← 大马士革的圣约翰

巴兰和约萨法特

§14.123-14.125

上帝诫命之道与积蓄永恒财富的劝勉

说话者舍弃对尘世的执着,选取上帝诫命的坦途,忆及一位睿智导师关于逃离尘世与两处永恒居所的呼召,并劝勉听者积蓄不朽的财富。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.123

ἀποβαλλομένῳ δέ μοι τῆς ψυχῆς τὴν τούτων προσπάθειαν καὶ ἀπορρίψαντι κατεφάνη τὰ τῷ ὄντι ἀγαθά, τὸ φοβεῖσθαι τὸν Θεὸν καὶ ποιεῖν αὐτοῦ τὸ θέλημα. τοῦτο γὰρ ἔγνων πάντων τῶν ἀγαθῶν κεφάλαιον ὑπάρχειν· τοῦτο καὶ ἀρχὴ σοφίας λέγεται καὶ σοφία τετελειωμένη· ζωὴ γάρ ἐστιν ἄλυπος καὶ ἀνεπηρέαστος τοῖς ἀντεχομένοις αὐτῆς, καὶ τοῖς ἐπερειδομένοις ἐπ’ αὐτὴν ὡς ἐπὶ Κύριον ἀσφαλής. ἐπιστήσας οὖν μου τὸν λογισμὸν τῇ ἀπλανεστάτῃ ὁδῷ τῶν ἐντολῶν τοῦ Κυρίου, καὶ γνοὺς ἀκριβῶς μηδὲν ἐν αὐτῇ σκολιὸν ἢ στραγγαλιῶδες ὑπάρχειν, μήτε φαράγγων καὶ σκοπέλων ἀκανθῶν τε καὶ τριβόλων πεπληρωμένην, ἀλλ’ ὅλην λείαν καθεστηκέναι καὶ ὁμαλήν, τέρπουσαν μὲν τοὺς ὀφθαλμοὺς τῶν αὐτὴν ὁδευόντων ταῖς φανοτάταις θεωρίαις ὡραΐζουσαν δὲ τοὺς πόδας, καὶ ὑποδύουσαν τὴν ἑτοιμασίαν τοῦ εὐαγγελίου τῆς εἰρήνης, τοῦ ἀσφαλῶς τε καὶ συντόμως βαδίζειν·1 ἥνπερ πάντων δικαίως προέκρινα, καὶ οἰκοδομεῖν ἠρξάμην τὴν πεσοῦσάν μου τῆς ψυχῆς καὶ φθαρεῖσαν οἰκίαν. Οὕτως μου τὰ κατ’ ἐμαυτὸν διατιθεμένου καὶ τὸ σφαλερὸν τοῦ νοὸς ἐπανορθοῦντος, ῥημάτων ἀκήκοα σοφοῦ τινος διδασκάλου τοιαῦτά μοι ἐμβοῶντος· Ἐξέλθετε, ἔφη, πάντες οἱ ποθοῦντες σωθῆναι·

当我从灵魂中抛弃对这些事物的依恋并将其弃绝时,那真正良善的事物便向我显现:敬畏上帝并遵行祂的旨意。因为我明白这是诸般美善的根基;这被称为智慧的开端,亦被称为完满的智慧;因为对于紧握它的人,这是一场无忧无虑且不受侵害的生命,对于倚靠它如同倚靠主的人,这是稳固的保障。因此,我将心志定于主诫命那毫无偏差的道路上,确切地得知其中全无曲折或偏邪,既不充斥着沟壑与峭壁、荆棘与蒺藜,反而全然平坦顺畅,以极明亮的默想愉悦行于其上之人的眼目,装点他们的双足,并为〔他们〕穿上和平福音的预备,以便安全而迅速地前行——我理所当然地拣选了这条道路越过一切,并开始重建我那倾塌毁坏的心灵之屋。正当我如此整顿自身之事、纠正心灵的偏颇之际,我听见一位睿智导师向我如此呼喊的话语:“出来吧,凡渴望得救的人!

