- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:16.133-16.136
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
约阿萨夫询问是否还有其他人宣讲此真理,老人说明了其父王的迫害与世间状况,随后讲述了一个比喻:一位明智的谋士借一对贫困夫妇的欢愉,引导崇拜偶像的国王领悟现世的虚妄。
Λέγει δὲ ὁ Ἰωάσαφ πρὸς τὸν γέροντα· Εἰσὶν οὖν καὶ ἕτεροί τινες νῦν οἱ κατὰ ταῦτα κηρύττοντες ὥσπερ σύ; ἢ μόνος εἶ σήμερον ὁ ταῦτα διδάσκων καὶ οὕτως μισητὸν τὸν παρόντα βίον διηγούμενος;
约阿萨夫对老人说:“那么,现在是否还有其他人像你一样宣讲这些事?还是说,今日唯有你一人在教导这些,并将现世的生活描述得如此可憎?”
Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἐν τῇ καθ’ ὑμᾶς δυστυχεστάτῃ χώρᾳ ταύτῃ οὐδένα γινώσκω. ἡ γὰρ τοῦ σοῦ πατρὸς τυραννὶς μυρίοις τούτους θανάτοις περιέβαλε, καὶ ἔργον ἔθετο μὴ τὸ σύνολον ἀκούεσθαι ἐν ὑμῖν τὸ τῆς θεογνωσίας κήρυγμα. ἐν πάσαις δὲ ταῖς λοιπαῖς γλώσσαις ᾅδεται ταῦτα καὶ δοξάζεται, οἷς μὲν ὀρθοτάτῳ λόγῳ, ἄλλοις δὲ διεστραμμένως, τοῦ πολεμίου τῶν ἡμετέρων ψυχῶν ἐκκλίνειν αὐτοὺς τῆς εὐθείας ποιησαμένου καὶ ἀλλοτρίαις καταμερισαμένου δόξαις, καὶ ῥήσεις τινὰς τῶν Γραφῶν ἄλλως καὶ οὐ κατὰ τὸν ἐγκείμενον νοῦν μεθερμηνεύειν διδάξαντος.1 μία δέ ἐστιν ἡ ἀλήθεια, ἡ κηρυχθεῖσα διὰ τῶν ἐνδόξων ἀποστόλων καὶ τῶν θεοφόρων πατέρων, καὶ ἐν τῇ καθολικῇ Ἐκκλησίᾳ τῇ ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης ἡλίου φαιδρότερον διαλάμπουσα, ἧσπερ ἐγὼ κήρυξ καὶ διδάσκαλος ἀπεστάλην σοι. Εἶπε δὲ ὁ Ἰωάσαφ πρὸς αὐτόν· Οὐδὲν οὖν τούτων ὁ ἐμὸς μεμάθηκε πατήρ; Καί φησιν ὁ γέρων· Τρανῶς μὲν καὶ προσηκόντως οὐδὲν μεμάθηκε· βύων γὰρ τὰς αἰσθήσεις, τὸ ἀγαθὸν ἑκὼν οὐ προσδέχεται, πρὸς τὸ κακὸν αὐτοπροαιρέτως τὴν ῥοπὴν κεκτημένος. Ἀλλ’ ἤθελον, φησὶν ὁ Ἰωάσαφ, κἀκεῖνον ταῦτα μυηθῆναι. Ὁ δὲ γέρων· Τὰ παρὰ ἀνθρώποις, εἶπεν, ἀδύνατα, παρὰ τῷ Θεῷ πάντα δυνατά ἐστι. τί γὰρ οἶδας εἰ σὺ σώσεις τὸν πατέρα σου, καὶ τρόπῳ θαυμασίῳ γεννήτωρ τοῦ σοῦ χρηματίσεις2 γεννήτορος;
老人回答说:“在你们这片极不幸的国度里,我不知道有任何人。因为你父亲的暴政以万千死刑陷害他们,并立下目标,务使神之知识的宣讲在你们中间全然不得听闻。然而在其余一切语言中,这些事皆被歌颂赞美;有些人是以极正直的言论,另一些人则是歪曲地宣讲,因为我们灵魂的仇敌迫使他们偏离正道,以异端之见将他们割裂,并教导他们错误地、而非按照本意去曲解经文的某些语句。但真理唯有一道,它由荣耀的使徒与承载神的教父们所宣讲,并在从大地这一端至那一端普世教会中普照得比太阳更明亮,而我正是作为这真理的传报者与教师奉派来到你这里的。” 约阿萨夫对他说:“那么,我的父亲就未曾学到这些事中的任何一点吗?”老人说:“明晰而合宜地,他一无所学;因为他闭塞官能,故意不领受善,反而出于自主的选择偏向恶。”“但我多么希望,”约阿萨夫说,“他也能领悟这些事。”老人说:“在人所不能的事,在神凡事都能。你岂知你是否会拯救你的父亲,并以奇妙的方式被称为你生父的生父呢?
