- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:15.131-15.133
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
长老以太阳为喻阐明人对基督之光的自由回应,并在回答约萨法特的提问时,阐述了自由意志与选择的本质,以及从审议、判断、意向到行动的心灵抉择过程。
ἀλλ’ ἐκεῖνοι μὲν τοῦ φωτὸς ἑαυτοὺς ἀποστερήσαντες ὡς τυφλοὶ ψηλαφήσουσι τοῖχον, πολλοῖς δὲ ἐμπεσοῦνται βόθροις, καὶ πολλαῖς ἐκκεντηθήσονται τὰς ὄψεις ἀκάνθαις, ὁ δὲ ἥλιος ἐπὶ τῆς ἰδίας ἱστάμενος λαμπρότητος φωτιεῖ τοὺς ἀνακεκαλυμμένῳ προσώπῳ τὸ φέγγος αὐτοῦ κατοπτριζομένους. τὸν αὐτὸν δὴ τρόπον καὶ τὸ τοῦ Χριστοῦ φῶς φαίνει μὲν πᾶσι πλουσίως, μεταδιδὸν ἡμῖν τῆς αὐτοῦ λαμπηδόνος· μετέχει δὲ ἕκαστος καθ’ ὅσον ἐφέσεως ἔχει καὶ προθυμίας· οὔτε γὰρ ἀποστερεῖ τινα τῶν βουλομένων μένων αὐτῷ ἐνατενίζειν ὁ ἥλιος τῆς δικαιοσύνης,1 οὔτε μὴν βιάζεται τοὺς ἑκουσίως τὸ σκότος ἐκλεγομένους· ἀλλὰ τῇ ἰδίᾳ ἕκαστος ἐφεῖται αὐτεξουσίῳ προαιρέσει, ἕως ἐν τῷ παρόντι βίῳ ἐστί. Τοῦ δὲ Ἰωάσαφ πυθομένου Τί τὸ αὐτεξούσιον καὶ τί προαίρεσις, φησὶν ὁ γέρων· Αὐτεξουσιότης μέν ἐστι ψυχῆς λογικῆς θέλησις, ἀκωλύτως κινουμένη πρὸς ὅπερ ἂν βούλοιτο, εἴτε ἀρετὴν εἴτε κακίαν, οὕτως ὑπὸ τοῦ Δημιουργοῦ γενομένης. αὐτεξουσιότης αὖθίς ἐστι νοερᾶς ψυχῆς κίνησις αὐτοκρατής. προαίρεσις δέ ἐστιν ὄρεξις βουλευτικὴ τῶν ἐφ’ ἡμῖν,2 ἢ βούλευσις ὀρεκτικὴ τῶν ἐφ’ ἡμῖν· τοῦ γὰρ προκριθέντος ἐκ τῆς βουλῆς ἐφιέμεθα προαιρούμενοι. βουλὴ δέ ἐστιν ὄρεξις ζητητικὴ περὶ τῶν ἐφ’ ἡμῖν πρακτικῶν γινομένη· βουλεύεται γάρ τις, εἰ ὤφειλε μετελθεῖν τὸ πρᾶγμα ἢ οὔ. εἶτα κρίνει τὸ κρεῖττον, καὶ γίνεται κρίσις. εἶτα διατίθεται καὶ ἀγαπᾷ τὸ ἐκ τῆς βουλῆς κριθέν, καὶ λέγεται γνώμη· ἐὰν γὰρ κρίνῃ, καὶ μὴ διατεθῇ πρὸς τὸ κριθέν, ἤγουν ἀγαπήσῃ αὐτό, οὐ λέγεται γνώμη. εἶτα μετὰ τὴν διάθεσιν γίνεται προαίρεσις, ἤγουν ἐπιλογή· προαίρεσις γάρ ἐστι δύο προκειμένων τὸ ἓν αἱρεῖσθαι καὶ ἐκλέγεσθαι τοῦτο πρὸ τοῦ ἑτέρου. καὶ τοῦτο φανερόν, ὅτι βουλή ἐστι μετ’ ἐπικρίσεως ἡ προαίρεσις, καὶ ἐξ αὐτῆς τῆς