- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:14.118-14.120
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴尔拉姆讲述了一年任期后即被流放到荒岛的国王之比喻,借由预先将财宝运往海岛而得享安泰的贤明君王,阐明了今世的虚妄以及为来世预备的重要性。
Αὖθις οὖν ὁ Ἰωάσαφ, Εὖ σοι γένοιτο παρὰ Κυρίου τοῦ Θεοῦ, ὦ σοφώτατε τῶν ἀνθρώπων. εὔφρανας γάρ μου τὴν ψυχὴν τοῖς καταλλήλοις σου καὶ ἀρίστοις ῥήμασι. τοιγαροῦν ἀνατύπωσόν μοι καὶ ἔτι εἰκόνα τῆς ματαιότητος τοῦ κόσμου, καὶ πῶς ἄν τις ἐν εἰρήνῃ καὶ ἀσφαλείᾳ τοῦτον διέλθοι. Ἀναλαβὼν δὲ τὸν λόγον ὁ Βαρλαὰμ ἔφη, Ἄκουσον καὶ τούτου δὴ τοῦ προβλήματος ὁμοίωσιν. πόλιν τινὰ μεμάθηκα μεγάλην, ἧς οἱ πολῖται τοιαύτην ἐσχήκεσαν ἔκπαλαι συνήθειαν, τὸ ἐπιλαμβάνεσθαι ξένου τινὸς καὶ ἀγνώστου ἀνδρός, μηδὲν τῶν νόμων τῆς πόλεως καὶ παραδόσεων ὅλως ἐπισταμένου, καὶ τοῦτον βασιλέα καθιστᾶν ἑαυτοῖς,1 πάσης ἀπολαύοντα ἐξουσίας καὶ τῶν αὐτοῦ θελημάτων ἀκωλύτως ἐχόμενον, ἄχρι συμπληρώσεως ἐνιαυσίου χρόνου. εἶτ̓, ἐξαίφνης ἐν πάσῃ αὐτοῦ τυγχάνοντος ἀμεριμνίᾳ, τρυφῶντός τε καὶ σπαταλῶντος ἀδεῶς, καὶ συνδιαιωνίζειν αὐτῷ τὴν βασιλείαν εἰσαεὶ δοκοῦντος, ἐπεγειρόμενοι κατ’ αὐτοῦ, καὶ τὴν βασιλικὴν ἀφελόμενοι στολήν, γυμνόν τε ἀνὰ πᾶσαν θριαμβεύσαντες τὴν πόλιν, ἐξόριστον ἔπεμπον εἰς μακρὰν ἀπῳκισμένην καὶ μεγάλην τινὰ νῆσον, ἐν ᾗ, μήτε διατροφῆς εὐπορῶν μήτε ἐνδυμάτων, ἐν λιμῷ καὶ γυμνότητι δεινῶς κατετρύχετο, τῆς παρ’ ἐλπίδα δοθείσης αὐτῷ τρυφῆς καὶ θυμηδίας εἰς λύπην αὖθις καὶ παρ’ ἐλπίδα πᾶσαν καὶ προσδοκίαν μεταμειφθείσης. κατὰ τὸ παρακολουθῆσαν τοίνυν ἔθος τῶν πολιτῶν ἐκείνων, προεχειρίσθη τις ἀνὴρ εἰς τὴν βασιλείαν συνέσει πολλῇ τὸν λογισμὸν κατάκομον ἔχων,2 ὃς αὐτίκα μὴ συναρπασθεὶς τῇ ἐξαίφνης αὐτῷ προσπεσούσῃ εὐθηνίᾳ, μηδὲ τῶν προβεβασιλευκότων καὶ ἀθλίως ἐκβληθέντων τὴν ἀμεριμνίαν ζηλώσας, ἐμμέριμνον εἶχε καὶ ἐναγώνιον τὴν ψυχὴν πῶς ἂν τὰ κατ̓ αὐτὸν εὖ διάθοιτο. τῇ συχνῇ δὲ μελέτῃ ἀκριβωσάμενος, ἔγνω διά τινος σοφωτάτου συμβούλου τὴν συνήθειαν τῶν πολιτῶν, καὶ τὸν τόπον τῆς διηνεκοῦς ἐξορίας· ὅπως τε χρὴ ἑαυτὸν ἀσφαλίσασθαι ἀπλανῶς ἐδιδάχθη. ταῦτ’ οὖν ὡς ἔγνω, καὶ ὅτι δεῖ αὐτὸν ὅσον οὔπω ἐκείνην καταλαμβάνειν τὴν νῆσον, τὴν δ’ ἐπίκτητον ταύτην καὶ ἀλλοτρίαν βασιλείαν ἀλλοτρίοις αὖθις καταλιμπάνειν, ἀνοίξας τοὺς θησαυροὺς αὐτοῦ ὧνπερ τέως ἀνειμένην εἶχε καὶ ἀκώλυτον τὴν χρῆσιν,3 καὶ λαβὼν χρημάτων πλῆθος, χρυσοῦ τε καὶ ἀργύρου καὶ λίθων τιμίων ἁδρότατον ὄγκον, πιστοτάτοις παραδοὺς οἰκέταις, εἰς ἐκείνην προέπεμψεν, εἰς ἣν ἔμελλεν ἀπάγεσθαι, νῆσον. συντελεσθέντος δὲ τοῦ ἐμπροθέσμου ἐνιαυτοῦ, στασιάσαντες οἱ πολῖται γυμνὸν αὐτόν, ὡς καὶ τοὺς πρὸ αὐτοῦ, τῇ ἐξορίᾳ παρέπεμψαν. οἱ μὲν οὖν λοιποὶ ἀνόητοι καὶ πρόσκαιροι βασιλεῖς δεινῶς ἐλίμωττον· ὁ δέ, τὸν πλοῦτον προαποθέμενος ἐκεῖνον, εὐθηνίᾳ διηνεκεῖ συζῶν καὶ τρυφὴν ἀδάπανον ἔχων, φόβον τε παντάπασιν ἀποσεισάμενος τῶν ἀτάκτων καὶ πονηρῶν πολιτῶν, τῆς σοφωτάτης ἑαυτὸν ἐμακάριζεν εὐβουλίας. Πόλιν οὖν νόει μοι τὸν μάταιον τοῦτον καὶ ἀπατεῶνα κόσμον, πολίτας δὲ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας τῶν δαιμόνων, τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, τοὺς δελεάζοντας ἡμᾶς τῷ λείῳ τῆς ἡδονῆς, καὶ ὡς περὶ ἀφθάρτων ὑποτιθεμένους διανοεῖσθαι τῶν φθαρτῶν καὶ ἐπικήρων, ὡς ἅτε συνδιαιωνιζούσης ἡμῖν καὶ ἀθάνατα τῆς τούτων συνυπαρχούσης ἀπολαύσεως. οὕτως οὖν ἀπατηθέντων ἡμῶν καὶ μηδεμίαν περὶ τῶν μονίμων ἐκείνων καὶ αἰωνίων βουλευσαμένων, μήτε τι ταμιευσαμένων ἑαυτοῖς εἰς τὸν ἐκεῖθεν βίον, αἰφνίδιος ἡμῖν ἐφίσταται ὄλεθρος ὁ τοῦ θανάτου. τότε δὴ τότε γυμνοὺς ἡμᾶς τῶν ἐντεῦθεν4 οἱ πονηροὶ καὶ πικροὶ δεξάμενοι πολῖται τοῦ σκότους, ὡς ἐκείνοις τὸν ἅπαντα προσαναλώσαντας χρόνον, ἀπάγουσιν εἰς γῆν σκοτεινὴν καὶ γνοφεράν, εἰς γῆν σκότους αἰωνίου, οὗ οὐκ ἔστι φέγγος, οὐδὲ ὁρᾶν ζωὴν βροτῶν. σύμβουλον δὲ ἀγαθόν, τὸν τἀληθῆ πάντα γνωρίσαντα καὶ τὰ σωτήρια διδάξαντα ἐπιτηδεύματα τῷ συνετῷ καὶ σοφωτάτῳ βασιλεῖ, τὴν ἐμὴν ὑπολάμβανε εὐτελῆ χθαμαλότητα, ὃς τὴν ἀγαθὴν ὁδὸν καὶ ἀπλανῆ ὑποδεῖξαί σοι ἥκω, τοῖς αἰωνίοις μὲν καὶ ἀτελευτήτοις ἐνάγων κἀκεῖσε πάντα συμβουλεύων ἀποθέσθαι, ἀπάγων δὲ τοῦ πλάνου κόσμου τούτου,
