- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:18.149-18.152
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
约阿萨夫赞叹巴拉姆对教义的阐述,并询问其年龄、住所与同道。巴拉姆回答自己为四十五岁,解释称唯有归信基督之后的岁月方为真正的生命,并阐明肉身的死亡不过是通向永恒生命的过渡。
Εἶπε δὲ πρὸς αὐτὸν ὁ Ἰωάσαφ· Εἰ πάνυ πολὺν χρόνον ἐσκόπησας, σοφώτατε, πῶς ἂν ἄριστα τὴν λύσιν τῶν προβληθέντων ζητημάτων ἡμῖν σαφηνίσαις, οὐκ ἂν ἄμεινον τοῦτό μοι ποιῆσαι ἐδόκεις, ἢ τοιαῦτά μοι λέγων ὁποῖά μοι νῦν ἐξεῖπας,1 δημιουργὸν μὲν πάντων καὶ συνοχέα τὸν Θεὸν διδάξας, ἀκατάληπτον δὲ λογισμοῖς ἀνθρωπίνοις τὴν δόξαν τῆς μεγαλωσύνης αὐτοῦ λόγοις ἀναντιρρήτοις ἀποδείξας, καὶ ὅτι οὐκ ἄλλος τις ἰσχύει ταύτης ἐφικέσθαι, ἀλλ’ οἷς ἂν αὐτός, καθ’ ὅσον κελεύει, ἀποκαλύψειε. διό σου τὴν λογιωτάτην ὑπερτεθαύμακα σοφίαν. Ἀλλά μοι φράσον, μακαριώτατε, πόσων μὲν χρόνων αὐτὸς ὑπάρχεις, ἐν ποίοις δὲ τόποις τὰς διατριβὰς κέκτησαι, τίνας δὲ τοὺς συμφιλοσοφοῦντάς σοι ἔχεις. κραταιῶς γάρ μου ἡ ψυχὴ τῆς σῆς ἐξήρτηται, καὶ οὐδαμῶς σου τὸν πάντα μου χρόνον τῆς ζωῆς χωρισθῆναι θέλω. Ὁ δὲ γέρων ἔφη· Χρόνων μὲν εἰμί, ὡς εἰκάζω, τεσσαρακονταπέντε· ἐν ἐρήμοις δὲ τῆς γῆς Σεναὰρ διάγων συναγωνιστὰς κέκτημαι τοὺς πρὸς τὸν δρόμον τῆς ἄνω πορείας συμπονοῦντας καὶ συναμιλλωμένους. Πῶς, φησὶν ὁ Ἰωάσαφ, ταῦτά μοι λέγεις; ἐπέκεινα γάρ μοι φαίνῃ τῶν ἑβδομήκοντά που ἐνιαυτῶν. τίς οὖν ὁ λόγος σοι τῶν τεσσαρακονταπέντε βούλεται χρόνων; οὐ δοκεῖς γάρ μοι ἐν τούτῳ ἀληθεύειν. Εἶπε δὲ Βαρλαὰμ πρὸς αὐτόν· Εἰ μὲν τοὺς ἀπὸ γενέσεως χρόνους μου μαθεῖν ζητεῖς, καλῶς τούτους ἀπείκασας ἐπέκεινα τῶν ἑβδομήκοντά που ὑπάρχειν· ἀλλ’ ἔμοιγε οὐδόλως εἰς μέτρον ζωῆς ἐλογίσθησαν ὅσοι τῇ ματαιότητι τοῦ κόσμου δεδαπάνηντο. ὅτε γὰρ ἔζων τῷ σαρκίῳ δεδουλωμένος ταῖς ἁμαρτίαις, νεκρὸς ἤμην τὸν ἔσω ἄνθρωπον. τοὺς οὖν τῆς νεκρώσεως χρόνους οὐκ ἄν ποτε ζωῆς ὀνομάσαιμι. ἐξ ὅτου δὲ ὁ κόσμος ἐμοὶ ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ, καί, ἀποθέμενος τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, οὐκ ἔτι ζῶ τῇ σαρκί, ἀλλὰ ζῇ ἐν