ἐτυμολογίας· προαιρετὸν γάρ ἐστι τὸ ἕτερον πρὸ τοῦ ἑτέρου αἱρετόν· οὐδεὶς δὲ προκρίνει τι μὴ βουλευσάμενος, οὐδὲ προαιρεῖται μὴ προκρίνας. ἐπειδὴ γὰρ οὐ πάντα τὰ δόξαντα ἡμῖν εὖ ἔχειν εἰς ἔργον ἀγαγεῖν προθυμούμεθα, τότε προαίρεσις καὶ προαιρετὸν γίνεται τὸ προκριθὲν ἐκ τῆς βουλῆς, ὅταν προσλάβῃ τὴν ὄρεξιν. καὶ οὕτω συνάγεται προαίρεσιν εἶναι ὄρεξιν βουλευτικὴν τῶν ἐφ’ ἡμῖν· τοῦ γὰρ προκριθέντος ἐκ τῆς βουλῆς ἐφιέμεθα προαιρούμενοι. πᾶσα γὰρ βουλὴ πράξεως ἕνεκα καὶ διὰ πρᾶξιν· καὶ οὕτω πάσης μὲν προαιρέσεως βουλὴ ἡγεῖται, πάσης δὲ πράξεως προαίρεσις. διὰ τοῦτο οὐ μόνον αἱ πράξεις, ἀλλὰ καὶ τὰ κατὰ διάνοιαν, ἅτινα τὰς προαιρέσεις παριστῶσι, καὶ στεφάνους καὶ κολάσεις προξενοῦσιν. ἀρχὴ γὰρ ἁμαρτίας καὶ δικαιοπραγίας προαίρεσίς ἐστιν ἐν τοῖς ἐφ’ ἡμῖν καταγομένη· ὧν γὰρ αἱ ἐνέργειαι ἐφ’ ἡμῖν,3 τούτων καὶ αἱ πράξεις αἱ κατὰ τὴν ἐνέργειαν ἐφ’ ἡμῖν· ἐφ’ ἡμῖν δὲ αἱ κατὰ τὴν ἀρετὴν ἐνέργειαι, ἐφ’ ἡμῖν ἄρα καὶ αἱ ἀρεταί· κυρίως γὰρ ἐφ’ ἡμῖν ἐστι τὰ ψυχικὰ πάντα καὶ περὶ ὧν βουλευόμεθα. οὕτως αὐτεξουσίως βουλευομένων τῶν ἀνθρώπων καὶ αὐτεξουσίως προαιρουμένων, καθ’ ὅσον ἄν τις προαιρῆται, κατὰ τοσοῦτον καὶ μετέχει τοῦ θείου φωτὸς καὶ προκόπτει ἐν τοῖς τῆς φιλοσοφίας ἐπιτηδεύμασι· διαφοραὶ γὰρ προαιρέσεως εἰσί. καὶ καθάπερ τινὲς πηγαὶ ὑδάτων ἐκ τῶν τῆς γῆς λαγόνων ἀναπεμπόμεναι, αἱ μὲν ἐπιπολαίως τῆς γῆς ἐκβλύζουσιν, αἱ δὲ μικρόν τι βαθύτερον, αἱ δὲ λίαν βαθέως. τούτων δὲ τῶν ὑδάτων τὰ μὲν προσεχῶς ἐκβλύζοντα καὶ τῇ γεύσει γλυκέα, τὰ δὲ βαθέως ἐξερχόμενα καὶ ἁλμυρίζοντα ἢ θεαφίζοντα, καὶ τὰ μὲν ἀφθόνως ἐκδιδόμενα, τὰ δὲ κατὰ μικρὸν στάζοντα· οὕτως καὶ ἐπὶ τῶν προαιρέσεων νόει, τὰς μὲν ταχείας εἶναι καὶ λίαν θερμοτάτας, τὰς δὲ νωθρὰς καὶ ψυχράς, καὶ τὰς μὲν ὅλως ἐπὶ τὰ καλὰ τὴν ῥοπὴν κεκτημένας, τὰς δὲ πρὸς τὸ ἐναντίον πάσῃ δυνάμει ἀποκλινούσας. κατὰ γοῦν τὰς αὐτῶν διαθέσεις καὶ αἱ πρὸς τὰς πράξεις ἀκολουθοῦσιν ὁρμαί.
然而,那些剥夺了自己光芒的人,将如盲人般摸索墙壁,跌入诸多坑穴,双目亦将被诸多荆棘刺穿;而太阳立于自身的光华之中,必照亮那些以敞开的脸面如镜子般反照其光辉的人。同样,基督的光也丰盛地照耀众人,将祂自己的光辉分享给我们;然而,每个人所得的分,乃取决于他所怀有的渴求与热忱的程度。因为公义的日头驻留着,既不剥夺任何愿凝望祂的人,也绝不强迫那些自愿选择黑暗的人;相反,每个人都被交由自己自由的决意去掌管,只要他还在今世之中。 当约萨法特询问“何为自由意志,何为选择”时,长老说:“自由意志是理性灵魂的意志,它不受阻碍地朝向其所愿的任何事物运行,无论是美德还是恶行,因造物主造它本是如此。自由意志又是理智灵魂自主的主权运动。而选择则是对属于我们权柄之内事物的一种审议性渴望,或是关于属于我们权柄之内事物的一种具渴望性的审议;因为在作出选择时,我们渴求那经过审议而被判定为更优的事物。审议则是关于我们权柄之内的实践性事物所进行的探索性渴望;因为人会审议自己是否应当追寻该事物。接着,他判定何者为更优,于是形成判断。然后,他心生倾向并喜爱那经审议而判定的事物,这被称为意向;因为如果他作出了判断,却没有倾向于所判定的事物,即并不喜爱它,便不能被称为意向。接着,在倾向之后产生了选择,即决选;因为选择是在摆在面前的两件事物中选取其一,并将其置于另一事物之前而予以选取。而选择乃是伴随决断的审议,这一点从词源本身也昭然若揭;因为所谓可选择的,乃是先于另一事物而被选取的;没有人不在审议之后便先判定某事,也没有人在未先判定之前就作出选择。因为我们并非热切地将所有自以为善的事物都付诸实行,唯有当那经由审议而被判定的事物融入了渴望之时,它才成为选择和被选择之物。由此归纳出,选择是对属于我们权柄之内事物的一种审议性渴望;因为在作出选择时,我们渴求那经过审议而被判定为更优的事物。因为一切审议皆是为了行动且因着行动;因此,审议统领一切选择,而选择统领一切行动。正因如此,不仅是实际的行动,连那些展现选择的心思意念,也同样招致冠冕与惩处。因为罪恶与公义之行的开端,正是扎根于属于我们权柄之内事物里的选择;凡其运作属于我们权柄之内的,其依该运作而生的行动亦属于我们权柄之内;而依美德的运作既然属于我们权柄之内,美德自然也属于我们权柄之内;因为严格说来,一切关乎灵魂之事以及我们所审议之事,皆属于我们的权柄之内。既然世人是以如此自由的方式审议,以如此自由的方式选择,那么一个人做出何种程度的选择,他便在同等程度上分享神圣之光,并在哲学的实践中取得长进;因为选择本有差异。正如从地底深处涌出的泉水,有的在地表浅层喷涌,有的在稍深之处,有的则在极深之处;而这些泉水,有的近处涌出、口感甘甜,有的自深处流出、带咸味或含硫磺,有的充沛流淌,有的点滴渗透——在选择之事上亦当如此理解:有的迅捷而极炽热,有的迟钝而冰冷;有的全然倾向于良善之美,有的则竭尽全力偏向其反面。总归而言,那趋向行动的冲动,正是循着它们各自的倾向而来的。”
- 15.131οὔτε γὰρ ἀποστερεῖ τινα τῶν βουλομένων μένων αὐτῷ ἐνατενίζειν ὁ ἥλιος τῆς δικαιοσύνης
分词 τῶν βουλομένων 与 μένων 相连。主格阳性单数分词 μένων 与主语 ὁ ἥλιος τῆς δικαιοσύνης 保持性数格一致,意为“公义的日头常存驻留,不剥夺任何愿凝望祂的人”。虽有观点认为 μένων 系从 βουλομένων 讹衍重抄而来,但从构词上看,它与前文的 ἐπὶ τῆς ἰδίας ἱστάμενος λαμπρότητος 呼应,充当修饰主语的主动态分词,句法完整连贯。
- 15.131τῶν ἐφ’ ἡμῖν
介词 ἐπί 接与格 ἡμῖν 配中性复数定冠词的固定哲学与教父伦理学术语,意为“属于我们权柄之内的事物”或“取决于我们之事”。在此处作 ὄρεξις(渴望)及 βούλευσις(审议)的宾格性属格,指明意欲与思虑的对象。
- 15.132ὧν γὰρ αἱ ἐνέργειαι ἐφ’ ἡμῖν, τούτων καὶ αἱ πράξεις αἱ κατὰ τὴν ἐνέργειαν ἐφ’ ἡμῖν
由关系从句 ὧν ... ἐφ’ ἡμῖν 与主句 τούτων ... ἐφ’ ἡμῖν 构成的呼应句式。关系代词 ὧν 为中性复数领属属格,先导其先行词 τούτων;两句中皆省略了系动词 εἰσί,清晰构建出“凡其运作属于我们权柄之内的,其依该运作而生的行动亦属于我们权柄之内”的因果逻辑。