于是约阿萨夫再次说道:“人类中最有智慧的人啊,愿主上帝赐福与你!因为你用切合而极美的话语使我的灵魂喜悦。因此,请再为我描绘一幅关于世界之虚妄的图象,以及人当如何平安而稳妥地度过这世界。” 巴尔拉姆接续话头说道:“请听关于这个问题的又一个比喻。我得知有一座大城,城中的市民自古以来就有着这样的习俗:抓住一个全然不知城中律法与传统的异乡陌生人,立他为自己的王,让他享受一切权柄,随心所欲而不受阻碍,直到满了一年之久。随后,正当那人在彻底的高枕无忧之中,无所畏惧地享乐挥霍,自以为王权将与他永远同在之时,他们却突然起而反叛,剥去他的王袍,让他赤身裸体游街示众,穿过整座城市,并把他放逐到一个偏远而广阔的大岛上;在那里,他既无充裕的食物,又无衣物,在饥饿与赤身露体中悲惨地受折磨,那出乎意料赐予他的奢华与欢畅,转而化作超越一切盼望与期待的悲哀。后来,按照那些市民世代相传的风俗,有一个以充溢的悟性 充实了心思的男子被选立为王。他没有立刻被骤然临到的繁荣所迷惑,也没有效法先前为王却凄惨被逐之人的懈怠,而是心怀忧虑与关切,思索当如何妥善安排自己的前程。通过频频探寻考证,他经由一位极有智慧的谋士得知了市民的习俗与那永久流放之地,并且确切地受教应当如何保全自己。既然得知了这些事,又知道自己不久就必前往那座海岛,且必须将这后得的、不属于自己的王位再次留给外人,他便开启了那此前一直可以随意自由使用的宝库,取出大笔财宝,即极其沉重丰厚的金子、银子和宝石,交付给最忠信的仆人,预先送往他注定要被带去的那座海岛。当规定的一年期满时,市民们发动叛乱,像对待先前的诸王一样,将他赤身送往流放之地。其他的那些愚妄而暂时的王因而遭受可怕的饥荒;而他由于预先积存了那笔财富,便生活在恒久的繁荣之中,享有取之不尽的丰盛,并且完全摆脱了对那些混乱邪恶市民的恐惧,为自己至为明智的深谋远虑而庆幸赞叹。因此,请将这虚妄欺人的世界领会为那座城;将市民领会为恶魔的统治者与掌权者,即这世代幽暗世界的主宰,他们用享乐的甘甜引诱我们,指使我们把朽坏而脆弱的事物当作不朽之物来思索,仿佛对它们的享受将与我们一同永存、永不死灭一般。当我们如此受骗,既不思虑那些恒久而永恒之事,也不为那边的生命为自己积攒任何东西时,死亡的猝然毁灭便临到我们。那时,正是那时,幽暗的邪恶而残酷的市民见我们赤身裸体、毫无此世之物,便因我们把全部时光都虚耗在那些事物上,而将我们掳往幽暗阴沉之地,即那没有光线、亦不见凡人生命的永恒幽暗之地。至于那位向聪明且至智的国王指明一切真相、教导得救行径的良善谋士,请把我卑微低下之身视作此人吧;我来到这里,正是为了向你指出那美善而无误的道路,引导你归向永恒无尽的事物,劝你将一切都积存到那里,并带领你脱离这欺诈的世界。”
- 14.118τὸ ἐπιλαμβάνεσθαι ξένου τινὸς καὶ ἀγνώστου ἀνδρός, μηδὲν τῶν νόμων τῆς πόλεως καὶ παραδόσεων ὅλως ἐπισταμένου, καὶ τοῦτον βασιλέα καθιστᾶν ἑαυτοῖς
带有中性单数宾格冠词 τὸ 的一系列不定式短语(ἐπιλαμβάνεσθαι 与 καθιστᾶν)作为同位语,用以修饰并具体解释前面的名词 συνήθειαν(习俗)。
- 14.118συνέσει πολλῇ τὸν λογισμὸν κατάκομον ἔχων
形容词 κατάκομος 原意为“茂密的、头发浓密的”,在此引申为“丰富充盈的”。它与表示方式或手法的与格 συνέσει πολλῇ(以极大的悟性/理解力)连用,并作 ἔχων 的直接宾语 τὸν λογισμὸν(理智/心思)的宾语补足语(述谓宾格),构成“在心思上以极大悟性充实丰盈”之意。
- 14.119ὧνπερ τέως ἀνειμένην εἶχε καὶ ἀκώλυτον τὴν χρῆσιν
关系代词 ὧνπερ 指代先行词 τοὺς θησαυροὺς(宝库),充当依附于 χρῆσιν 的宾格性属格。处于谓语位置的两个形容词 ἀνειμένην καὶ ἀκώλυτον(不受限制的与畅通无阻的)修饰直接宾语 τὴν χρῆσιν(使用),与动词 εἶχε 共同构成“对它们的使用此前一直保持着自由且不受阻碍”的述谓结构。
- 14.120γυμνοὺς ἡμᾶς τῶν ἐντεῦθεν
实质化的副词短语 τῶν ἐντεῦθεν(此世之物)作形容词 γυμνούς(赤裸的、剥夺一空的)的离格性属格(表示分离或缺乏),意指“剥光了此世之物的我们”。
