῶναι(“你可以知晓”),用以提供其毫无惧色的客观明证。
- 18.155καθάπερ τις ... καταλάβοι ... ἐλευθερώσειε ... τὸν αὐτὸν δὴ τρόπον κἀγὼ
在比喻句(καθάπερ ...)中,由 καθάπερ 引导的从句使用了不带 ἄν 的希求法 καταλάβοι 与 ἐλευθερώσειε,用以描绘假想的情境或可能性(类似潜在希求法)。与之相呼应的比喻主句则使用了直陈式不定过去时 τὸν αὐτὸν δὴ τρόπον κἀγὼ ... ἦλθον(“同样我也来了”),以对照现实中的行动。
