← 大马士革的圣约翰

巴兰和约萨法特

§15.129-15.130

美德的窄路与世人回避修道的原因

针对约萨法特的疑问,巴尔拉姆引用圣经与教父之言,阐明世人因受世俗财物与享乐羁绊而回避美德之窄门的原因,并论证即便多数人背弃,真正哲学的荣耀亦丝毫不会受损。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15.129

βασιλέως ἡμῶν καὶ Θεοῦ, ἀπάγουσαν ἡμᾶς τῶν φθαρτῶν, καὶ τῶν ἀϊδίων μετόχους ἐργαζομένην. Παλαιᾶς οὖν, φησὶν ὁ Ἰωάσαφ, καὶ οὕτως ἀναγκαίας οὔσης τῆς τοιαύτης φιλοσοφίας, πῶς οὐ πολλοὶ ζηλοῦσι σήμερον τουτονὶ τὸν βίον; Ὁ δὲ γέρων ἔφη· Πολλοὶ μὲν ἐζήλωσαν καὶ ζηλοῦσιν, οἱ πλεῖστοι δὲ ὀκνοῦσι καὶ ἀναδύονται· Ὀλίγοι γάρ, καθά φησιν ὁ Κύριος, οἱ τῆς στενῆς ὁδοῦ καὶ τεθλιμμένης ὁδοιπόροι, τῆς ἀνειμένης δὲ καὶ πλατείας οἱ πλείους. οἱ γὰρ καθάπαξ ὑπὸ φιλοχρηματίας καὶ τῶν τῆς φιληδονίας κακῶν ἁλόντες, τῇ κενῇ δὲ καὶ ματαίᾳ προστετηκότες δόξῃ, δυσαποσπάστως αὐτῶν ἔχουσιν,1 ὡς ἅτε δούλους ἑαυτοὺς ἑκουσίως ἀπεμπολήσαντες ἀλλοτρίῳ δεσπότῃ, καὶ ἀπ’ ἐναντίας ἱστάμενοι τῷ ταῦτα ἐπιτάττοντι Θεῷ, καὶ δέσμιοι αὐτῷ κατεχόμενοι.2 ψυχὴ γὰρ καθάπαξ ἀπογνοῦσα τῆς οἰκείας σωτηρίας, τὰς ἡνίας αὑτῆς ἐνδοῦσα ταῖς ἀλόγοις ἐπιθυμίαις, πανταχοῦ περιφέρεται. διὰ τοῦτο ὀλοφυρόμενος ὁ Προφήτης τὴν περικεχυμένην ἄνοιαν ταῖς τοιαύταις ψυχαῖς, καὶ τῆς ἐπικειμένης αὐταῖς ἀχλύος τὴν παχύτητα θρηνῶν, ἔλεγεν Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἱνατί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος; ὅτῳ τις καὶ τῶν ἡμετέρων σοφῶν διδασκάλων, θεολογικώτατος ἀνήρ, συνᾴδων, καί τινα παρ’ ἑαυτοῦ προστιθείς, ἐκβοᾷ πᾶσιν ὡς ἐξ ἀπόπτου τινὸς καὶ ὑψηλοτάτης περιωπῆς· Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἱνατί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος; μέγα τι τὸν ἐνταῦθα βίον καὶ τὴν τρυφὴν καὶ τὸ μικρὸν δοξάριον καὶ τὴν ταπεινὴν δυναστείαν καὶ τὴν ψευδομένην εὐημερίαν ὑπολαμβάνοντες, ἃ μὴ τῶν ἐχόντων μᾶλλον ἐστὶν ἢ τῶν ἐλπισάντων, οὐδὲ τούτων μᾶλλον ἢ τῶν οὐδὲ προσδοκησάντων,3 ὥσπερ χοῦς ὑπὸ λαίλαπος ἄλλοτε εἰς ἄλλους ῥιπιζόμενα καὶ μεταρριπτούμενα, ἢ ὥσπερ καπνὸς διαρρέοντα, καὶ ὡς ὄναρ παίζοντα, καὶ ὡς σκιὰ μὴ κρατούμενα, οὔτε ἀπόντα δυσέλπιστα τοῖς οὐ κεκτημένοις, οὔτε παρόντα πιστὰ τοῖς ἔχουσιν. Οὕτως οὖν τοῦ Σωτῆρος ἐντελλομένου, τῶν Προφητῶν τε καὶ Ἀποστόλων κηρυττόντων, καὶ τῶν ἁγίων πάντων ἔργῳ τε καὶ λόγῳ εἰς τὴν τῆς ἀρετῆς συνωθούντων ἡμᾶς ἀπλανεστάτην ὁδόν, κἂν ὀλίγοι οἱ ταύτην ὁδεύοντες, πλείους δὲ οἱ τὴν εὐρύχωρον καὶ πρὸς ἀπώλειαν ἄγουσαν προκρίνοντες, οὐκ ἐκ τούτου ἡ πολιτεία τῆς ἐνθέου ταύτης κατασμικρυνθήσεται φιλοσοφίας, ἀλλά, καθάπερ ὁ ἥλιος, εἰς φαῦσιν πᾶσιν ἀνατέλλων, ἀφθόνως αὑτοῦ τὰς ἀκτῖνας προπέμπει πάντας φωτίζεσθαι προτρεπόμενος, οὕτω καὶ ἡ ἀληθὴς φιλοσοφία τοὺς αὐτῆς ἐραστὰς ἡλίου δίκην φωταγωγεῖ καὶ περιθάλπει καὶ λαμπροὺς ἀποδείκνυσιν. εἰ δέ τινες, μύσαντες τοὺς ὀφθαλμούς, κατιδεῖν αὐτοῦ τὸ φέγγος οὐ θελήσουσιν, οὔτε μεμπτέος παρὰ τοῦτο ὁ ἥλιος οὔτε τοῖς λοιποῖς παροπτέος, οὔτε μὴν ἡ δόξα τῆς αὐτοῦ λαμπρότητος διὰ τῆς ἐκείνων ἀτιμασθήσεται ἀβελτηρίας·

