- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:16.137-16.139
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
国王领受谋士关于永恒至善与认识真神的教导后决心悔改,巴拉安借此例对约阿萨夫之父的悔改抱持希望;然而当约阿萨夫决意弃绝尘世随他而去时,巴拉安便讲起了一位青年逃避包办婚姻的比喻。
ὃν τρόπον γὰρ ἀνοηταίνειν ἡμῖν οὗτοι ἐλογίσθησαν, πολλῷ πλέον ἡμεῖς, οἱ τῷ κόσμῳ περιπλανώμενοι καὶ αὐταρεσκοῦντες ἐν τῇ ψευδομένῃ ταύτῃ δόξῃ καὶ ἀνοήτῳ τρυφῇ, θρήνων ἐσμὲν ἄξιοι καὶ δακρύων ἐν ὀφθαλμοῖς τῶν γευσαμένων τῆς γλυκύτητος τῶν ἀγαθῶν ἐκείνων. Ὁ δὲ βασιλεὺς τούτων ἀκούσας, καὶ ἐννεὸς ὥσπερ γενόμενος, ἔφη· Τίνες οὖν ἐκεῖνοί εἰσιν οἱ κρείττονα τῆς καθ’ ἡμᾶς κεκτημένοι ζωήν; Πάντες, φησὶν ὁ πρωτοσύμβουλος, οἱ τὰ αἰώνια προτιμήσαντες τῶν προσκαίρων. αὖθις οὖν τοῦ βασιλέως μαθεῖν ζητοῦντος τίνα τὰ αἰώνια, φησὶν ὁ ἀνήρ· Βασιλεία ἀδιάδοχος, καὶ ζωὴ μὴ ὑποκειμένη θανάτῳ, καὶ πλοῦτος μηδέποτε ὑφορώμενος πενίαν, χαρά τε καὶ εὐφροσύνη πάσης ἀμέτοχος λύπης καὶ ἀχθηδόνος, καὶ εἰρήνη διηνεκὴς ἐλευθέρα πάσης ἔχθρας καὶ φιλονεικίας. τούτων οἱ καταξιωθέντες ἀπολαύειν μακάριοι, καὶ τοῦτο πολλάκις·1 ἄλυπον γὰρ καὶ ἄμοχθον ζήσουσιν εἰς αἰῶνας ζωήν, πάντων τῶν ἡδέων καὶ τερπνῶν τῆς τοῦ Θεοῦ βασιλείας ἀμογητὶ ἀπολαύοντες, καὶ τῷ Χριστῷ ἀτελεύτητα συμβασιλεύοντες. καί, Τίς ἄξιος τούτων ἐπιτυχεῖν; εἰπόντος τοῦ βασιλέως, ἐκεῖνος ἀπεκρίνατο· Πάντες οἱ τῆς ἐκεῖσε ἀπαγούσης ὁδοῦ δραξάμενοι· ἀκώλυτος γὰρ ἡ εἴσοδος τοῖς θελήσασι μόνον. ὁ δὲ βασιλεύς· Καὶ τίς, φησίν, ἡ ἐκεῖσε φέρουσα τρίβος;
“因为正如这些人被我们视为愚行一般,我们这些在世俗中徘徊、并在这虚妄的荣耀与愚昧的奢华中自我满足的人,在尝过那等至善甘美之人的眼中,更当配受哀伤与眼泪。”国王听闻这些话,仿佛惊愕得哑口无言,便说:“那么,究竟是谁获得了胜过我们生活的生命?”首席谋士说:“凡舍弃暂世而优先选取永恒之物的人,皆是如此。”当国王再次探问何为永恒之物时,那人说:“无需继承者的国度,不伏于死亡之下的生命,永无贫困之虞的财富,不分沾任何悲伤与烦痛的欢欣与喜乐,以及摆脱一切仇隙与纷争的恒久和平。得蒙配享这些福分的人是有福的,且是万分有福;因为他们将度过无忧无患的生命直至永远,毫无劳苦地享受神之国度的一切甘美怡人之处,并与基督永远共同掌权。”国王说:“谁配获得这些呢?”他回答道:“凡抓住了通往该处之道路的人皆配得;因为对于仅怀有渴愿之人,入门乃是畅通无阻的。”国王又说:“通往那里的路径究竟为何?”
