- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:16.140-16.143
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
青年被贫苦老人的女儿对属灵恩典的感恩与明哲深深打动,向其求婚,并不惜抛弃富贵以接纳贫苦的生活方式;老人在多番察验确知其心志后,将隐秘积存的巨额宝藏尽数赐予他作为产业。
Ἡ δὲ θυγάτηρ τοῦ πένητος, μονογενὴς οὖσα καὶ παρθένος, καθεζομένη πρὸ τῶν θυρῶν, εἰργάζετο μὲν ταῖς χερσί, τῷ δὲ στόματι ἀσιγήτως τὸν Θεὸν εὐλόγει εὐχαριστοῦσα αὐτῷ ἐκ βαθέων ψυχῆς· τῶν ταύτης δὲ ὕμνων ἀκούσας ὁ νέος ἔφη· Τί σου, γύναι, τὸ ἐπιτήδευμα; χάριν δὲ τίνος, οὕτω περ οὖσα εὐτελὴς καὶ πτωχή, ὡς ἐπί τισι μεγάλοις δωρήμασιν εὐχαριστεῖς, τὸν δοτῆρα ὑμνοῦσα; Ἡ δὲ πρὸς αὐτὸν ἀπεκρίνατο· Οὐκ οἶσθα ὅτι, καθάπερ φάρμακον μικρὸν ἐκ μεγάλων νοσημάτων πολλάκις ῥύεται τὸν ἄνθρωπον, οὕτω δὴ καὶ τὸ ἐπὶ τοῖς μικροῖς εὐχαριστεῖν τῷ Θεῷ μεγάλων πρόξενον γίνεται; ἐγὼ τοίνυν, θυγάτηρ οὖσα γέροντος πτωχοῦ, εὐχαριστῶ ἐπὶ τοῖς μικροῖς τούτοις καὶ εὐλογῶ τὸν Θεόν, εἰδυῖα ὡς ὁ ταῦτα δοὺς καὶ μείζονα δύναται δοῦναι. καὶ ταῦτα μὲν περὶ τῶν ἔξωθεν καὶ οὐχ ἡμετέρων, ἐξ ὧν οὔτε τοῖς πολλὰ κεκτημένοις τι προσγίνεται κέρδος (ἵνα μὴ εἴπω ὅτι καὶ ζημία πολλάκις), οὔτε τοῖς ἐλάττονα λαβοῦσιν ἐπέρχεται βλάβη, τὴν αὐτὴν ἀμφοτέρων ὁδευόντων ὁδὸν καὶ πρὸς τὸ αὐτὸ ἐπειγομένων τέλος· ἐν δὲ τοῖς ἀναγκαιοτάτοις καὶ καιριωτάτοις πολλῶν ἀπήλαυσα καὶ μεγίστων τοῦ Δεσπότου μου δωρημάτων, οὐμενοῦν ἐχόντων ἀριθμὸν ἢ εἰκασμῷ ὑποπιπτόντων. κατ’ εἰκόνα γὰρ Θεοῦ γεγένημαι καὶ τῆς αὐτοῦ γνώσεως ἠξίωμαι, καὶ λόγῳ παρὰ πάντα τὰ ζῷα κεκόσμημαι, καὶ ἐκ θανάτου πρὸς τὴν ζωὴν ἀνακέκλημαι διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν, καὶ τῶν αὐτοῦ μετέχειν μυστηρίων ἐξουσίαν ἔλαβον, καὶ ἡ τοῦ παραδείσου θύρα ἀνέῳκται, ἀκώλυτον, εἴπερ θελήσω, παρέχουσά μοι τὴν εἴσοδον. τῶν τοσούτων οὖν καὶ τοιούτων δωρημάτων, ὧν ἐπίσης μετέχουσι πλούσιοί τε καὶ πένητες, ἀξίως εὐχαριστῆσαι πάντη μοι ἀδύνατον, εἰ δὲ καὶ τὴν μικρὰν ταύτην ὑμνολογίαν οὐ προσάξω τῷ δωρησαμένῳ, ποίαν ἕξω ἀπολογίαν; Ὁ δὲ νεώτερος τὴν πολλὴν αὐτῆς ὑπερθαυμάσας σύνεσιν, τὸν αὐτῆς προσκαλεσάμενος πατέρα. Δός μοι, φησί, τὴν θυγατέρα σου· ἠγάπησα γὰρ τὴν σύνεσιν αὐτῆς καὶ εὐσέβειαν. ὁ δὲ γέρων ἔφη· Οὐκ ἔξεστί σοι ταύτην λαβεῖν τὴν πένητος θυγατέρα, πλουσίων ὄντι γονέων. αὖθις δὲ ὁ νέος, Ναί, φησί, ταύτην λήψομαι, εἴπερ οὐκ ἀπαγορεύεις· θυγάτηρ γάρ μοι μεμνήστευται εὐγενῶν καὶ πλουσίων, καὶ ταύτην ἀποσεισάμενος φυγῇ ἐχρησάμην· τῆς δὲ σῆς θυγατρὸς διὰ τὴν εἰς Θεὸν εὐσέβειαν καὶ τὴν νουνεχῆ σύνεσιν ἐρασθείς, συναφθῆναι αὐτῇ προτεθύμημαι. ὁ δὲ γέρων πρὸς αὐτὸν ἔφησεν· Οὐ δύναμαί σοι ταύτην δοῦναι τοῦ ἀπαγαγεῖν ἐν τῷ οἴκῳ τοῦ πατρός σου καὶ τῶν ἐμῶν χωρίσαι ἀγκαλῶν·1 μονογενὴς γάρ μοί ἐστιν. Ἀλλ’ ἐγώ, φησὶν ὁ νεανίσκος, παρ’ ὑμῖν μενῶ, καὶ τὴν ὑμῶν ἀναδέξομαι πολιτείαν. εἶτα καὶ τὴν λαμπρὰν ἀποθέμενος ἐσθῆτα, τὰ τοῦ γέροντος αἰτησάμενος περιεβάλλετο. πολλὰ δὲ ἐκεῖνος ἐκπειράσας αὐτὸν καὶ ποικίλως τὸν αὐτοῦ δοκιμάσας λογισμόν, ὡς ἔγνω σταθερᾶς ὑπάρχειν αὐτὸν διανοίας2 καὶ ὡς οὐκ ἔρωτι ἀφροσύνης κατεχόμενος αἰτεῖται τὴν αὐτοῦ θυγατέρα, ἀλλ’ ἔρωτι εὐσεβείας εἵλετο πενιχρῶς ζῆν, ταύτην προκρίνας τῆς αὐτοῦ δόξης καὶ εὐγενείας, κρατήσας αὐτὸν τῆς χειρός, εἰσήγαγεν εἰς τὸ ἑαυτοῦ ταμιεῖον, καὶ ὑπέδειξε πλοῦτον πολὺν ἀποκείμενον αὐτῷ καὶ χρημάτων ἀναρίθμητον ὄγκον, ὅσον οὐ τεθέατο πώποτε ὁ νεανίσκος.
