- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:17.143-17.145
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
约阿萨法深为巴拉兰的譬喻所感,乞求进一步领受教诲;巴拉兰阐述了神的超越性与人智的局限,指出人虽不能直观神,却可从受造界与自身奇妙的构造中领悟神的智慧。
Εἶπε δὲ ὁ Ἰωάσαφ πρὸς τὸν Βαρλαάμ· Προσηκόντως καὶ αὕτη τὰ κατ’ ἐμὲ παρίστησιν ἡ διήγησις· ὅθεν σοι καὶ περὶ ἐμοῦ ταῦτα λελέχθαι δοκῶ.1 ἀλλὰ τίς ἡ πεῖρα δι’ ἧς γνῶναι ζητεῖς τὸ σταθερὸν τῆς ἐμῆς διανοίας; Καὶ ὁ γέρων ἔφη· Ἐγὼ μὲν καὶ πεπείρακα ἤδη καὶ ἔγνωκα ὁποίας ὑπάρχεις ἐχέφρονος καὶ σταθερᾶς διανοίας καὶ ψυχῆς τῷ ὄντι εὐθυτάτης. ἀλλὰ τὸ τέλος τῆς κατὰ σὲ πράξεως βεβαιώσει ταῦτα. τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν ἐν Τριάδι δοξαζόμενον Θεὸν ἡμῶν, τὸν πάντων δημιουργὸν ὁρατῶν τε καὶ ἀοράτων, τὸν ὄντως ὄντα καὶ ἀεὶ ὄντα, μήτε ἀρχὴν ἐσχηκότα πώποτε τῆς ἐνδόξου ὑπάρξεως αὐτοῦ, μήτ’ ἔχοντα τέλος, τὸν φοβερὸν καὶ παντοδύναμον, ἀγαθόν τε καὶ εὔσπλαγχνον, ἵνα φωτίσῃ τοὺς ὀφθαλμοὺς τῆς καρδίας σου, καὶ δῴη σοι πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ, εἰς τὸ εἰδέναι σε τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις, καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας, ἵνα μηκέτι ξένος ἔσῃ καὶ πάροικος, ἀλλὰ συμπολίτης τῶν ἁγίων καὶ οἰκεῖος Θεοῦ, ἐπῳκοδομημένος ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ. Ὁ δὲ Ἰωάσαφ, σφόδρα κατανυγεὶς τὴν καρδίαν, ἔφη· Ταῦτα δὴ πάντα κἀγὼ ποθῶν γνῶναι δέομαί σου· γνώρισόν μοι τόν τε πλοῦτον τῆς δόξης τοῦ Θεοῦ καὶ τὸ ὑπερβάλλον τῆς αὐτοῦ δυνάμεως. Εἶπε δὲ πρὸς αὐτὸν ὁ Βαρλαάμ· Τῷ Θεῷ εὔχομαι διδάξαι σε ταῦτα, καὶ τὴν γνῶσιν τῶν τοιούτων ἐνθεῖναί σου τῇ ψυχῇ· ἐπεὶ παρὰ ἀνθρώποις τὴν αὐτοῦ λεχθῆναι δόξαν καὶ δύναμιν τὸ παράπαν ἀδύνατον, κἂν πᾶσαι αἱ τῶν νυνὶ καὶ τῶν πώποτε γενομένων ἀνθρώπων γλῶσσαι ἓν γένωνται. Θεὸν γάρ, φησὶν ὁ εὐαγγελιστὴς καὶ θεολόγος, οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς Υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, ἐκεῖνος ἐξηγήσατο. τοῦ δὲ ἀοράτου καὶ ὑπεραπείρου τὴν δόξαν καὶ τὴν μεγαλωσύνην τίς ἰσχύσει γηγενῶν καταλαβέσθαι, εἰ μὴ ᾧ ἂν αὐτὸς ἀποκαλύψῃ2 καθ’ ὅσον βούλεται, ὥσπερ τοῖς προφήταις αὐτοῦ καὶ ἀποστόλοις ἀπεκάλυψεν; ἡμεῖς δὲ ἐκ τοῦ κηρύγματος αὐτῶν καὶ ἐξ αὐτῆς τῆς τῶν πραγμάτων φύσεως, κατὰ τὸ ἐγχωροῦν ἡμῖν μανθάνομεν. λέγει γὰρ ἡ Γραφή· Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα· καί, Τὰ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θεότης. Καθάπερ γάρ τις, οἰκίαν ἰδὼν λαμπρῶς καὶ ἐντέχνως