- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:17.146-17.149
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴拉兰阐述道,人无法左右自身的年岁形貌,且宇宙受造秩序恒常运行,皆彰显了神全能的摄理;随后他引述使徒保罗之语,赞叹神超越人智的奥秘与怜悯,并以颂赞作结。
μήτε τι προστιθέναι ἐμαυτῷ μήτε ὑφαιρεῖν,1 εἴτε καθ’ ἡλικίαν εἴτε κατὰ τὸ τῆς μορφῆς εἶδος, μήτε τὰ πεπαλαιωμένα μοι ἀνακαινίζειν ἐξισχῦσαι, μήτε τὰ διεφθαρμένα ἐπανορθοῦν. οὐδεὶς γὰρ τῶν ἀνθρώπων τούτων τι ἴσχυσέ ποτε κατεργάσασθαι, οὔτε βασιλεύς, οὔτε σοφός, οὔτε πλούσιος, οὔτε δυνάστης, οὔτε τις ἄλλος ἀνθρώπινα μετερχόμενος ἐπιτηδεύματα· Οὐδεὶς γάρ, φησί, βασιλέων ἢ τῶν ἐν ὑπεροχαῖς ὄντων ἑτέραν ἔσχε γενέσεως ἀρχήν, μία δὲ πάντων εἴσοδος εἰς τὸν βίον, ἔξοδός τε ἴση. Ἐκ τούτων οὖν τῶν περὶ ἐμὲ εἰς γνῶσιν τῆς τοῦ Δημιουργοῦ μεγαλουργίας χειραγωγοῦμαι· σὺν τούτοις δὲ καὶ τὴν εὐάρμοστον κατασκευὴν καὶ συντήρησιν τῆς κτίσεως ἁπάσης ἐννοῶν, ὅτι αὐτὰ μὲν καθ’ ἑαυτὰ τροπῇ ὑπόκεινται πάντα καὶ ἀλλοιώσει, τὰ μὲν νοητὰ κατὰ προαίρεσιν, τήν τε ἐν τῷ καλῷ προκοπὴν καὶ τὴν ἐκ τοῦ καλοῦ ἀποφοίτησιν, τὰ δὲ αἰσθητὰ κατὰ γένεσιν καὶ φθοράν, αὔξησίν τε καὶ μείωσιν, καὶ τὴν κατὰ ποιότητα μεταβολὴν καὶ τοπικὴν κίνησιν, καὶ ἐκ τούτων κηρύττουσι φωναῖς ἀλαλήτοις ὑπὸ τοῦ ἀκτίστου καὶ ἀτρέπτου καὶ ἀναλλοιώτου γεγενῆσθαι Θεοῦ, συνέχεσθαί τε, καὶ συντηρεῖσθαι, καὶ ἀεὶ προνοεῖσθαι.2 πῶς γὰρ ἂν αἱ ἐναντίαι φύσεις εἰς ἑνὸς κόσμου συμπλήρωσιν ἀλλήλαις συνεληλύθεισαν καὶ ἀδιάλυτοι μεμενήκεισαν, εἰ μή τις παντοδύναμος δύναμις ταῦτα συνεβίβασε καὶ ἀεὶ συνετήρει ἀδιάλυτα;3 Πῶς γὰρ ἔμεινεν ἄν τι, εἰ μὴ αὐτὸς ἠθέλησεν; ἢ τὸ μὴ κληθὲν ὑπ’ αὐτοῦ πῶς ἂν διετηρήθη; φησὶν ἡ Γραφή. Εἰ γὰρ πλοῖον ἀκυβέρνητον οὐ συνίσταται, ἀλλ’ εὐκόλως καταποντίζεται, καὶ οἰκία μικρὰ οὐκ ἂν στῇ χωρὶς τοῦ προνοοῦντος, πῶς ἂν ὁ κόσμος ἐπὶ τοσούτων χρόνων συνέστη, δημιούργημα οὕτω μὲν μέγα, οὕτω δὲ καλὸν καὶ θαυμαστόν, ἄνευ ἐνδόξου τινὸς καὶ μεγάλης καὶ θαυμαστῆς διακυβερνήσεως καὶ πανσόφου προνοίας; ἰδοὺ γὰρ ὁ οὐρανὸς πόσον ἔχει χρόνον, καὶ οὐκ ἠμαυρώθη· τῆς γῆς ἡ δύναμις οὐκ ἠτόνησε, τοσοῦτον τίκτουσα χρόνον· αἱ πηγαὶ οὐκ ἐπέλιπον ἀναβλύζειν ἐξ οὗ γεγόνασιν· ἡ θάλασσα, τοσούτους δεχομένη ποταμούς, οὐχ ὑπερέβη τὸ μέτρον· οἱ δρόμοι τοῦ ἡλίου καὶ τῆς σελήνης