§14.124

ἀποχωρίσθητε τῆς ματαιότητος τοῦ κόσμου· παράγει γὰρ τὸ σχῆμα αὐτοῦ μικρὸν ὅσον,2 καὶ ἰδοὺ οὐκ ἔσται. ἐξέλθετε ἀμεταστρεπτί, μὴ προῖκα δὲ καὶ ἀμισθί, ἀλλ’ ἐφόδια φερόμενοι ζωῆς αἰωνίου· μακρὰν γὰρ μέλλετε βαδίζειν ὁδόν, πολλῶν ἔχουσαν χρείαν τῶν ἐντεῦθεν ἐφοδίων. καὶ καταλαμβάνετε τὸν αἰώνιον τόπον χώρας ἔχοντα δύο, πολλὰς ἐν ἑαυταῖς μονὰς ἐχούσας, ὧν τὴν μὲν μίαν ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν καὶ τὰς αὐτοῦ φυλάττουσιν ἐντολάς, παντοίων οὖσαν ἀγαθῶν πεπληρωμένην, ἧσπερ οἱ ἀξιωθέντες ἐν ἀφθαρσίᾳ ζήσονται διηνεκεῖ, τῆς ἀνωλέθρου ἀπολαύοντες ἀθανασίας, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός· ἡ δὲ δευτέρα,3 σκότους οὖσα μεστὴ καὶ θλίψεως καὶ ὀδύνης, τῷ διαβόλῳ ἡτοίμασται καὶ τοῖς ἀγγέλοις αὐτοῦ, ἐν ᾗ βληθήσονται καὶ οἱ δι’ ἔργων πονηρῶν ἑαυτοῖς ταύτην προξενήσαντες, οἱ τῶν ἀφθάρτων καὶ αἰωνίων τὰ παρόντα ἀνταλλαξάμενοι καὶ ὅλους ἑαυτοὺς κατάβρωμα τοῦ αἰωνίου πυρὸς ποιησάμενοι. Ταύτης ἐγὼ τῆς φωνῆς ἀκούσας καὶ τὸ ἀψευδὲς αὐτῆς ἐπιγνούς, ἐκεῖνο καταλαβεῖν τὸ κατάλυμα ἔργον ἐθέμην, τὸ πάσης μὲν ἀπηλλαγμένον ὀδύνης τε καὶ λύπης, τοσαύτης δὲ ἀσφαλείας καὶ τοιούτων ἀγαθῶν πλῆρες ὑπάρχον, ὧν ἡ γνῶσις νυνὶ μὲν ἐκ μέρους ἐστὶν ἐν ἐμοί, νηπίῳ τε ὄντι τὴν πνευματικὴν ἡλικίαν καὶ ὡς δι’ ἐσόπτρων καὶ αἰνιγμάτων τὰ ἐκεῖθεν βλέποντι· ὅτε δὲ ἔλθῃ τὸ τέλειον, καὶ ἐπιγνώσομαι πρόσωπον πρὸς πρόσωπον, τότε τὸ ἐκ μέρους καταργηθήσεται. εὐχαριστῶ τοίνυν τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν· ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου, καὶ διήνοιξέ μου τοὺς ὀφθαλμοὺς ἀπλανῶς κατιδεῖν ὅτι τὸ φρόνημα τῆς σαρκὸς θάνατος, τὸ δὲ φρόνημα τοῦ πνεύματος ζωὴ καὶ εἰρήνη. καὶ καθάπερ οὖν ἐγώ, τῶν παρόντων ἐπιγνοὺς τὴν ματαιότητα, τέλειον αὐτὰ ἐμίσησα μῖσος, οὕτω δὴ καὶ δὲ4 γινώσκειν περὶ τούτων συμβουλεύω, ἵνα ὡς ἀλλοτρίοις διατεθῇς αὐτοῖς καὶ θᾶττον παρερχομένοις, ἀφελόμενος δ’ ἐντεῦθεν πάντα, θησαυρίσῃς σεαυτῷ ἐν τῷ ἀφθάρτῳ αἰῶνι θησαυρὸν ἀσύλητον, πλοῦτον ἀδαπάνητον, ἔνθα σε δεῖ ἀνυπερθέτως πορευθῆναι, ἵνα, ὅταν ἀπέλθῃς, οὐχ ὑστερούμενος ἔσῃ, ἀλλὰ πλούτῳ βρίθων, καθάπερ σοι τὴν τούτων ἀνεθέμην ἀνωτέρω καταλληλοτάτην εἰκόνα.

