- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:15.125-15.128
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
约萨法特询问如何将财富送往永恒之所并弃绝现世,巴尔拉姆援引经文指出周济穷人正是积财于天的途径。当约萨法特询问弃世苦修是否出自使徒传承时,巴尔拉姆阐明这直接源于基督对富足青年的诫命。
Λέγει δὲ ὁ Ἰωάσαφ τῷ γέροντι· Πῶς οὖν δυνήσομαι θησαυροὺς χρημάτων καὶ πλούτου ἐκεῖσε προπέμπειν, ὡς ἂν ἄσυλον αὐτῶν καὶ ἀνώλεθρον τὴν ἀπόλαυσιν ἀπελθὼν εὕρω;1 πῶς δὲ δείξω τὸ πρὸς τὰ παρόντα μου μῖσος, καὶ τῶν αἰωνίων ἀνθέξομαι; μάλα σαφήνισόν μοι. καί φησιν ὁ Βαρλαάμ· Ἡ μὲν τοῦ πλούτου τούτου πρὸς τὸν αἰώνιον τόπον προπομπὴ ταῖς χερσὶ γίνεται τῶν πενήτων. φησὶ γάρ τις τῶν προφητῶν, Δανιὴλ ὁ σοφώτατος, τῷ βασιλεῖ Βαβυλῶνος· Διὰ τοῦτο, βασιλεῦ, ἡ βουλή μου ἀρεσάτω σοι· καὶ τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι καὶ τὰς ἀδικίας σου ἐν οἰκτιρμοῖς πενήτων. λέγει δὲ καὶ ὁ Σωτήρ· Ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵν̓, ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς. καὶ πολὺν ἄνω τε καὶ κάτω λόγον ὁ Δεσπότης τῆς ἐλεημοσύνης καὶ μεταδόσεως τῶν πενήτων ποιεῖται,2 καθὼς ἐν τῷ Εὐαγγελίῳ μανθάνομεν. οὕτως μὲν οὖν ἀσφαλέστατα λίαν ἐκεῖσε προπέμψεις πάντα ταῖς τῶν δεομένων χερσίν· ὅσα γὰρ εἰς τούτους ποιήσεις, ἑαυτῷ ὁ Δεσπότης οἰκειούμενος πολυπλασίως σε ἀνταμείψεται· νικᾷ γὰρ ἀεὶ ταῖς τῶν δωρεῶν ἀντιδόσεσι τοὺς ἀγαπῶντας αὐτόν. τούτῳ μὲν οὖν τῷ τρόπῳ τέως τοὺς θησαυροὺς τοῦ σκότους τοῦ αἰῶνος τούτου συλήσας, ᾧ τεταλαιπώρηκας πολὺν ἤδη χρόνον ἐκδουλεύων, καλῶς ἐκ τούτων πρὸς τὸ μέλλον ἐφοδιασθήσῃ, καὶ τοῦ ἀλλοτρίου ἀφελόμενος σεαυτῷ πάντα προαποθήσῃ, διὰ τῶν ῥευστῶν τούτων καὶ προσκαίρων τὰ ἑστῶτα καὶ μένοντα ἐξωνησάμενος· ἔπειτα, τοῦ Θεοῦ συνεργοῦντός σοι, κατανοήσεις τὸ ἄστατον τοῦ κόσμου καὶ ἀνώμαλον, καί, χαίρειν πᾶσιν εἰπών, πρὸς τὸ μέλλον μεθορμισθήσῃ, παραδραμὼν μὲν τὰ παρατρέχοντα, τοῖς ἐλπιζομένοις δὲ καὶ ἱσταμένοις προστεθήσῃ, καὶ τὸ σκότος μὲν ἀπολιπὼν σὺν τῇ σκιᾷ τοῦ θανάτου, μισήσας δὲ τὸν κόσμον καὶ κοσμοκράτορα, καὶ τὴν φθειρομένην σάρκα ἐχθρὰν ἑαυτῷ λογισάμενος, τῷ φωτὶ προσδράμῃς3 τῷ ἀπροσίτῳ, καί, τὸν σταυρὸν ἐπ’ ὤμων ἄρας, ἀκολουθήσεις αὐτῷ ἀμεταστρεπτί, ἵνα καὶ σὺν αὐτῷ δοξασθῇς καὶ τῆς οὐκ ἔτι μεταπιπτούσης ζωῆς οὐδὲ ἀπατηλῆς ἀναδειχθῇς κληρονόμος. Ὁ δὲ Ἰωάσαφ· Τὸ πάντων οὖν, φησίν, ὑπεριδεῖν καὶ ἐπίπονον οὕτως ἀναλαβέσθαι βίον, καθάπερ εἴρηκας ἀνωτέρω, παράδοσίς ἐστιν ἀρχαία ἐκ τῆς τῶν ἀποστόλων κατιοῦσα διδαχῆς; ἢ ἔναγχος ὑμῖν ἐπινενόηται τῇ τοῦ νοὸς ὑμῶν ἐπιστήμῃ, ὡς κρεῖττον ἐκλεξαμένοις τοῦτο;
约萨法特对长老说:“那么,我如何才能将金钱与财富的珍宝预先送往那里,以便在离去之时,能够寻见对它们的享用乃是不可掠夺且永不泯灭的呢?我又当如何显明我对现世事物的厌弃,并紧握永恒的事物呢?请为我阐明清楚。”巴尔拉姆说:“将这财富预先送往永恒之所,是通过穷人之手成就的。因为众先知中的一位,最智慧的但以理,对巴比伦王说:‘王啊,因此愿我的谏言得你悦纳:当以施舍赎你的罪,以怜悯穷人赎你的罪孽。’救主亦说:‘要藉着那不义的钱财为自己结交朋友,到了你们显出缺乏的时候,他们可以接你们到永存的帐幕里去。’并且正如我们在福音书中所晓得的那样,主上上下下多次讲论施舍与周济穷人之事。因此,借着贫困者之手,你确实能将一切最为稳妥地预先送往那里;因为凡你向这些人所行的,主都视同归于自己,必加倍地厚报于你;因为在恩赐的回报上,祂总是胜过那些爱祂的人。因此,借着这种方式,你暂且剥夺这世代黑暗的珍宝——你在其奴役下早已饱受长久的劳苦,借着它们为你将来的道路备足给养,拿走属于外人的事物,为自己预先积存一切,用这些流转且暂时的物换取坚立且永存之物;其后,在上帝的相助下,你将看清这世界的动荡与不平,在向万物道别之后,将锚泊移向未来,越过那些匆匆流逝之物,归入那被盼望且永存之物;在撇下黑暗与死荫之后,因厌恶这世界与世界的掌权者,并将朽坏的肉体视作自己的仇敌,你将奔向那不可靠近的光,肩负十字架,决不回头地跟随祂,好叫你与祂一同得荣耀,并显明为那不再变迁也不再虚妄之生命的继承者。”约萨法特说:“那么,如你上面所言,蔑视一切并承担如此劳苦的生命,是自使徒教导流传下来的古老传统吗?抑或是你们凭借自身心智的明辨,因拣选此为更好而在近期所构想出来的呢?”