那穷人的女儿是独生女且为处女,坐在门前,双手劳作,口中却不住地赞颂神,发自灵魂深处向祂感恩。青年听见她的赞歌,便说:“妇人,你所操何业?你既如此微贱贫苦,究竟因何故竟如同得了什么重大赏赐一般感恩,颂赞那施恩者呢?”她向他回答道:“你难道不知,正如一剂微小的良药往往能救人免于重病,向神为微小之事感恩,同样会成为带来宏大恩典的媒介吗?因此,我虽是贫苦老人的女儿,亦为这些微小之事感恩并称颂神,深知赐予这些者亦能赐下更大的恩惠。而这些不过是关乎外在且不属于我们自身之物,从这些事物中,既不能使拥有众多者增添益处(且不说往往反招致亏损),亦未曾使领受较少者遭受损害,因为双方皆行在同一条道路上,奔向同一个终点;然而在最必要且最关键的事上,我却享受了我主诸多且极重大的恩赐,它们实在无可计数,亦非人力所能测度。因为我是按着神的形象所造,蒙配得以认识祂,并蒙赐理性超乎一切造物之上,借着我们神的怜悯心肠从死亡被召回生命,得了分领祂奥秘之事的权柄,且乐园之门已经敞开,只要我愿意,便为我提供畅通无阻的入门之路。因此,对于富人与穷人同得分享的如此众多且浩大的恩赐,我全然无法给予相称的感谢;但若我连这微小的赞歌亦不献于施恩者,我又将有何辞以对呢?”青年对她卓越的智慧惊叹不已,便唤来她的父亲说:“请将你的女儿赐给我;因我爱慕她的明智与虔敬。”老人说:“你出身富贵之家,不可娶这穷人的女儿。”青年再次说道:“若你不加阻拦,我定要娶她;因我曾与豪门富户之女订婚,但我弃绝了她出逃在外;而我因敬慕你女儿向着神的虔敬与明达的智虑,决意与她结为连理。”老人对他说:“我不能将她赐予你,好让你带回你父亲的家中,使她脱离我的怀抱;因她是我的独生女儿。”青年说:“不,我愿留在你们这里,接纳你们的生活方式。”于是他褪去华服,向老人求取衣服穿在身上。老人经过多次考验,并以各种方式察验了他的心意,及至确知他心志坚定,且非因愚昧的情欲所制而求娶其女,反是因敬虔之爱而甘愿清贫度日,视此胜过自身的荣耀与高贵,便拉着他的手,领他进入自己的藏宝室,向他展示了为他积存的巨额财富与无数的金钱,其多乃是青年从未见过的。
καί φησι πρὸς αὐτόν· Τέκνον, ταῦτα πάντα σοι δίδωμι, ἀνθ’ ὧν3 ᾑρετίσω τῆς ἐμῆς θυγατρὸς ἀνὴρ γενέσθαι, γενέσθαι δὲ καὶ κληρονόμος τῆς ἐμῆς οὐσίας. ἥνπερ κληρονομίαν κατασχὼν ἐκεῖνος πάντας ὑπερῆρε τοὺς ἐνδόξους τῆς γῆς καὶ πλουσίους.
老人对他说:“孩子,这一切我都赐给你,因你甘愿作我女儿的丈夫,并作我产业的继承人。”青年接掌了这份产业,超绝了地上一切尊荣富足之人。
- 16.142τοῦ ἀπαγαγεῖν ἐν τῷ οἴκῳ τοῦ πατρός σου καὶ τῶν ἐμῶν χωρίσαι ἀγκαλῶν
带属格冠词的不定式(τοῦ + 不定式)作目的状语,意为“为了将她带走……并使她脱离”。这是古典希腊语散文及后世希腊语中表示目的的常见结构。
- 16.142σταθερᾶς ὑπάρχειν αὐτὸν διανοίας
在由 ἔγνω 引出的宾格加不定式结构(αὐτὸν ... ὑπάρχειν)中,σταθερᾶς διανοίας 作 ὑπάρχειν 的表语,为性质属格,意为“他是心志坚定之人”。
- 16.143ἀνθ’ ὧν
由介词 ἀντί 与关系代词 ὧν 缩合而成的惯用连词结构(相当于 ἀντὶ τούτων ὧν 或 ἀντὶ τούτων ὅτι),表示补偿或原因,意为“作为……的回报”、“因……之故”。
