← 大马士革的圣约翰

巴兰和约萨法特

§14.121-14.122

尘世繁华的虚妄与巴尔拉姆的悔悟

巴尔拉姆回忆起自己过去也曾沉溺于尘世享乐,以遭追捕的鸽子为喻,阐明世间一切荣耀、财富与权势的流转与无常,并道出自己最终厌弃虚耗于凡尘之生命的缘由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.121

ὅνπερ1 κἀγὼ δυστυχῶς ἐφίλουν, καὶ τῶν αὐτοῦ ἀντειχόμην τερπνῶν τε καὶ ἀπολαυστικῶν. κατανοήσας δὲ τοῖς ἀπλανέσι τοῦ νοὸς ὀφθαλμοῖς πῶς ἐν τούτοις πᾶς ὁ τῶν ἀνθρώπων κατατρίβεται βίος, τῶν μὲν παραγινομένων, τῶν δὲ ἀπαιρόντων, καὶ μηδενὸς ἔχοντος τὸ στάσιμόν τε καὶ βέβαιον, μήτε τῶν πλουτούντων2 ἐν τῷ πλούτῳ, μήτε τῶν δυνατῶν ἐν τῇ ἰσχύϊ, μήτε τῶν σοφῶν ἐν τῇ σοφίᾳ, μηδ̓ αὖ τῶν εὐημερούντων ἐν τῇ εὐημερίᾳ, μήτε τῶν τρυφώντων ἐν τῇ σπατάλῃ, μήτε τῶν ἀσφαλῶς δοκούντων βιοῦν ἐν τῇ ματαίᾳ αὐτῶν καὶ ἀδρανεστάτῃ ἀσφαλείᾳ, μήτε ἐν ἄλλῳ τινὶ τῶν ἐνταῦθα ἐπαινουμένων, ἀλλ’ ἔοικε τὸ πρᾶγμα χειμάρρων παρόδῳ ἀμετρήτῳ θαλάσσης ἐμπιπτόντων βυθῷ (ῥευστὰ γὰρ οὕτως εἰσὶ τὰ παρόντα πάντα καὶ πρόσκαιρα), συνῆκα ὡς τὰ τοιαῦτα μάταια σύμπαντα καὶ ὄνησις αὐτῶν οὐδεμία, ἀλλ’, ὥσπερ τὰ πρότερον πάντα λήθῃ κέκρυπται, εἴτε δόξαν εἴποις, εἴτε βασιλείαν, εἴτε ἀξιωμάτων λαμπρότητας, εἴτε δυναστείας ὄγκον, εἴτε τυράννων θρασύτητα, εἴτε τι τῶν τοιούτων, οὕτως καὶ τὰ ἐνεστῶτα εἰς τοὺς ἑξῆς καὶ μετέπειτα χρόνους ἀμαυρωθήσεται. ὧνπερ κἀγὼ εἷς ὑπάρχων τῇ συνήθει πάντως ἀλλοιώσει ὑποπεσοῦμαι, καὶ καθὼς οἱ πρὸ ἐμοῦ δι’ αἰῶνος τέρπεσθαι τοῖς παροῦσιν οὐ συνεχωρήθησαν, οὕτως ἔσται καὶ ἐπ’ ἐμοί. κατεῖδον γὰρ οἷα τοὺς ἀνθρώπους ὁ τύραννος οὗτος καὶ ταραχώδης κατεργάζεται κόσμος, μετατιθεὶς αὐτοὺς ἐντεῦθεν κἀκεῖθεν, οὓς μὲν ἐκ πλούτου πρὸς πενίαν, οὓς δὲ ἐκ πενίας εἰς δόξαν, τούτους μὲν ὑπεξάγων τοῦ βίου, ἄλλους δὲ αὖθις ἀντεισάγων, τινὰς μὲν σοφοὺς καὶ συνετοὺς ἀποδοκιμάζων, ἀτίμους τε καὶ εὐτελεῖς τοὺς τιμίους καὶ περιφανεῖς ἐργαζόμενος, ἄλλους δὲ ἀσόφους τε καὶ ἀσυνέτους ἐπὶ θρόνου καθίζων δόξης, τιμίους τε τοὺς ἀτίμους καὶ ἀφανεῖς πᾶσι δεικνύων. Καὶ ἔστιν ἰδεῖν τὸ τῶν ἀνθρώπων γένος μηδόλως κατὰ πρόσωπον τῆς αὐτοῦ ἀπηνοῦς τυραννίδος ἔχον στάσιν· ἀλλ̓, ὡς ὅταν περιστερά, φεύγουσα ἀετὸν εἴτε ἱέρακα, τόπους ἐκ τόπων ἀμείβῃ, νῦν μὲν τούτῳ τῷ δένδρῳ, αὖθις ἐκείνῳ τῷ θάμνῳ, εἶτ’ εὐθὺς τρώγλαις τῶν πετρῶν καὶ παντοίαις ἀκάνθαις ἑαυτὴν προσαράσσουσα, καὶ οὐδαμοῦ εὑρίσκουσα προσφύγιον ἀσφαλές, ἐν σάλῳ καὶ ταλαντώσει ταλαιπωρεῖται διηνεκεῖ, οὕτως εἰσὶν οἱ τοῖς παροῦσιν ἐπτοημένοι, ὑφ̓ ὁρμῆς μὲν ἀλογίστου ἀθλίως πονοῦντες, μηδόλως δέ τι ἔχοντες βέβαιον ἢ ἀσφαλές, μήτ’ ἐπιστάμενοι εἰς ὁποῖον καταντῶσι τέλος, καὶ ποῦ τούτους ὁ μάταιος ἄγει βίος, ᾧ καθυπέταξαν ἑαυτοὺς λίαν δυστυχῶς καὶ ἀθλίως, πονηρὰ μὲν ἑλόμενοι ἀντὶ ἀγαθῶν, μετελθόντες δὲ κακίαν ἀντὶ χρηστότητος, ἢ τίς ὁ τὰς ψυχρὰς τῶν πολλῶν καὶ μοχθηρῶν αὐτῶν καμάτων διαδεξάμενος ἐπικαρπίας,3 εἴτε οἰκεῖος, εἴτε ἀλλότριος· καὶ πολλάκις οὐδὲ φίλος ὅλως ἢ γνωστός, ἀλλ’ ἐχθρὸς καὶ πολέμιος. Ταῦτα πάντα καὶ τὰ τούτοις ἑπόμενα διακρίνας ἐν τῷ τῆς ψυχῆς κριτηρίῳ, ἐμίσησα τὸν σύμπαντά μου βίον τὸν ἐν τοῖς ματαίοις ἀναλωθέντα, ὃν διήγαγον τοῖς περὶ γῆς πόνοις προστετηκώς.