〔当知道这是〕我们的王与上帝〔基督的诫命〕,它引我们脱离朽坏之物,使我们有分于永恒之物。 约萨法特说:“既然这等哲学如此古老且必要,为何如今少有人渴慕这等生命呢?”长老说:“许多人曾渴慕过,如今也仍渴慕着,但大多数人却畏难退缩。因为正如主所说,走在那狭窄艰险路上的人少,行在开阔宽敞路上的人多。因为那些一旦被贪财和嗜欲的罪恶所掳获、依恋空洞虚妄的名声之人,极难从这些事物中自拔,他们心甘情愿地将自己作为奴仆出卖给外在的主人,与吩咐这些事的上帝背道而驰,作为囚徒被那〔主人〕束缚。因为灵魂一旦对自身的救赎绝望,将其缰绳交予无理性的欲望,便到处颠簸流离。为此,先知痛惜笼罩在这类灵魂之上的愚昧,哀叹压在他们身上的厚重迷雾,说道:‘世人哪,你们的心还要迟钝到几时呢?你们为何喜爱虚妄,寻找虚假?’我们的一位智慧导师,极其精通神学之人,也与之同声应和,并加上自己的话,宛如从遥远极高的瞭望塔上向众人呼喊: ‘世人哪,你们的心还要迟钝到几时呢?你们为何喜爱虚妄,寻找虚假?竟把现世的生命、奢华、微不足道的虚荣、卑下的权势和欺诈的亨通当作伟大的事物——这些事物归属于拥有者并不比归属于希冀者更多,归属于后者也不比归属于未曾指望之人更多;它们宛如被暴风卷起的尘土,时而吹向这人,时而抛向那人,又如烟雾般消散,如梦幻般戏弄,如阴影般无法捉摸;在未得之时,于无之者而言并非难以冀求;在拥有之时,于有之者而言亦非确实可靠。’因此,救主既是如此吩咐,先知和使徒如此宣讲,所有的圣者也以言以行督促我们走上这条最不致走偏的美德之路,即使走在这条路上的人少,而宁择那通往灭亡的宽阔之路的人多,这属神的哲学的崇高境界亦绝不因此而见损。相反,正如太阳升起普照众人,毫无吝惜地发出光芒,召唤众人皆得光照,真正的哲学亦如太阳一般,引导、呵护其爱慕者,使他们显得明亮光耀。即使有人闭上双目不愿瞻仰其光辉,太阳绝不因此受责备,也不致被其余之人弃绝,其光耀的荣耀更绝不会因那些人的愚蠢而受辱。”

语法注3 条
  1. 15.129δυσαποσπάστως αὐτῶν ἔχουσιν

    此处为 ἔχω 搭配副词及属格的用法,意为“处于难以从……抽身/脱离的状态”。属格代词 αὐτῶν 为分离属格,指代前文列举的贪爱钱财(φιλοχρηματία)、嗜欲之恶(τῶν τῆς φιληδονίας κακῶν)以及虚妄的名声(κενῇ... δόξῃ)等世俗执念。

  2. 15.129καὶ δέσμιοι αὐτῷ κατεχόμενοι

    与格代词 αὐτῷ 的先行词并非紧邻的“上帝”(Θεῷ),而是与之相对立的“外在的主人”(ἀλλοτρίῳ δεσπότῃ,即魔鬼或现世的统治者)。它与前面的“与上帝背道而驰”(ἀπ’ ἐναντίας ἱστάμενοι τῷ... Θεῷ)形成对照,表明他们沦为了那个恶者的囚徒并受其控制。

  3. 15.130ἃ μὴ τῶν ἐχόντων μᾶλλον ἐστὶν ἢ τῶν ἐλπισάντων, οὐδὲ τούτων μᾶλλον ἢ τῶν οὐδὲ προσδοκησάντων

    这是由关系代词 ἃ(代表现世的富贵繁华)所引导、以 μᾶλλον... ἤ 构成的双重从属所有格比较结构(τῶν ἐχόντων, τῶν ἐλπισάντων, τῶν οὐδὲ προσδοκησάντων)。意指这些事物归属于实际拥有者并不比归属于渴求者更多,归属于渴求者也不比归属于未曾指望之人更多,借此层递否定突显世俗财富绝不可能为任何人所永久占据的虚无与流动性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:15.129-15.130