Ἀκήκοα γὰρ βασιλέα τινὰ γεγονέναι πάνυ καλῶς τὴν ἑαυτοῦ οἰκονομοῦντα βασιλείαν. πράως τε καὶ ἠπίως τῷ ὑπ’ αὐτὸν κεχρημένον λαῷ, ἐν τούτῳ δὲ μόνῳ σφαλλόμενον, τῷ μὴ πλουτεῖν τὸν τῆς θεογνωσίας φωτισμόν, ἀλλὰ τῇ πλάνῃ τῶν εἰδώλων κατέχεσθαι. εἶχε δέ τινα σύμβουλον ἀγαθὸν καὶ παντοίως κεκοσμημένον τῇ τε πρὸς τὸν Θεὸν εὐσεβείᾳ καὶ τῇ λοιπῇ πάσῃ ἐναρέτῳ σοφίᾳ· ὅς, ἀχθόμενος καὶ δυσχεραίνων ἐπὶ τῇ πλάνῃ τοῦ βασιλέως καὶ βουλόμενος αὐτὸν περὶ τούτου ἐλέγξαι, ἀνεχαιτίζετο τῆς ὁρμῆς, δεδοικὼς μὴ κακῶν πρόξενος ἑαυτῷ τε καὶ τοῖς αὑτοῦ ἑταίροις γένοιτο καὶ τὴν γινομένην δι᾽ αὐτοῦ πολλῶν ὠφέλειαν περικόψειεν. ἐζήτει δὲ ὅμως καιρὸν εὔθετον τοῦ ἑλκύσαι αὐτὸν πρὸς τὸ ἀγαθόν. φησὶν οὖν ἐν μιᾷ νυκτὶ πρὸς αὐτὸν ὁ βασιλεύς· Δεῦρο δή, ἐξέλθωμεν καὶ ἐμπεριπατήσωμεν τὴν πόλιν, εἴ πού τι τῶν ὠφελούντων ὀψόμεθα. ἐμπεριπατούντων δὲ αὐτῶν τὴν πόλιν, εἶδον φωτὸς αὐγὴν ἀπό τινος τρυμαλιᾶς λάμπουσαν· καί, ταύτῃ τοὺς ὀφθαλμοὺς ἐπιβαλόντες, βλέπουσιν ὑπόγειόν τι ἀντρῶδες οἴκημα, ἐν ᾧ προὐκαθέζετο ἀνὴρ ἐσχάτῃ συζῶν πενίᾳ καὶ εὐτελῆ τινα περικείμενος ῥάκια. παρίστατο δὲ ἡ γυνὴ αὐτοῦ οἶνον κιρνῶσα. τοῦ δὲ ἀνδρὸς τὴν κύλικα ἐπὶ χεῖρας λαβόντος, λιγυρὸν ᾅδουσα μέλος ἐκείνη τέρψιν αὐτῷ ἐνεποίει ὀρχουμένη καὶ τὸν ἄνδρα ἐγκωμίοις καταθέλγουσα. οἱ περὶ τὸν βασιλέα3 τοίνυν, ἐπὶ ὥραν ἱκανὴν ταῦτα κατανοοῦντες, ἐθαύμαζον ὅτι, τοιαύτῃ πιεζόμενοι πενίᾳ ὡς μήτε οἴκου εὐπορεῖν μήτ’ ἐσθῆτος, οὕτως εὐθύμως τὸν βίον διῆγον· καί φησιν ὁ βασιλεὺς τῷ πρωτοσυμβούλῳ αὐτοῦ· Ὦ τοῦ θαύματος,4 φίλε, ὅτι ἐμοί τε καὶ σοὶ οὐδὲ οὕτως ὁ καθ’ ἡμᾶς ποτε ἤρεσε βίος, τοσαύτῃ δόξῃ καὶ τρυφῇ περ διαλάμπων, ὡς ἡ εὐτελῆς αὕτη καὶ ταλαίπωρος ζωὴ τούτους δὴ τοὺς ἀνοήτους τέρπει, καὶ ἡδύνει λεῖος αὐτοῖς καὶ προσηνὴς ὁ τραχὺς οὗτος καὶ ἀπευκταῖος βίος καταφαινόμενος. εὐκαίρου δὲ δραξάμενος ὁ πρωτοσύμβουλος ὥρας, ἔφη· Ἀλλὰ σοί γε, βασιλεῦ, πῶς ἡ τούτων φαίνεται βιοτή; Πάντων, φησὶν ὁ βασιλεύς, ὧν πώποτε ἑώρακα ἀηδεστάτη καὶ δυστυχεστάτη, βδελυκτή τε καὶ ἀποτρόπαιος. τότε λέγει πρὸς αὐτὸν ὁ πρωτοσύμβουλος, Οὕτω, οὖν, εὖ ἴσθι, βασιλεῦ, καὶ πολλῷ χαλεπώτερος ὁ καθ’ ἡμᾶς λελόγισται βίος τοῖς ἐπόπταις καὶ μύσταις τῆς ἀϊδίου δόξης ἐκείνης καὶ τῶν πάντα νοῦν ὑπερβαινόντων ἀγαθῶν· αἵ τε χρυσῷ καταστίλβουσαι οἰκίαι καὶ τὰ λαμπρὰ ταῦτα ἐνδύματα, καὶ ἡ λοιπὴ τοῦ βίου τούτου τρυφή, σκυβάλων τε καὶ ἀμαυρῶν εἰσιν ἀηδέστερα τοῖς ὀφθαλμοῖς τῶν εἰδότων τὰ ἀνεκδιήγητα κάλλη τῶν ἐν οὐρανοῖς ἀχειροτεύκτων σκηνωμάτων, τῆς θεοϋφάντου τε στολῆς καὶ τῶν ἀφθάρτων διαδημάτων, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν, ὁ πάντων Δημιουργὸς καὶ Κύριος.