πρὸς ὃν ἔφη ὁ λαμπρὸς τὴν ψυχὴν ἐκεῖνος· Τὸ γινώσκειν τὸν μόνον ἀληθινὸν Θεόν, καὶ Ἰησοῦν Χριστὸν τὸν μονογενῆ αὐτοῦ Υἱὸν καὶ τὸ Ἅγιον καὶ ζωοποιὸν Πνεῦμα. Ὁ τοίνυν βασιλεύς, τῆς ἁλουργίδος σύνεσιν ἔχων ἀξίαν, ἔφη πρὸς αὐτόν· Καὶ τί τὸ κωλῦσάν σε μέχρι τοῦ νῦν μὴ γνωρίσαι μοι περὶ τούτων;2 οὐκ ἀναβολῆς γὰρ καὶ ὑπερθέσεως ἄξιά μοι δοκεῖ ὑπάρχειν ταῦτα, εἴ γε ἀληθῆ τυγχάνει· εἰ δὲ ἀμφίβολά ἐστιν, ἐμπόνως δεῖ ζητῆσαι μέχρις ὅτου τὸ ἀναμφίλεκτον εὕροιμι. Οὐκ ἀμελείᾳ, φησὶν ὁ ἀνήρ, ἢ ῥᾳθυμίᾳ συνεχόμενος, περὶ τούτων ὤκνησά σοι γνωρίσαι, ἀληθῆ περ ὄντα καὶ πάντη ἀναμφίλεκτα, ἀλλὰ τὸ ὑπερέχον αἰδούμενος τῆς σῆς δόξης, μή ποτε ὀχληρότερός σοι φανείην· εἰ οὖν προστάσσεις τῷ σῷ οἰκέτῃ ὑπομιμνήσκειν σοι εἰς τὸ ἑξῆς περὶ τούτων τῷ σῷ ἔσομαι καθυπηρετῶν προστάγματι. Ναί, φησὶν ὁ βασιλεύς, μὴ καθ’ ἡμέραν μόνον, ἀλλὰ καὶ ἐφ’ ἑκάστης ὥρας τὴν τούτων μνήμην διηνεκῶς ἀνακαίνιζε· οὐκ ἀμελῶς γὰρ χρὴ τούτοις προσέχειν, ἀλλὰ καὶ λίαν θερμῶς καὶ σπουδαίως. Ἀκηκόαμεν οὖν, φησὶν ὁ Βαρλαάμ, εὐσεβῶς τὸν βασιλέα τοῦτον ζῆσαι τὸ ἑξῆς, καὶ ἀκυμάντως τὸν παρόντα διανύσαντα βίον, τῆς μελλούσης μὴ ἀποτυχεῖν μακαριότητος. εἰ τοίνυν καὶ τῷ σῷ πατρὶ τοιαῦτά τις ἐν ἐπιτηδείῳ προσυπομνήσει καιρῷ, τάχα συνήσει καὶ γνώσεται ὅσοις συνεσχέθη κακοῖς, καὶ τούτων ἐκκλίνας ἐκλέξεται τὸ ἀγαθόν· ἐπεὶ τό γε νῦν ἔχον τυφλός ἐστι, μυωπάζων, τοῦ ἀληθινοῦ φωτὸς ἑαυτὸν ἀποστερήσας, αὐτομολῶν δὲ πρὸς τὸ τῆς ἀσεβείας σκότος. Εἶπε δὲ ὁ Ἰωάσαφ πρὸς αὐτόν· Τὰ μὲν τοῦ ἐμοῦ πατρὸς ἄγοιτο Κύριος καθὼς κελεύει·3 αὐτῷ γάρ, καθὰ δὴ καὶ εἶπας, πάντα δυνατὰ καθέστηκε τὰ παρὰ ἀνθρώποις ἀδύνατα· ἐγὼ δέ, διὰ τῶν σῶν ἀνυπερβλήτων ῥημάτων, τῆς τῶν παρόντων καταγνοὺς ματαιότητος, ἀποστῆναι μὲν τούτων πάντη διανενόημαι, καὶ μετὰ σοῦ τὸ λοιπὸν τῆς ζωῆς μου διανύσαι, ἵνα μὴ διὰ τῶν προσκαίρων τούτων καὶ ῥευστῶν τῆς τῶν αἰωνίων καὶ ἀφθάρτων ἐκπέσω ἀπολαύσεως. Πρὸς ὃν ὁ γέρων ἀπεκρίνατο· Εἰ τοῦτο ποιήσεις, ὅμοιος ἔσῃ νεανίσκῳ τινὶ φρονιμωτάτῳ, περὶ οὗ ἀκήκοα πλουσίων γεγονέναι καὶ ἐνδόξων γονέων· ᾧτινι ὁ πατὴρ μνηστευσάμενος τὴν θυγατέρα τινὸς τῶν εὐγενείᾳ καὶ πλούτῳ διαφερόντων λίαν ὡραιοτάτην, κοινολογησάμενος δὲ πρὸς τὸν παῖδα περὶ τοῦ γάμου, καὶ ὅπως ἦν αὐτῷ μελετώμενα ἀπαγγείλας, ἀκούσας ἐκεῖνος, καὶ ὡς ἀπηχές τι καὶ ἄτοπον ἀποσεισάμενος τὸ πρᾶγμα, φυγὰς ᾤχετο4 καταλιπὼν τὸν πατέρα. πορευόμενος δὲ ξενίζεται ἐν οἰκίᾳ γηραιοῦ τινος πένητος, τοῦ καύσωνος τῆς ἡμέρας ἑαυτὸν διαναπαύων.