κατεσκευασμένην ἢ σκεῦος εὐφυῶς συνηρμοσμένον, τὸν οἰκοδόμον ἢ τέκτονα εὐθὺς ἂν ἐννοήσας θαυμάσειεν, οὕτω κἀγώ, ἐκ μὴ ὄντων διαπλασθεὶς καὶ εἰς τὸ ὂν παραχθείς, εἰ καὶ τὸν πλάστην καὶ παροχέα θεάσασθαι οὐ δεδύνημαι, ἀλλ’ ἐκ τῆς εὐαρμόστου καὶ θαυμασιωτάτης μου κατασκευῆς εἰς γνῶσιν ἦλθον τῆς αὐτοῦ σοφίας, οὐ καθ’ ὅ τί ἐστιν, ἀλλὰ καθὰ δεδύνημαι νοεῖν, ὅτι οὐκ αὐτομάτως παρήχθην, οὐδὲ ἀφ’ ἑαυτοῦ γεγένημαι, ἀλλ’ αὐτὸς ἔπλασέ με καθὼς ἠβουλήθη, πάντων μὲν προκατάρχειν τάξας τῶν κτισμάτων, τινῶν δὲ καὶ ἐλαττώσας, καὶ συντριβέντα πάλιν κρείττονι ἀνακαινίσει ἀναπλάσας, εἶτα καὶ ὑπεξάγων τῶν ἐντεῦθεν τῷ θείῳ αὐτοῦ προστάγματι καὶ πρὸς ἑτέραν μετατιθεὶς βιοτὴν ἀτελεύτητον καὶ αἰώνιον, ἐν οὐδενὶ τούτων δυναμένου μου ἀνθίστασθαι3 τῇ ἰσχύϊ τῆς αὐτοῦ προνοίας,
约阿萨法对巴拉兰说:“这个故事也极为贴切地显明了我的境况;因此我认为你所说的这些话正是关于我的。然而,你究竟想通过怎样的考验来得知我心志的坚定呢?”老人说:“就我而言,我早已考验过并深知,你拥有何等明达而坚定的心智,以及何等真正正直的灵魂。但这关乎你的作为的结局将证实这一切。为此,我向我们在三位一体中受颂扬的神屈膝,祂是万有(无论可见与不可见者)的创造者,是真真实实、永恒长存的,祂荣耀的存在从无开端,亦无终结,祂可畏而全能,至善且仁慈,愿祂照亮你心中的眼睛,赐你在真认识祂的知识中拥有智慧和启示的灵,使你知道祂的恩召有何等指望,祂在圣徒中得的基业之荣耀有何等丰盛,并祂向我们这信的人所显的能力是何等浩大;叫你不再作外人和寄居的,而是与圣徒同国,是神家里的人,并且被建造在使徒和先知的根基上,有我们主耶稣基督自己为房角石,全房靠祂联络得合式,渐渐成为主里的圣殿。”约阿萨法心中大受触动,说道:“这一切也正是我极愿明白的,我恳求你:请向我阐明神荣耀的丰盛以及祂浩瀚无匹的能力。”巴拉兰对他说:“我祈求神亲自将这些事教导你,并将此类奥义的知识置于你的灵魂之中;因为要在人世间述尽祂的荣耀与能力是全然不可能的,即便当世之人与自古以来所有之人的舌头汇聚为一,亦无法尽言。正如那福音书作者兼神学家所言:‘从来没有人看见神,只有在父怀里的独生子,祂将祂表明出来。’对于那位不可见且超乎无限者的荣耀与威严,尘世受造之物中有谁能予以领会呢,除非是祂自己照着其心意所愿向其启示之人,正如祂曾向自己的先知和使徒启示的那样?而我们则从他们的宣讲以及万物的本质本身,按着我们所被允许的限度得以学习。因为经上记着说:‘诸天述说神的荣耀,穹苍传扬祂的手段’;又说:‘自从造天地以来,神的不可见之物,即祂永恒的能力和神性,借着所造之物得悟,乃是明明可见的’。正如人看见建造得华美巧致的房屋或拼合精巧的器皿,便会立即想到建造者或工匠并叹为观止,我亦如此,虽从虚无中被塑造并领入存在,即使我无法亲眼目睹那造物主与赐恩者,却从我自身和谐绝伦的构造中得以认识祂的智慧——并非照着祂的本然究竟为何,而是照着我所能领悟的程度——深知我绝非偶然被造,亦非凭自身而存,乃是祂照着自己的意旨塑造了我,定意让我统领万物,却又使〔我〕逊于部分受造物;在破碎之后,更借着更为卓越的更新重塑了我,随后又凭祂神圣的吩咐将我引离此世,迁入另一永无止境的永生之中,在这一切事上,我都无法抗拒祂预知摄理的权能;
- 17.143ὅθεν σοι καὶ περὶ ἐμοῦ ταῦτα λελέχθαι δοκῶ
此处动词 δοκῶ(第一人称单数现在时主动语态)作“我认为、想”(=νομίζω)解,支配宾格不定词结构(ταῦτα λελέχθαι)。中性复数宾格 ταῦτα 是完成时被动不定词 λελέχθαι 的逻辑主语(“这些话已被说出”),与格代词 σοι 则作完成时被动语态的施事与格(“由你”)。
- 17.145εἰ μὴ ᾧ ἂν αὐτὸς ἀποκαλύψῃ
此处省略了先行词:原本结构为 εἰ μὴ [οὗτος] ᾧ ἂν...,与主句主语 τίς 对应的主格指示代词 οὗτος 被省略,关系代词 ᾧ 则因受从句动词 ἀποκαλύψῃ 支配而用与格作间接宾语。搭配 ἄν 的虚拟语气 ἀποκαλύψῃ 表明泛指条件(“除非是祂亲自向其启示的那人”)。
- 17.145ἐν οὐδενὶ τούτων δυναμένου μου ἀνθίστασθαι
位于句末的属格独立结构(genitive absolute)。逻辑主语为 μου,与其配合的是现在时中动/被动分词 δυναμένου。此结构承接前文描述神创造与摄理作为的一连串分词(τάξας, ἀναπλάσας, ὑπεξάγων, μετατιθείς),表达伴随情况或原因(“在这一切事上,我都无法抗拒祂预知摄理的权能”)。