οὐκ ἠλλοίωνται· αἱ τάξεις τῆς ἡμέρας καὶ τῆς νυκτὸς οὐ μετετράπησαν. ἐκ τούτων πάντων ἡ ἄφατος τοῦ Θεοῦ δύναμις καὶ μεγαλοπρέπεια ἡμῖν ἐμφανίζεται, μαρτυρουμένη ὑπὸ προφητῶν καὶ ἀποστόλων· ἀλλ’ οὐδεὶς κατ̓ ἀξίαν νοῆσαι ἢ εὐφημῆσαι τὴν δόξαν αὐτοῦ δυνήσεται. πάντα γὰρ τά τε νοητὰ καὶ ὅσα ὑπὸ τὴν αἴσθησιν ὁ θεῖος Ἀπόστολος, ὁ τὸν Χριστὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα, κατανοήσας εἶπεν· Ἐκ μέρους γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται. διὸ καί, ἐκπληττόμενος τὸν ὑπεράπειρον πλοῦτον τῆς σοφίας αὐτοῦ καὶ γνώσεως, διαρρήδην ἔφησεν· Ὦ βάθους πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ·4 ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Εἰ δὲ ἐκεῖνος, ὁ μέχρι τρίτου φθάσας οὐρανοῦ καὶ ἀρρήτων ἀκούσας ῥημάτων, τοιαύτας ἀφῆκε φωνάς, τίς τῶν κατ’ ἐμὲ ὅλως ἀντοφθαλμῆσαι ταῖς ἀβύσσοις τῶν τοσούτων ἰσχύσειε μυστηρίων, καὶ εἰπεῖν τι κατὰ γνώμην, ἢ ἐνθυμηθῆναι ἀξίως τῶν λεγομένων δυνήσεται, εἰ μή τι αὐτὸς ὁ τῆς σοφίας χορηγός, ὁ τῶν ἀσόφων διορθωτὴς παράσχοι. ἐν γὰρ τῇ χειρὶ αὐτοῦ καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν, πᾶσά τε φρόνησις καὶ σύνεσις παρ’ αὐτῷ καὶ συνέσεως ἐπιστήμη· καὶ αὐτὸς ἡμῖν δέδωκε τὴν τῶν ὄντων γνῶσιν ἀψευδῆ, εἰδέναι σύστασιν κόσμου καὶ ἐνέργειαν στοιχείων, ἀρχήν τε καὶ τέλος καὶ μεσότητα χρόνων, τροπῶν διαλλαγὰς καὶ μεταβολὰς καιρῶν, καὶ ὅτι πάντα μέτρῳ καὶ σταθμῷ διέταξε.
无论就年龄还是就形貌的样式而言,我都不能为自己增添分毫,亦不能减少分毫,既无力更新我身上衰朽的部分,亦无力修复损坏的部分。因为世人之中从未有人能办成这些事中的任何一件——无论君王、智者、富户、掌权者,或是任何从事凡俗营生之人;正如经上所记:“君王或身居高位者,无人拥有不同的诞生起点,众人生入此世皆有一致的门户,离去亦皆相同。”因此,正是从我自身的这些事实中,我被引导去认识造物主的伟大作为;同时我也思想全受造物那和谐的构建与维持,即尽管它们本身无不服从于变化与变异,理智之物在自由抉择上服从于在善中的进益或对善的偏离,感官之物则服从于生成与毁灭、增长与损减、质的变化与空间的运动——正因如此,它们以无言之声宣扬着自己是由非受造、不可改变且永不改变的神所造,并由祂维系、保守和始终眷顾摄理。因为,若非有一股全能的力量使之相合并恒久保守其不解体,截然相反的诸般本性又怎能彼此汇聚以完备一个世界,且始终保持不可分解呢?正如经上所说:“若非祂愿意,何物能存留?或者未经祂呼召之物,怎能得蒙保守?”倘若一艘无舵手的船不能存续而轻易沉没,一座小屋若无照看者便无法屹立,那么这如此庞大、如此美善而奇妙的造物——世界,若无某种荣耀、伟大而奇妙的治理与全智的摄理,又怎能历经如此漫长的岁月而屹立不倒?看哪,诸天存在了何其久远的岁月,却未曾黯淡;大地历经如此漫长的时光孕育万物,其能力亦未曾衰竭;泉水自生成以来便涌流不绝;大海接纳如此众多的江河,却未曾泛滥失度;日月运行的轨迹未曾偏易;昼夜的规序亦未尝错乱。从这一切之中,神不可言喻的能力与威严向我们显明出来,由先知和使徒们所见证;然而无人能按其配得的分量领会或颂扬祂的荣耀。因为那有基督在自身内说话的神圣使徒,在洞察了所有理智之物与一切感官所属之物后说道:“我们现在所知道的有限,先知所讲的也有限;等那完全的来到,这有限的必归于无有了。”因此,他亦为神那超乎无限的智慧与知识之丰盛所震撼,明确说道:“深哉,神丰富的智慧和知识!祂的判断何其难测!祂的踪迹何其难寻!”连那位达于三重天、听见隐秘言语的人尚且发出这般呼喊,那么像我这样的人,又有谁能直视如此众多的奥秘深渊,且能阐发合宜之言,或产生堪当所论之事的思索呢,除非那智慧的赐予者、愚妄者的矫正者亲自赐予!因为我们和我们的言语都在祂手中,一切聪明、通达以及通达的明识都在祂那里;并且是祂亲自将关于现存之物的无误知识赐予我们,使我们得知世界的构成与元素的运作、时间的开端、终结与中位、二至二分的交替与季节的变换,并知道祂以度量和砝码安排了万物。