向着国王,那位灵魂光辉的人说道:“认识独一的真神,并祂的独生子耶稣基督,以及赐生命的圣灵。”国王因具备与紫袍相称的明哲,便对他说:“那么,究竟是何事阻碍了你直到如今都不让我知晓这些呢?若这果然为真,在我看来这些事绝不容任何拖延与推迟;即便存有疑点,也当竭力探求,直至我寻得无可争辩之定论。”那人说:“并非由于受怠惰或疏忽所困,我才迟疑未曾将这些告知于你——尽管它们确凿无疑且全然无可置疑;而是因敬畏您崇高的威严,唯恐我或许在你眼中显得令人厌烦。因此,若是您吩咐您的仆人今后就这些事提醒于您,我必奉命承事。”国王说:“正是如此,不仅要每日提醒,甚至在每个时辰都要不断更新对这些事的记忆;因为对待这些绝不可马虎疏忽,而当怀着极其炽热与恳切之心。”巴拉安说:“于是我们听闻,这位国王此后过着虔敬的生活,波澜不惊地度过了现世的一生,未尝错失那将来的福祉。因此,若有人在适宜之时同样向你的父亲进言提醒,或许他也会明白并认识到自己曾被何等众多的罪恶所羁绊,从而转离这些并择取善道;因为就眼下而言,他是盲目的,目光昏暗,自绝于真光,竟投奔向不敬虔的幽暗。”约阿萨夫对他说:“愿主按照祂的吩咐掌管我父亲的事;因为正如你所言,在人不能的事,在祂凡事都能。而我借着你这无比卓越的言语,深察现世事物的虚妄,已决意全然脱离这一切,并与你同度我的余生,免得因这些暂存且流转之物,反落得丧失了对永恒不朽之福的享受。”老人对他说:“你若这样行,就必如同一位极聪颖的青年,我听闻他出身于富足显赫的双亲。其父为他聘定了一位出身豪贵富赡之家的绝色女子,并与儿子商议婚事,告知他所谋划的一切;然而那青年听后,将此事视同逆耳反常之举而断然拒绝,撇下父亲弃家出逃。他在途中于一位年迈贫民的茅舍中留宿,以使自己在正午的酷热中得以歇息休整。”
- 16.137καὶ τοῦτο πολλάκις
附加于前述形容词 μακάριοι 之后的强调表达,字面意为“且此番多次”,作为惯用副词短语表示极大的福乐(即“万分有福”、“屡蒙福佑”)。
- 16.138Καὶ τί τὸ κωλῦσάν σε μέχρι τοῦ νῦν μὴ γνωρίσαι μοι περὶ τούτων;
紧随表示阻碍的动词分词(τὸ κωλῦσαν,源自 κωλύω)之后的不定式从句中出现的赘用否定词 μή(冗余否定)。其意义为“是什么阻碍了你直到如今都不让我知晓这些”,而非双重否定表肯定。
- 16.139Τὰ μὲν τοῦ ἐμοῦ πατρὸς ἄγοιτο Κύριος καθὼς κελεύει
希求式 ἄγοιτο 表达愿望。可将 Κύριος 视作主语,ἄγοιτο 作中动语态(“愿主掌管/引导”),以 Τὰ τοῦ ἐμοῦ πατρὸς 作其宾语;亦可将 Τὰ ... 视作被动式 ἄγοιτο 的主语。此处采用前者,即以 Κύριος 为主语,与从句 καθὼς κελεύει(“正如祂所吩咐的”)在逻辑上紧密相合。
- 16.139ᾧτινι ὁ πατὴρ μνηστευσάμενος... ἀκούσας ἐκεῖνος... φυγὰς ᾤχετο
破格句(anacoluthon):全句以与格关系代词 ᾧτινι(“为他”)起始,随后是一连串以父亲为主语的修饰分词(μνηστευσάμενος, κοινολογησάμενος, ἀπαγγείλας);随后主语转为儿子(ἐκεῖνος),连带分词 ἀκούσας, ἀποσεισάμενος,最终落实于定式动词 φυγὰς ᾤχετο。这种结构使得叙述焦点由父亲的筹划骤然转为青年的出逃。