ἐμοὶ ὁ Χριστός, ὃ δὲ ζῶ τῇ πίστει ζῶ2 τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ, τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ, τούτους εἰκότως καὶ ζωῆς χρόνους καὶ ἡμέρας σωτηρίας καλέσαιμι, οὓς περὶ τὰ τεσσαρακονταπέντε συναριθμῶν ἔτη, κατὰ λόγον σοι καὶ οὐκ ἀπὸ σκοποῦ τὴν τούτων ἐξεῖπον ἀρίθμησιν. καὶ σὺ τοίνυν τοῦ τοιούτου ἔχου λογισμοῦ ἑκάστοτε, μηδόλως ζῆν ὑπολαμβάνων τοὺς νενεκρωμένους μὲν πρὸς πᾶσαν ἀγαθοεργίαν, ζῶντας δὲ ταῖς ἁμαρτίαις καὶ τῷ κοσμοκράτορι καθυπουργοῦντας τῶν κάτω συρομένων, ἐν ἡδοναῖς τε καὶ ἐπιθυμίαις πονηραῖς τὸν βίον δαπανῶντας· ἀλλὰ τεθανατωμένους τούτους εὖ ἴσθι τυγχάνειν καὶ νενεκρωμένους τῇ τῆς ζωῆς ἐνεργείᾳ. τὴν γὰρ ἁμαρτίαν θάνατον τῆς ἀθανάτου ψυχῆς σοφός τις ἐκάλεσεν εἰκότως· φησὶ δὲ καὶ ὁ Ἀπόστολος·
约阿萨夫对他说:“至智者啊,即便你经过极长时日的深思熟虑,思考如何才能最妥善地为我们阐明所提出诸疑问的解答,依我看来,你也绝不可能做得比向我讲述你如今所言之语更为完备了——你教导了神是万有的创造者与维系者,并以无可辩驳的言辞证明了祂威严的荣耀是人类的理智所无法企及的,且除祂亲自按其意愿所启示的人之外,再无人能达于此境。 因此,我对你那至为博洽的智慧深感惊叹。然而,至福者啊,请告诉我,你自身究竟高寿几何?你在何处安身居留?你有何人作为与你共同求道哲思的同道?因为我的灵魂已深深依系于你的灵魂,在我有生之年的全部岁月里,我决不愿与你分离。” 老人说道:“据我推算,我的岁数为四十五岁;我寄居在希纳尔之地的旷野中,拥有那些为奔赴向上之旅而与我同受劳苦、彼此勉励奋进之人作为并肩作战的道友。” 约阿萨夫说道:“你怎能对我讲这些话呢?因为在我看来,你大概已有七十余岁了。那么你所说的四十五岁究竟是什么意思呢?因为在我看来,你在此事上并未说实话。” 巴拉姆对他说:“倘若你想要得知自我肉身诞生以来的岁数,你推测其大约已有七十余岁确实是准确的;但在我看来,凡虚耗在世俗虚妄之中的岁月,全然算不得生命的尺度。因为当我昔日屈从于肉躯、作罪恶的奴隶而生活时, 我的内在之人是死沉的。因此,我绝不会将那死寂的年日称为生命。然而,自从世界对我已经钉在十字架上,我对世界也已经钉在十字架上,并且脱去了因受惑之私欲而败坏的旧人,不再按肉体活着,而是基督在我里面活着,并且我如今活着乃是因信神的儿子而活——祂爱我,为我舍己——从那时起的岁月,我便当之无愧地称之为生命的岁月与拯救的白昼;把这些年岁合算起来约有四十五年,我是依循正理且绝非信口开河地将这数目告知于你的。因此,你也应当始终持守这样的思量,绝不要以为那些对一切善行麻木死绝、却活在罪恶之中、事奉那些被向下拖拽之人的世界统治者、在宴乐与邪恶私欲中虚耗生涯的人是活着的;相反,你当确知这些人乃是死寂的,在生命的功用上是僵死的。因为某位智者曾恰当地将罪恶称为不死灵魂的死亡;使徒亦曾说道:
Ὅτε δοῦλοι ἦτε τῆς ἁμαρτίας, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ· τίνα οὖν καρπὸν εἴχετε τότε, ἐφ̓ οἷς νῦν ἐπαισχύνεσθε; τὸ γὰρ τέλος ἐκείνων θάνατος. νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ Θεῷ, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον. τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος, τὸ δὲ χάρισμα τοῦ Θεοῦ ζωὴ αἰώνιος. Εἶπε δὲ ὁ Ἰωάσαφ πρὸς αὐτόν· Ἐπείπερ ἡ ἐν σαρκὶ ζωὴ οὐκ ἐν μέτρῳ ζωῆς σοι λελόγισται, οὐδὲ τὸν θάνατον τοῦτον, ὃν ὑφίστανται πάντες, θάνατόν σοι λογίζεσθαι χρή. Ὁ δὲ γέρων ἀπεκρίνατο· Ἀναμφιλέκτως καὶ περὶ τούτων οὕτως ἔχω, μηδόλως τὸν πρόσκαιρον τουτονὶ θάνατον τρέμων, μήτε θάνατον αὐτὸν τοπαράπαν ἀποκαλῶν, εἴ γε τὴν ὁδὸν τῶν ἐντολῶν τοῦ Θεοῦ βαδίζοντά με καταλάβῃ, διαβατήριον δὲ μᾶλλον3 ἐκ θανάτου πρὸς ζωὴν τὴν κρείττονα καὶ τελειοτέραν καὶ ἐν Χριστῷ κρυπτομένην, ἧσπερ ποθοῦντες τυχεῖν οἱ ἅγιοι πάνυ τῇ παρούσῃ ἐδυσχέραινον. διό φησιν ὁ Ἀπόστολος· Οἴδαμεν ὅτι, ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν οἰκίαν ἀχειροποίητον, αἰώνιον, ἐν τοῖς οὐρανοῖς· καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες, εἴ γε καὶ ἐνδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα·
‘你们作罪的奴仆时,在义上是自由的。那么,你们当时在那些如今为之羞愧的事上得了什么果子呢?因为那些事的结局就是死。但如今你们既然脱离了罪,作了神的奴仆,就有成圣的果子,结局就是永生。因为罪的工价乃是死,惟有神的恩赐乃是永生。’” 约阿萨夫对他说:“既然肉体中的生活在你看来并不算在生命的尺度内,那么凡人皆须承受的这种死亡,想必你也不当将其视作死亡了。” 老人回答道:“毫无疑问,对于这些事我亦作如是观;我丝毫不畏惧这短暂的一死,倘若死亡是在我行于神诫命之道上临到我,我便全然不称其为死亡,而毋宁将其视为从死进入那更美好、更完备且隐藏在基督之内的生命的过渡;圣徒们因渴慕得着那生命,甚至深恶当下的尘世生活。因此使徒说道:‘我们原知道,我们这地上的帐棚若拆毁了,必得神所造,不是人手所造,在天上永存的房屋。我们在这帐棚里叹息,深想穿上那从天上来的房屋;倘若穿上,就不至于见得赤身了。’”
- 18.149οὐκ ἂν ἄμεινον τοῦτό μοι ποιῆσαι ἐδόκεις, ἢ τοιαῦτά μοι λέγων ὁποῖά μοι νῦν ἐξεῖπας
在非真实条件句的归结节中,动词 δοκέω 与不定式 ποιῆσαι 构成了人称句结构(直译为“在我看来,你似乎不可能比……做得更好”)。与比较级 ἄμεινον 相对的比较基准由连词 ἢ 引出的分词短语(ἢ τοιαῦτά μοι λέγων...)承接,整体意为“在我看来,除了向我讲述你如今所言之语外,你绝不可能做得更好”。
- 18.151ὃ δὲ ζῶ τῇ πίστει ζῶ
此句脱胎于《加拉太书》2:20(ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ)。中性关系代词 ὃ 用作不及物动词 ζῶ 的同源宾语(或副词性宾格),表示“我所活出的生命/生活方式”;与格 τῇ πίστει 则表示方式或手段(“因信而活”)。
- 18.152διαβατήριον δὲ μᾶλλον
在句法上,此句与前文的否定从句“μήτε θάνατον αὐτὸν τοπαράπαν ἀποκαλῶν”(“全然不称其为死亡”)形成对照,需补充前文的呼应动词(如分词 ἀποκαλῶν 或表认定的动词 ἡγούμενος,即“而宁可[称之为/视之为]过渡”)。名词 διαβατήριον 原意为“渡河之道”或“过境”,在此指从今世之死过渡到永恒生命的通道。