τὸ γὰρ μεγάλως ἰσχύειν αὐτῷ πάρεστι πάντοτε, καὶ κράτει βραχίονος αὐτοῦ τίς ἀντιστήσεται; ὅτι ὡς ῥοπὴ ἐκ πλαστίγγων ὅλος ὁ κόσμος ἐναντίον αὐτοῦ, καὶ ὡς ῥανὶς δρόσου ὀρθρινῆς κατελθοῦσα ἐπὶ γῆς· ἐλεεῖ δὲ πάντας, ὅτι πάντα δύναται, καὶ παρορᾷ ἁμαρτήματα ἀνθρώπων εἰς μετάνοιαν· οὐδὲν γὰρ βδελύσσεται, οὐδὲ ἀποστρέφεται τῶν προστρεχόντων αὐτῷ, ὁ μόνος ἀγαθὸς καὶ φιλόψυχος δεσπότης· εὐλογημένον εἴη τὸ ὄνομα τῆς δόξης αὐτοῦ τὸ ἅγιον καὶ ὑπερύμνητον καὶ ὑπερυψούμενον εἰς τοὺς αἰῶνας. Ἀμήν.
因为大有能力常在祂手中,谁能抗拒祂臂膀的威能呢?“因为在祂面前,全宇宙不过如天平上的尘埃,又如清晨降在地上的一滴朝露。”但祂怜悯众人,因为祂无所不能;祂宽容世人的过犯,为要叫人悔改;因为独一至善且爱惜生灵的主宰,绝不厌恶任何事物,亦绝不离弃投奔于祂的人。愿祂荣耀的圣名受称颂,当受极度颂扬与至高尊崇,直到永永远远。阿们。
- 17.146μήτε τι προστιθέναι ἐμαυτῷ μήτε ὑφαιρεῖν
承接前一段落末尾属格绝对结构(ἐν οὐδενὶ τούτων δυναμένου μου ἀνθίστασθαι...)中的属格分词 δυναμένου,不定式 προστιθέναι、ὑφαιρεῖν、ἐξισχῦσαι 与 ἐπανορθοῦν 作为其补足语并列出现,逻辑主语为属格代词 μου。
- 17.146ὅτι αὐτὰ μὲν καθ’ ἑαυτὰ τροπῇ ὑπόκεινται πάντα καὶ ἀλλοιώσει... καὶ ἐκ τούτων κηρύττουσι... συνέχεσθαί τε, καὶ συντηρεῖσθαι, καὶ ἀεὶ προνοεῖσθαι
分词 ἐννοῶν(“思忖/思索”)所引领的 ὅτι 宾语从句的骨架结构。从句内部以 μέν...δέ(此处作 καὶ...)并列了 αὐτὰ μὲν...(“虽然其自身服从于……”)与 καὶ ἐκ τούτων κηρύττουσι...(“却正由此宣扬……”),动词 κηρύττουσι 之后接续了带逻辑主语的“对格+不定式”结构([αὐτὰ] ... γεγενῆσθαι, συνέχεσθαί τε, καὶ συντηρεῖσθαι, καὶ ἀεὶ προνοεῖσθαι)。
- 17.147πῶς γὰρ ἂν αἱ ἐναντίαι φύσεις εἰς ἑνὸς κόσμου συμπλήρωσιν ἀλλήλαις συνεληλύθεισαν καὶ ἀδιάλυτοι μεμενήκεισαν, εἰ μή τις παντοδύναμος δύναμις ταῦτα συνεβίβασε καὶ ἀεὶ συνετήρει ἀδιάλυτα;
反事实条件句(与过去事实相反的虚拟),以修辞性疑问句形式呈现。归结句使用 ἄν 搭配直陈式过去完成时(συνεληλύθεισαν, μεμενήκεισαν,表示完成状态在过去未曾持续),条件从句则由 εἰ μή 引导直陈式不定过去时(συνεβίβασε)与未完成过去时(συνετήρει),表达了若非全能之力摄理,相反本性断不可能汇聚存续的反诘意味。
- 17.148Ὦ βάθους πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ
感叹词 ὦ 之后接感叹属格(Genitive of exclamation),引自《罗马书》11:33。核心感叹词为属格名词 βάθους(“深哉”),其后并列连接的 πλούτου、σοφίας 和 γνώσεως 构成其修饰性的说明属格/内容属格。