Πρὸς ὃν ὁ γέρων ἔφη· Οὐ νόμον προσφάτως εἰσενεχθέντα διδάσκω σε (μὴ γένοιτο), ἀλλ’ ἔκπαλαι δοθέντα ἡμῖν. εἶπεν γὰρ ὁ Κύριος πλουσίῳ τινὶ ἐπερωτήσαντι αὐτόν, Τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; καὶ καυχωμένῳ πάντα φυλάξαι τὰ γεγραμμένα ἐν τῷ νόμῳ, Ἕν σοι, φησίν, ὑστερεῖ· ὕπαγε, ὅσα ἔχεις πώλησον καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς· καὶ δεῦρο ἀκολούθει μοι, ἄρας τὸν σταυρόν. ὁ δὲ ταῦτα ἀκούσας περίλυπος ἐγένετο· ἦν γὰρ πλούσιος σφόδρα. ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς περίλυπον γενόμενον, εἶπε· Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος διελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. ταύτης οὖν τῆς ἐντολῆς πάντες ἀκούσαντες οἱ ἅγιοι ἀποχωρισθῆναι πάντη τῆς τοιαύτης τοῦ πλούτου δυσκολίας ἐφρόντισαν· καὶ πάντα σκορπίσαντες, καὶ διὰ τῆς τῶν πενήτων διαδόσεως πλοῦτον ἑαυτοῖς αἰώνιον προαποθέμενοι, ἦραν τὸν σταυρὸν καὶ τῷ Χριστῷ ἠκολούθησαν, οἱ μὲν μαρτυρικῶς, καθὰ δὴ καὶ εἶπόν σοι, τελειωθέντες, οἱ δὲ ἀσκητικῶς ἀγωνισάμενοι, καὶ μηδὲν ἐκείνων ἀπολιπόντες τῇ ἀγωγῇ τῆς ἀληθινῆς ταύτης φιλοσοφίας.4 ἐντολὴν οὖν ταύτην εἶναι γίνωσκε Χριστοῦ τοῦ
长老对他说:“我教导你的绝非近期引入的律法(断乎不是!),而是自古就赐予我们的。因为主曾对一个询问祂‘我当作什么事才可以承受永生’并夸口遵守了律法所记一切的富人说:‘你还缺少一件:去,变卖你所有的,分给穷人,你就必有财宝在天上;还要背起十字架,来跟从我。’那人听见这话,就甚忧愁,因为他极其富有。耶稣见他忧愁,便说:‘有钱财的人进上帝的国是何等的难哪!骆驼穿过针眼,比财主进上帝的国还容易呢。’因此,所有的圣者听见这条诫命,便竭力全然摆脱财富带来的这等艰难;他们分散一切,通过周济穷人为自己预先积蓄永恒的财富,背起十字架跟从了基督——正如我曾对你所说的那样,有的人以殉道的方式得以成全,有的人则在苦修中奋战,在这真正哲学的操练上丝毫不逊色于那些人。因此,当知道这是基督的诫命……”
- 15.126ὡς ἂν ἄσυλον αὐτῶν καὶ ἀνώλεθρον τὴν ἀπόλαυσιν ἀπελθὼν εὕρω
由 ὡς ἄν 引导接不定过去式虚拟语气(εὕρω)的目的从句。形容词 ἄσυλον 与 ἀνώλεθρον 处于无冠词的谓语性位置,充当直接宾语 τὴν ἀπόλαυσιν 的谓语性补足语(“寻见对其享用乃是不可掠夺且永不泯灭的”)。
- 15.126πολὺν ἄνω τε καὶ κάτω λόγον ὁ Δεσπότης τῆς ἐλεημοσύνης καὶ μεταδόσεως τῶν πενήτων ποιεῖται
成语性短语 ἄνω τε καὶ κάτω(字面意为“上上下下”,引申为“随处”“反复”)修饰动词搭配 λόγον ποιεῖται(后接属格,意为“论及/讲论……”)。属格短语 τῆς ἐλεημοσύνης καὶ μεταδόσεως τῶν πενήτων 表述论题(宾格性属格)。
- 15.127τῷ φωτὶ προσδράμῃς
在前后一系列将来时直陈语气动词(μεθορμισθήσῃ、προστεθήσῃ、ἀκολουθήσεις)的语境中,此处出现了第二人称单数不定过去式虚拟语气(或抄本中将来时 προσδραμεῖς / προσδραμῇ 的讹误/混淆)。它作为主句动作链条的一部分,指示未来的确定义务与行动,并连接到后文的 ἵνα 从句。
- 15.128καὶ μηδὲν ἐκείνων ἀπολιπόντες τῇ ἀγωγῇ τῆς ἀληθινῆς ταύτης φιλοσοφίας
分词 ἀπολιπόντες(意为“落后于、逊色于”)支配比较/分离属格 ἐκείνων(指代前文所述的殉道者们)。中性宾格 μηδέν 用作副词性的程度宾格(“在任何方面/丝毫不”),与格 τῇ ἀγωγῇ 则是关系/限定与格(“在操练/生活方式上”)。