离开这尘世的虚妄;因为它的表象片刻之间便要过去,看哪,它将不复存在。不要回头,坚决地走出来,不要空手徒劳,而要携带永生的行粮;因为你们将要走一条漫长的路,极需从此处带去诸多给养。你们要抵达那拥有两个领域的永恒之地,其中包含着诸多住所:其一,是上帝为爱祂并遵守祂诫命的人所预备的,充盈着各样美善之物,配得此地的人将活在连绵不断的不朽之中,享受永不泯灭的不死,在那里痛苦、忧伤与叹息尽皆逃散;其二,则充满黑暗、患难与痛苦,是为魔鬼及其使者所预备的,那些因恶行而自取此地之人也将被投入其中,他们以不朽与永恒之物换取了现世的事物,使自身完全沦为永火的吞噬之物。”我听见这声音并认出其确凿无妄,便立定志向要进入那所歇息之处——那里免除了一切痛苦与忧伤,充满如此的安稳与诸般美善,而对其的认知如今在我里面尚且是局部的,因我在属灵身量上还是婴孩,如透过镜子并在谜语中观看彼岸的事物;但等到那完全的来到,我将面对面地认知,那时这局部的便归于无有了。因此,我通过我们的主耶稣基督感谢上帝;因为在基督耶稣里生命之灵的律使我脱离了罪与死之律,并开启了我的双眼,使我无误地看清:肉体的心思乃是死,而圣灵的心思乃是生命与平安。正如我识破了现世事物的虚妄,对它们抱以完全的厌弃,我也同样劝你如此看待这些事物,以便将它们视作身外之物与速朽之物,并将一切自此移去,在不朽的纪元中为自己积蓄无法被掳掠的珍宝与永不耗竭的财富;你必须刻不容缓地奔赴那里,好使你在离去之时不至匮乏,反而满载富足,正如我此前向你陈明关于这些事至为恰切的比喻那样。

语法注4 条
  1. 14.123τοῦ ἀσφαλῶς τε καὶ συντόμως βαδίζειν

    带属格冠词的不定词短语(τοῦ + 不定词),在此充当表示目的的副词性成分(目的属格不定词),意为“以便安全而迅速地前行”。亦可理解为修饰前文 τὴν ἑτοιμασίαν 的同位性或客观属格(“行走的预备”),但此处作目的状语更为自然。

  2. 14.124μικρὸν ὅσον

    由中性形容词 μικρόν 与关系代词 ὅσον 结合而成的习语性副词短语,意为“片刻之间”或“稍过片刻”。该表达承袭了圣经希腊语(如来10:37的 ἔτι γὰρ μικρὸν ὅσον ὅσον)的惯用语,指代极短暂的时间跨度。

  3. 14.124ἡ δὲ δευτέρα

    本应与前文关系代词 ὧν 管辖下的 ὧν τὴν μὲν μίαν(宾格受词)相对成文,但因句法破格(破格句 anacoluthon)脱离了属格和宾格的支配,转化为独立的句法主格主语,支配后面的限定动词 ἡτοίμασται。

  4. 14.125καὶ δὲ

    此处文本为 καὶ σέ(“你也……”)的传抄或印刷之误(字母 δ 误作 σ)。代词 σέ 作为限定动词 συμβουλεύω 所支配的不定词 γινώσκειν 的逻辑主语(宾格主语)。各语言译文均按 καὶ σέ 统一处理为“劝你也如此认清”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:14.123-14.125