从前我也曾不幸地贪爱这个世界,执着于其中令人愉悦与享受的事物。然而,当我用心灵无误的双眼观察到人类的全部生命是如何在这些事物中被消磨殆尽的——有人来,有人去,无人能拥有稳固而确凿之物,既非富足者在其财富中,非强有力者在其权势中,非智慧者在其智慧中,亦非顺遂者在其顺遂中,非奢靡者在其挥霍中,非自以为安全生活者在其虚妄而极度无力的安全中,也非在这世上受称赞的任何别样事物中,事情倒宛如冬日急流奔腾汇入不可测度的深海一般(因现世的一切事物皆是如此流转不息而短暂脆弱)——我便领悟到,凡此种种尽属虚妄,毫无益处;正如先前的一切无论荣耀、王位、显赫尊位、强权气焰、僭主狂妄或诸如此类的任何事物,都已被遗忘所掩埋,现存的事物在接踵而至的后世岁月里也同样必归于晦暗。身为其中一员的我,也必将无可避免地屈从于那习常的变迁;正如先于我的人未被允许永远享受现存之物,落在我身上的命运也必将如此。因为我亲眼看见,这专横而动荡的世界是如何对待世人的:将他们在此处与彼处之间颠簸倒置,使一些人由富贵变为贫穷,另一些人由贫困变为显达;将这些人引出生命,又将另一些人引入世间;废弃一些明智通达之人,使尊贵显赫者沦为卑微低贱,却让另一些愚昧无知之辈高坐荣耀之宝座,向众人展示卑贱微末之人反受尊荣。人们可以看出,人类在它残酷的暴政面前毫无立足之地;倒犹如一只鸽子躲避鹰隼,辗转流徙,一会儿撞上这棵树,一会儿投向那丛灌木,旋即又撞入石穴与各类荆棘之中,寻不到一处安全的庇护所,在不断的颠簸与摇摆中饱受折磨;那些为现世事物所神魂颠倒的人亦复如是,在盲目的冲动驱使下凄惨地劳碌,毫无确凿或稳妥之物,既不知自己将走向何种结局,亦不知这虚妄的人生要将他们带向何方——他们极其不幸而悲惨地委身于这人生,弃善择恶,离弃良善而追求邪恶——也不知谁将来承受他们诸多艰难劳碌的冷酷成果,究竟是亲族还是外人,甚至往往根本不是朋友或相识,而是仇敌与死对头。在心灵的审判席上辨明了这一切及其随之而来的事,我便痛恨自己消磨在虚妄之中的全部生涯,那段因执着于尘世劳苦而度过的岁月。

语法注3 条
  1. 14.121ὅνπερ

    关系代词 ὅνπερ 的先行词是前一节末尾的 τοῦ πλάνου κόσμου τούτου(“这欺诈的世界”),体现了前后语段间的句法承接。

  2. 14.121μηδενὸς ἔχοντος ... μήτε τῶν πλουτούντων

    在独立属格 μηδενὸς ἔχοντος 之后出现的 μήτε τῶν πλουτούντων ... μήτε τῶν δυνατῶν 等属格分词短语,起到部分属格或同格的说明作用,具体展开否定词 μηδενός 的范围(即“在富足者中无一人……在强有力者中无一人……”)。

  3. 14.122ἢ τίς ὁ τὰς ψυχρὰς τῶν πολλῶν καὶ μοχθηρῶν αὐτῶν καμάτων διαδεξάμενος ἐπικαρπίας

    该间接疑问从句与前面受 μήτ’ ἐπιστάμενοι(“不知道……”)支配的疑问从句(εἰς ὁποῖον... 及 καὶ ποῦ...)并列。系动词 ἐστίν 被省略,带冠词的分词短语 ὁ ... διαδεξάμενος 用作表语(“或是谁[将成为]承受那冷酷成果之人”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:14.121-14.122