原来我听说曾有一位国王,他极为出色地治理自己的王国,温和且柔善地对待属下的臣民,却唯独在此事上犯了过错:未能丰享神之知识的启迪,反被偶像的迷误所蒙蔽。他有一位良善的谋士,其人在对神的虔敬以及其余一切美德智慧上皆得周全的装饰;此人因国王的迷误而深感悲痛忧愤,欲就此规劝他,却又抑制住自己的冲动,因唯恐给自身及同伴招致祸患,并断绝通过自己带给众人的许多益处。但他仍不断寻找适宜的时机,好将国王引向善道。于是某夜,国王对他说:‘来吧,让我们出去在城中巡行,看是否能见到什么有益的事物。’当他们在城中巡行时,看见一缕光辉自某处缝隙中闪耀;他们举目望去,只见一所地穴般的地下居所,里面坐着一个在极度贫困中度日、身裹粗陋褴褛之衣的男子。他的妻子侍立一旁,调和着酒。当男子接过手中的酒杯,妇人便唱着清脆的歌谣,翩翩起舞为他带来欢悦,并以赞美之词令其夫陶醉。国王一行人见状观察了相当长的时间,大为惊叹,他们虽被如此连房屋与衣服都不得充裕的贫困所压迫,竟能如此欢畅地度日;国王对他的首席谋士说:‘奇哉,朋友!我们自己的生活虽显耀于如此的荣耀与奢华之中,却何曾像这卑贱凄惨的生活取悦这些愚人那样,令你我满意;这一艰难且令人憎恶的生活在他们眼中显得平顺而惬意,令他们欢喜!’首席谋士抓住这一适宜时刻说道:‘然而,国王啊,在你看来他们的生活究竟如何?’国王说:‘在我所见过的一切事物中,这是最不悦、最不幸、最可憎且最令人厌恶的。’这时,首席谋士对他说:‘国王啊,那么请你确知,在那些得见并领悟那永恒荣耀及超越一切心智之至善的目击者与受秘者眼中,我们这般的生活同样、甚至要艰难困苦得多;那些闪耀着金光的房屋、这些华丽的衣物,以及今生其余的奢华,在深知天界非人手所造居所之不可言喻的美妙、神所编织的华服与不朽冠冕之人的眼中,比粪土与污秽还要令人不悦。这一切,乃是万物的创造者与主宰之神为爱祂之人所预备的。’”
- 16.134τοῦ πολεμίου τῶν ἡμετέρων ψυχῶν ἐκκλίνειν αὐτοὺς τῆς εὐθείας ποιησαμένου καὶ ἀλλοτρίαις καταμερισαμένου δόξαις, καὶ ῥήσεις τινὰς τῶν Γραφῶν ἄλλως καὶ οὐ κατὰ τὸν ἐγκείμενον νοῦν μεθερμηνεύειν διδάξαντος
这是一个修饰前文 ἄλλοις δὲ διεστραμμένως(另一些人则是歪曲地宣讲)的因果性长句独立属格结构。逻辑主语 τοῦ πολεμίου 统领三个并列分词(ποιησαμένου、καταμερισαμένου 及 διδάξαντος),分别结合了使役动词 ποιέω + 不定词(“迫使他们偏离”)与 διδάσκω + 不定词(“教导他们曲解”)。
- 16.134χρηματίσεις
动词 χρηματίζω 在此体现了希腊化时期的用法,后接主格补足语,意为“被称为、具有……的称号”(而非古典时期的“经办政务、传达神谕”)。此处 γεννήτωρ τοῦ σοῦ ... γεννήτορος 作其主格补足语。
- 16.135οἱ περὶ τὸν βασιλέα
意为“国王及其扈从/一行人”的习惯表达。作为后接复数动词 ἐθαύμαζον 的主语,并自然引出随后国王与首席谋士之间的对话。
- 16.136Ὦ τοῦ θαύματος
感叹词 ὦ 后接表示感叹或情绪原因的属格(感叹属格),表示强烈的惊叹:“何其奇异!/ 奇哉!”
